← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§475.17-477.13

例证的界定与还原法的定义及成立条件

斐洛波诺斯总结了例证与归纳和推论的区别,随后注释了还原法(apagoge)的定义及其成立条件(小前提的不明显性与中项数量少),并结合化圆为方的例子探讨了还原法的具体应用及其例外情况(如逾越与直接的科学知识)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.277

" Φανερὸν οὖν ὅτι τὸ παράδειγμά ἐστιν οὔτε ὡς μέρος πρὸς ὅλον οὔτε ὡς ὅλον πρὸς μέρος." Φανερὸν οὖν ὅτι τὸ παράδειγμά ἐστι 〈πρὸς〉 τὸ δεικνύμενον οὔτε ὡς μέρος πρὸς ὅλον, τουτέστιν ἐπαγωγή, οὔτε ὡς ὅλον πρὸς μέρος, τουτέστι συλλογισμός, ἀλλ’ ἔστι μέρος πρὸς μέρος, ὅτε ἄμφω ὑπὸ τὸ αὐτὸ ἄκρον ἐστί, τῷ δὲ μέσῳ γνώριμόν ἐστιν εἰ ἔστιν.1 διαφέρει δὲ τῆς ἐπαγωγῆς, ὅτι ἡ μὲν ἐπαγωγὴ ἐκ τῶν πάντων τῷ μέσῳ τὸ μεῖζον ἄκρον ἐδείκνυεν ὑπάρχειν, οὐ μέντοι τὸ ἄκρον τῷ ἄκρῳ, τὸ δὲ παράδειγμα ἐκ μερικοῦ τινος καὶ οὐκέτι ἐξ ἁπάντων, καὶ ὅτι οὐ μόνον τὸν μέσον ὅρον τῷ ἄκρῳ συνάπτει ἀλλὰ καὶ τὸ ἄκρον τῷ ἄκρῳ.

“因此显然,例证既不是部分对整体,也不是整体对部分。” 因此显然,例证相对于被证明的事物,既不是部分对整体(即归纳),也不是整体对部分(即推论),而是部分对部分,即当两者皆处于同一个端项之下,且对中项而言它是否存在是熟知的时候。而它与归纳的区别在于:归纳从一切情况出发证明大端项属于中项,却绝不证明端项属于端项;而例证则从某个部分出发且不再是从全体出发,并且它不仅将中项与端项联结起来,还将端项与端项联结起来。

§5.278

"Τὸ δὲ καὶ συνάπτει." Τὸ δὲ (ἀντὶ τοῦ ‘τὸ παράδειγμα’) συνάπτει καὶ τὸν μέσον καὶ τὸν ἄκρον τῷ ἄκρῳ.

“而且它还联结。” “而且它”(用来代替“例证”)将中项与端项都与端项联结起来。

§5.279

"Ἀπαγωγὴ δέ ἐστιν, ὅταν τῷ μὲν μέσῳ τὸ πρῶτον δῆλον ᾖ ὑπάρχον." Εἶπε περὶ τοῦ παραδείγματος· νῦν λέγει περὶ τῆς ἀπαγωγῆς, ὅτι ἀπαγωγή ἐστιν, ὅταν ὁ μείζων ὅρος φανερὸς ὑπάρχῃ, ὁ δὲ ἐλάττων ὅρος ἀφανής. ἀπαγωγὴ δὲ εἴρηται διὰ τὸ ἀπάγεσθαι ἡμᾶς ἀπὸ τοῦ συμπεράσματος ἐπὶ τὴν ἀπόδειξιν τῆς ἀφανοῦς καὶ ἀσήμου προτάσεως.

“还原是指,当第一者属于中项是明了的时。” 他已讲完了关于例证的内容;现在他讨论还原,指出当大项是明显的、而小项是不明显的时候,就是还原。而之所以称为还原,是因为我们从结论被引向对那不明显且晦暗的前提的证明。

§5.280

"Ὁμοίως δὲ πιστὸν ἢ μᾶλλον τοῦ συμπεράσματος." Ὀφείλει, φησίν, ὁ ἔσχατος ὅρος, τουτέστιν ἡ ἐλάττων πρότασις, ὁμοία εἶναι τῷ συμπεράσματι κατὰ τὸ ἀφανές, ἤγουν ἔτι ἧττον ἀφανὴς ὀφείλει εἶναι ἡ πρότασις. αὐτὸς δὲ ἀντὶ τοῦ ἀφανοῦς ἔλαβε τὸ πιστόν.2

“且与结论同样可信或更为可信。” 他说,最后的项(即小前提)在不明显这一点上必须与结论相似,或者说这前提的不明显程度必须还要更低。但他自己用了“可信”来代替“不明显”。

§5.281

"〈Ἔτι ἂν ὀλίγα ᾖ τὰ μέσα.〉 "Ἐπειδὴ ἧττον γίνεται ἡ πρότασις ἀφανής, ἐὰν δι’ ἑνὸς μέσου φανερωθῇ· οὕτω γὰρ συμβαίνει τὴν ἀφανῆ πρότασιν ἐγγὺς γενέσθαι τῆς ἐπιστήμης, τουτέστιν ἐγγὺς γενέσθαι εἰς τὸ φανερωθῆναι.

“〈此外,若媒介项很少。〉”因为若前提通过一个媒介项而被阐明,它就变得不那么不明显了;因为这样一来,不明显的前提就接近了科学知识,也就是接近了被阐明。

§5.282

"Πάντως γὰρ ἐγγύτερον εἶναι συμβαίνει τῆς ἐπιστήμης." Ἐγγὺς γίνεται τῆς ἐπιστήμης (ἀντὶ τοῦ ‘τῆς γνώσεως’) φανερωθεῖσα ἡ πρότασις. εἶτα ὡς ἐπὶ παραδείγματος λαμβάνει διδακτόν, ἐπιστήμην, ἀρετήν. φανερὰ οὖν ἐστιν ἡ μείζων πρότασις, ὅτι ἡ ἐπιστήμη διδακτόν ἐστιν, ἀφανὴς δὲ ἡ ἐλάττων, εἰ ἡ ἀρετὴ ἐπιστήμη ἐστίν. ὀφείλει οὖν τούτων ὁμοίως ἡ ἐλάττων ἄδηλος εἶναι τῷ συμπεράσματι· ὁμοίως γὰρ ἄδηλόν ἐστιν εἰ ἡ ἀρετὴ διδακτόν ἐστιν· οὕτω γὰρ ἐγγὺς γινόμεθα τῆς γνώσεως.

“因为无论如何它都更接近科学知识。” 前提被阐明后,便接近了科学知识(用来代替“认识”)。随后他以“可教的”、“知识”、“德性”为例。大前提是明显的,即知识是可教的;但小前提是不明显的,即德性是否是知识。因此在这些之中,小前提必须与结论同样不明了;因为德性是否是可教的也同样是不明了的;因为这样我们便接近了认识。

§5.283

"Τὸ ΒΓ τοῦ ΑΓ." Τὸ ΒΓ ἡ ἐλάττων πρότασις, τὸ δὲ ΑΓ συμπέρασμα.

“ΒΓ比ΑΓ。” ΒΓ是小前提,而ΑΓ是结论。

§5.284

"Πάλιν ἂν ᾖ ὀλίγα τὰ μέσα τῶν ΒΓ." Οὐ μόνον ἐὰν ὁμοίως ἔχῃ τῷ συμπεράσματι ἡ ἐλάττων πρότασις κατὰ τὸ ἀφανές, ἀπαγωγή ἐστι, ἀλλὰ κἂν ἡ ἐλάττων πρότασις καὶ ἀφανὴς δείκνυται δι’ ἑνὸς μέσου ἢ δύο. οἷον ἐζήτησάν τινες εἰ δυνάμεθα κύκλον τετραγωνίσαι, καὶ οὐκ ἠδυνήθησαν. ἐλάμβανον δὲ οὕτως, τετραγωνίζεσθαι πρῶτον ὅρον, εὐθύγραμμον δεύτερον, κύκλον τρίτον. ὅτι μὲν τὸ εὐθύγραμμον τετραγωνίζεται, δῆλον· ἀφανὲς δέ ἐστιν εἰ ὁ κύκλος εὐθυγραμματίζεται, ὅπερ ἐστὶν ἡ ἐλάττων πρότασις. καὶ τοῦτο πειρῶνται δεικνύειν διὰ τῶν μηνοειδῶν σχημάτων καὶ μηνίσκων. ἐπειδὴ οὖν δι’ ἑνὸς πειρῶνται δεικνύειν, ἀπαγωγή ἐστιν.

“再次,若ΒΓ的媒介项很少。” 不仅当小前提在不明显上与结论相似时是还原,而且当小前提虽不明显却能通过一个或两个媒介项被证明时,也是还原。例如,有人探讨我们能否化圆为方,却未能做到。他们作了如下设定:第一项为“被化为正方形”,第二项为“直线图形”,第三项为“圆”。直线图形能被化为正方形是清楚的;但圆能否被化为直线图形则是不明显的,这便是小前提。而他们试图通过月形图形和新月形来证明这一点。因此,既然他们试图通过一个媒介项来证明,这便是还原。

§5.285

"Ὅταν δὲ μήτε πιστότερον ᾖ τὸ ΒΓ." Ἐὰν δὲ ἡ ἐλάττων πρότασις ᾖ ἀφανής, μὴ ᾖ δὲ τῷ συμπεράσματι ἧττον ἀφανὴς ἀλλ’ ἴση, καὶ εἰ μὴ ὀλίγα τὰ μέσα δι’ ὧν δείκνυσι τὴν ἐλάττω πρότασιν, οὐ λέγομεν ἀπαγωγὴν τὸ τοιοῦτον ἀλλ’ ὑπέρβασιν,3〈ὅτι〉 οἷον ὑπερβαίνοντες τὸ συμπέρασμα τὰς προτάσεις ἀποδείκνυμεν.

“而当ΒΓ既非更可信时。” 但如果小前提是不明显的,且相对于结论而言并不更少不明显而是相等,并且证明小前提的媒介项并不很少,我们就不会把这种情形称为还原,而称为逾越,因为我们仿佛逾越了结论而去证明前提。

§5.286

"Οὐδ’ ὅταν ἄμεσον τὸ ΒΓ· ἐπιστήμη γὰρ τὸ τοιοῦτον." Φησὶν ὅτι, ἐὰν ᾖ ἄμεσος ἡ ἐσχάτη πρότασις, ἐπιστήμη ἐστὶ τὸ τοιοῦτο καὶ οὐκέτι ἀπαγωγὴ ὑπάρχει.

“在ΒΓ是无媒介的时候也不是;因为这种情形是科学知识。” 他说,如果最后的前提是无媒介的,这种情形就是科学知识,而不再是还原了。

语法注3 条
  1. 5.277ἀλλ’ ἔστι μέρος πρὸς μέρος, ὅτε ἄμφω ὑπὸ τὸ αὐτὸ ἄκρον ἐστί, τῷ δὲ μέσῳ γνώριμόν ἐστιν εἰ ἔστιν.

    由ὅτε引导的从句规定了二者构成“部分对部分的关系”的条件。其主语承前省略,而后面的εἰ ἔστιν构成间接疑问从句,表示该属性是否实在地属于中项。

  2. 5.280αὐτὸς δὲ ἀντὶ τοῦ ἀφανοῦς ἔλαβε τὸ πιστόν.

    αὐτός为主格代词,指亚里士多德。此处句式为“他本人用‘可信’代替了‘不明显’”,借此说明亚里士多德原文中的πιστόν与注疏者自己所作的释义(即“不明显程度更低”)之间的对应关系。

  3. 5.285οὐ λέγομεν ἀπαγωγὴν τὸ τοιοῦτον ἀλλ’ ὑπέρβασιν

    双宾语(宾语与宾补)结构,其中τὸ τοιοῦτον为直接宾语,ἀπαγωγήν与ὑπέρβασιν为补足语。随后的ὅτι引出原因从句,解释为何这种情况被称为“逾越”(ὑπέρβασις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:475.17-477.13