← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§473.21-475.16

归纳中的词项换位与例证推论

关于亚里士多德《前分析篇》卷二第23–24章(68b24–69a7),论述归纳推论中词项的换位与完全涵盖的必要性,随后剖析例证推论的结构与具体实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.269

" Δέδεικται γὰρ πρότερον ὅτι, ἐὰν δύο ἄττα τῷ αὐτῷ ὑπάρχῃ." Ὅπερ εἰρήκαμεν πρότερον ἐπὶ φθαρτοῦ καὶ ἀφθάρτου καὶ γενητοῦ καὶ ἀγενήτου, [ὅτι] λέγεται νῦν ὡς πρὸς ἄλλο τι μέλλον ἀποδείκνυσθαι. δέδεικται, φησί, πρότερον, ἐὰν δύο ἄττα τῷ αὐτῷ ὑπάρχῃ καὶ ἀντιστρέφῃ τὸ ἕτερον, 〈ὅτι〉 καὶ τὸ ἄλλο ἀντιστρέφει, ὡς καὶ νῦν ἐπὶ τῆς ἐπαγωγῆς τὸ ἄχολον κατηγορεῖται ὑπόθου1 τῷ κόρακι· κατηγορεῖται δὲ καὶ τῷ κόρακι τὸ μακρόβιον· οὐκοῦν καὶ τῷ ἀχόλῳ τὸ μακρόβιον.

“因为先前已经证明,如果有任何两个事物属于同一个事物。” 我们先前在论及可灭与不灭、生成与不生成时所说的话,现在是针对另一件将要被证明的事而说的。他说,先前已经证明,如果有任何两个事物属于同一个事物,且其中一个可以换位,那么另一个也可以换位;正如现在在归纳中,设无胆囊谓述乌鸦;长寿也谓述乌鸦;因此长寿也[谓述]无胆囊者。

§5.270

"Δεῖ δὲ νοεῖν τὸ Γ τὸ ἐξ ἁπάντων τῶν καθ’ ἕκαστον συγκείμενον." Ὀφείλομεν δὲ τὸ Γ ἀντὶ τοῦ ‘πάντα τὰ καθ’ ἕκαστον’ διαλαβεῖν· ἡ γὰρ ἐπαγωγὴ διὰ πάντων τῶν κατὰ μέρος δείκνυται.

“但必须把Γ理解为由一切个别事物组成的。” 我们应当把Γ理解为“一切个别事物”;因为归纳是通过一切个别部分来证明的。

§5.271

"Ἔστι δὲ ὁ τοιοῦτος συλλογισμὸς τῆς πρώτης καὶ ἀμέσου προτάσεως." Ὅτι, φησίν, ὁ δι’ ἐπαγωγῆς συλλογισμὸς συλλογίζεται τὴν μείζονα πρότασιν· ἡ γὰρ πρώτη καὶ ἄμεσος ἡ μείζων ἐστίν. ἵνα οὖν ταύτην πιστωσώμεθα, δι’ ἐπαγωγῆς δείκνυμεν.

“而这样的推论是关乎第一且无媒介的前提的。” 他说,通过归纳的推论推导出大前提;因为第一且无媒介的前提就是大前提。因此,为了使我们确信这一前提,我们便通过归纳来证明它。

§5.272

"Καὶ τρόπον τινὰ ἀντίκειται ἡ ἐπαγωγὴ τῷ συλλογισμῷ." Ὁ μὲν γὰρ συλλογισμὸς διὰ τοῦ μέσου τὸ ἄκρον τῷ ἐσχάτῳ συνάπτει· ἡ δὲ ἐπαγωγὴ δι’ αὐτοῦ τοῦ ἐσχάτου δείκνυσι τῷ μέσῳ τὸ ἄκρον ὑπάρχον.

“而在某种方式上,归纳与推论是相对立的。” 因为推论通过中项将端项与最后的项联结起来;而归纳则通过最后的项本身,证明端项属于中项。

§5.273

"Φύσει μὲν οὖν πρότερον." Κατὰ τὴν φύσιν μὲν ὁ συλλογισμὸς πρῶτος, ἡ δὲ ἐπαγωγὴ δευτέρα· καθ’ ἡμᾶς δὲ ἡ ἐπαγωγὴ γνωριμωτέρα ἤπερ ὁ συλλογισμός.

“因此按本性而言,它是更在先的。” 按本性而言,推论是第一位的,归纳是第二位的;但对我们而言,归纳比推论更为人所熟知。

§5.274

"Παράδειγμα δέ ἐστιν, ὅταν τῷ μέσῳ τὸ ἄκρον ὑπάρχον δειχθῇ." Ἐπλήρωσε περὶ τοῦ ἐπαγωγικοῦ συλλογισμοῦ· νῦν λέγει περὶ τοῦ παραδειγματικοῦ. τί δέ ἐστι παραδειγματικόν; ὅταν τῷ μέσῳ τὸ ἄκρον δειχθῇ ὑπάρχον διὰ τῶν ὁμοίων ἢ ὅμοιον. δεῖ δὲ τὸ ὅμοιον γνώριμον εἶναι τῷ ἄκρῳ ὅρῳ, καὶ ὁ ἔσχατος [πρὸς] τῷ μέσῳ γνώριμος. ἔστω οὖν πρῶτος ὅρος κακόν ἐστι, μέσος τὸ ὁμόροις ἀναιρεῖσθαι πόλεμον, ἔσχατος Ἀθηναῖοι καὶ Θηβαῖοι. τοῦτο γνώριμον τῷ μέσῳ ὅρῳ, ὅτι ὅμοροι οὗτοι. τὸ δὲ ὅμοιον ἔστω Θηβαῖοι, εἰ τύχοι, καὶ Φωκεῖς. τοῦτο γνώριμον τῷ πρώτῳ ὅρῳ, τῷ κακῷ· κακῶς γὰρ ἀπήλλαξαν Φωκεῖς καὶ Θηβαῖοι. εἰ οὖν βουλόμεθα δεῖξαι ὅτι ὁ πρὸς Ἀθηναίους πόλεμος κακός ἐστι, διὰ τοῦ παραδείγματος δείκνυμεν ὅτι Θηβαῖοι καὶ Φωκεῖς ὅμοροι ὄντες καὶ πολεμοῦντες κακῶς ἀπήλλαξαν· οὐκοῦν Ἀθηναῖοι καὶ Θηβαῖοι ὅμοροι ὄντες πρὸς ἑαυτοὺς πολεμεῖν κακόν. εἰδέναι δὲ δεῖ ὅτι πρὸς τὸ παράδειγμα καὶ τὸ συμπέρασμα,2 εἰ μὲν καλὸν τὸ παράδειγμα, καλὸν καὶ τὸ συμπέρασμα, εἰ δὲ κακὸν τὸ παράδειγμα, ὡς καὶ νῦν, καὶ ὁ συλλογισμὸς πρὸς τὸ παράδειγμα.

“例证则是指,当端项被证明属于中项时。” 他已讲完了关于归纳推论的内容;现在他讨论关于例证的推论。那么什么是例证性的?即通过相似的事物、或作为相似之物,端项被证明属于中项的时候。而且,相似之物必须对端项是熟知的,最后的项对中项也是熟知的。因此,设第一项为“是一件恶事”,中项为“向邻邦发动战争”,最后的项为“雅典人与忒拜人”。这一点对于中项是熟知的,即他们是邻邦。再设相似之物比如为“忒拜人与福基斯人”。这一点对于第一项,即“恶事”,是熟知的;因为福基斯人与忒拜人结局悲惨。因此,如果我们想要证明针对雅典人的战争是一件恶事,我们便通过例证来证明,忒拜人与福基斯人身为邻邦并相互交战,落得了悲惨的结局;因此,雅典人与忒拜人身为邻邦而相互交战是一件恶事。但必须知道的是,结论也是与例证相对应的:如果例证是好的,结论也是好的;但如果例证是坏的,正如当下这种情况,那么推论也是与例证相对应的。

§5.275

"Τὸ δ’ ἐφ’ ᾧ Δ Θηβαίους πρὸς Φωκεῖς." Ἐπεὶ οὖν πρὸς τοὺς ὁμόρους κακὸν τοῦτο, καὶ πρὸς Θηβαίους καὶ Φωκεῖς κακόν.

“而Δ所代表的,是忒拜人对福基斯人[的战争]。” 因此,既然这对邻邦而言是一件恶事,那么对忒拜人与福基斯人而言也是一件恶事。

§5.276

"Ὅτι μὲν οὖν τὸ Β τῷ Γ καὶ τῷ Δ ὑπάρχει." Εἰρήκαμεν ὅτι ὀφείλει τὸ παράδειγμα γνώριμον εἶναι τῷ προτέρῳ καὶ δευτέρῳ ὅρῳ, ὁ δὲ ἔσχατος γνώριμος εἶναι τῷ μέσῳ, ὡς καὶ νῦν ἐποιήσαμεν. τὸ παράδειγμα ἦν ὁ πρὸς Φωκεῖς Θηβαίων πόλεμος. γνώριμος δὲ τῷ πρώτῳ ὅρῳ, ὅτι οὗτος ὁ πόλεμος κακός. ἀλλὰ καὶ τῷ δευτέρῳ ὅρῳ γνώριμος· ὅμοροι γὰρ ἦσαν οἱ Θηβαῖοι καὶ οἱ Φωκεῖς. καὶ ὁ ἔσχατος γνώριμος τῷ δευτέρῳ· οἱ γὰρ Ἀθηναῖοι καὶ οἱ Θηβαῖοι ὅμοροι. οὕτω διὰ παραδειγμάτων συλλογιζόμεθα.

“因此,Β属于Γ和Δ[是显然的]。” 我们曾说过,例证必须对第一项和第二项是熟知的,而最后的项必须对中项是熟知的,正如我们方才所做的那样。例证是忒拜人对福基斯人的战争。它对第一项是熟知的,即这场战争是一件恶事。但它对第二项也是熟知的;因为忒拜人和福基斯人是邻邦。而且最后的项对第二项也是熟知的;因为雅典人和忒拜人是邻邦。我们就是这样通过例证来进行推论的。

语法注2 条
  1. 5.269ὑπόθου

    动词 ὑποτίθημι 的第二人称单数不定过去时中动命令语气(ὑπό-θου)。在此用作对话式的指示,要求读者假设或设定一个论证前提(“假设”、“设”)。

  2. 5.274εἰδέναι δὲ δεῖ ὅτι πρὸς τὸ παράδειγμα καὶ τὸ συμπέρασμα

    在 ὅτι 引领的从句中省略了系动词(如 ἐστίν)。介词短语 πρὸς τὸ παράδειγμα 意为“根据例证”或“与例证相对应”,表明结论(τὸ συμπέρασμα)的性质(善或恶)取决于例证的性质,随后的条件句 εἰ μὲν καλὸν... εἰ δὲ κακόν... 对此作了具体阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:473.21-475.16