- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:46.15-47.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《前分析篇》25a5–14。斐洛庞奴斯解释了关于实相全称否定和肯定命题换位的简要措辞,并阐述了从具体实例转向使用字母进行普遍、非质料性规则论证的必要性。
" Τὴν μὲν ἐν τῷ ὑπάρχειν καθόλου στερητικὴν ἀνάγκη τοῖς ὅροις ἀντιστρέφειν." Τὴν καθόλου ἀποφατικὴν σημαίνει ὑπάρχουσαν. ἀνάγκη δὲ τοῖς ὅροις ἀντιστρέφειν σημαίνει τὴν ἁπλῆν ἀντιστροφήν· ἐν μόνοις γὰρ αὕτη τοῖς ὅροις ἀντιστρέφει.
“实相中的全称否定[命题]必然依词项换位。” 他指的是实相的全称否定命题。而“必然依词项换位”指的是简单换位;因为这种换位仅在词项上进行。
"Τὴν δὲ κατηγορικὴν ἀντιστρέφειν μὲν ἀναγκαῖον." Κατὰ τὸ σύνηθες αὐτῷ σύντομον ἦθος τὴν καθόλου καταφατικὴν ὑπάρχουσαν σημᾶναι βουλόμενος τὰ κοινὰ παρείς, ἅπερ εἶχε τῇ ἀποφατικῇ, τὸ ἴδιον μόνον προσέθηκε, λέγω δὴ τὸ καταφατικόν.
“而肯定[命题]则必然换位,”按照他一贯简练的风格,由于想要表明实相的全称肯定命题,他省略了〔它〕与否定命题共有的共通部分,仅添加了特有的方面,我指的正是肯定。
"Πρῶτον μὲν οὖν ἔστω στερητικὴ καθόλου ἡ Α Β πρότασις." Δείξας ὅπως ἑκάστη τῶν προτάσεων ἀντιστρέφει διὰ παραδειγμάτων, ἵνα μή τις οἰηθῇ διὰ τὴν ὕλην τῶν παραληφθεισῶν προτάσεων ἢ δι’ ἕτερόν τι εὐοδῆσαι αὐτῷ τὸν περὶ τῶν ἀντιστροφῶν λόγον, ἄδηλον δὲ εἶναι μή πώς ἐστί τινα παραδείγματα1 ἐν οἷς αἱ εἰρημέναι ἀντιστροφαὶ χώραν οὐκ ἔχουσι, διὰ τοῦτο ἐνταῦθα καθολικοὺς κανόνας παραδίδωσι τὰ στοιχεῖα παραλαμβάνων ἀντὶ τῶν ὅρων, ἵνα ἕκαστος οἵαν βούλοιτο ὕλην ἀντὶ τῶν στοιχείων παραλαμβάνοι δειχθέντος καθολικῶς τε καὶ ἀύλως ἐπὶ τῶν στοιχείων τοῦ λόγου. τὸν μὲν γὰρ καθόλου λόγον ἐλέγχει μὲν καὶ ἓν παράδειγμα, ὡς ἤδη εἴρηται, κατασκευάζει δὲ ἢ ἡ διὰ πάντων τῶν κατὰ μέρος διέξοδος, ὅπερ ἐστὶν ἄπειρον καὶ ἀδύνατον, ἢ ἡ διὰ καθολικοῦ κανόνος πίστις· ὅπερ ποιεῖ νῦν διὰ τῶν στοιχείων διδοὺς ἑκάστῳ, ὥσπερ εἴρηται, ἐπ’ ἐξουσίας χρῆσθαι καὶ ὑποβάλλειν ἀντὶ τῶν στοιχείων οἵας ἂν βούληται ὕλης ὅρους. εἰ οὖν μηδενὶ τῶν Β τὸ Α ὑπάρξει, οὐδὲ τῶν Α οὐδενὶ ὑπάρξει τὸ Β· εἰ γὰρ ἀντὶ μὲν τοῦ Α λάβωμεν πτηνόν, ἀντὶ δὲ τοῦ Β ἄνθρωπον, εὑρήσομεν ὅτι ὥσπερ τὸ πτηνὸν οὐδενὶ ἀνθρώπῳ ὑπάρχει, οὕτως ἔμπαλιν οὐδεὶς ἄνθρωπος πτηνῷ ὑπάρχει. πότε δὲ γίνεται ἕκαστον τῶν στοιχείων ὑποκείμενον, ἐκ τοῦ προσδιορισμοῦ2 ἐπιγνωσόμεθα· ᾧ γὰρ ἂν ὁ προσδιορισμὸς προσκέηται, τοῦτό ἐστιν ὑποκείμενον, τὸ δὲ ἕτερον δῆλον ὅτι κατηγορούμενον.
“那么首先,设Α Β命题为全称否定。” 在通过例证展示了每种命题如何换位之后,为了不让人以为关于换位的论述在他那里取得成功是因为所采用命题的质料或是因为别的什么,且不让人以为是否存在某些例证使得上述换位不成立这一点仍不明朗,为此他在此处给出了普遍的规则,采用字母来代替词项,以便在针对字母普遍地且非质料地展示了论述之后,每个人都可以根据自己的意愿采用任意的质料来代替字母。因为正如已经说过的,哪怕一个反例就能驳倒普遍的论述,而确立它的,要么是对所有个别情况的穷尽列举——这是无限且不可能的——要么是通过普遍规则确立的确信;这正是他如今通过字母所做的事情,如前所述,他赋予每个人自由,允许他们使用并代入他们所意愿的任意质料的词项来代替字母。因此,如果Α不属于任何Β,那么Β也不会属于任何Α;因为如果我们用“有翼的”代替Α,用“人”代替Β,我们就会发现,正如“有翼的”不属于任何人,反过来也没有人属于“有翼的”。至于每个字母何时成为主项,我们将从限定词中辨识出来;因为限定词所附加于的那个就是主项,而另一个显然是谓项。
- 1.26ἄδηλον δὲ εἶναι μή πώς ἐστί τινα παραδείγματα
不定式 ἄδηλον εἶναι 与前面的 εὐοδῆσαι 相并列,作为由 ἵνα μή 引出的虚拟式动词 οἰηθῇ 的复合宾格不定式补足语:“以免有人以为论述之所以成功是因为……,且以为[是否存在反例]仍不明朗”。
- 1.26ἐκ τοῦ προσδιορισμοῦ
逻辑学语境中的 προσδιορισμός 指标示全称或特称的量词(限定词,如“所有”、“某个”、“无”)。紧随其后的关系从句 ᾧ γὰρ ἂν ὁ προσδιορισμὸς προσκέηται(“限定词所附加于的那个”)给出了判定主项的句法依据。
