- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:469.9-470.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯通过非生成、不灭、生成与可灭的事例及归谬论证解释了关于可换位对项选言的定理(68a3–15),接着阐明了利用自身述说而不借助中项得出项间换位的定理(68a16起)。
" Πάλιν εἰ τὸ Α καὶ τὸ Β ἀντιστρέφει, καὶ τὸ Γ καὶ τὸ Δ ὡσαύτως." Ἕτερον θεώρημα παραδίδωσιν ὁ φιλόσοφος χαριέστατον πάνυ τοιοῦτον. εἰ τὸ Α καὶ τὸ Β ἀντιστρέφει, καὶ τὸ Γ καὶ τὸ Δ ἀντιστρέψει· ἐὰν οὖν παντὶ πράγματι ᾖ τὸ Α ἢ τὸ Γ ἐξ ἀνάγκης, καὶ τὸ Β ἢ τὸ Δ. καὶ ὤφειλε τούτου παράδειγμα παραστῆσαι· ὡς δὲ ἄλλου μέλλοντος ἀποδείκνυσθαι1 παρίστησι παράδειγμα. ἔστω γὰρ τὸ Α ἀγένητον, τὸ Β ἄφθαρτον· ταῦτα ἀντιστρέφουσιν. καὶ ἔστω τὸ Γ γενητόν, τὸ δὲ Δ φθαρτόν· καὶ ταῦτα ἀντιστρέφουσιν.
“再次,如果Α与Β换位,且Γ与Δ同样如此。” 哲学家提出了另一个非常精妙的定理,其内容如下。如果Α与Β换位,Γ与Δ也将换位;因此,如果对每一事物,Α或Γ必然属于它,那么Β或Δ也[必然属于它]。他本应当为此给出一个例证,但他提出的例证却仿佛是要证明别的事情一样。因为假定Α为非生成的,Β为不灭的;这些是换位的。再假定Γ为生成的,Δ为可灭的;这些也是换位的。
"Δύο γὰρ συλλογισμοὶ σύγκεινται." Ποῖοι οὗτοι; τὸ ἀγένητον ἄφθαρτόν ἐστι, καὶ τὸ ἄφθαρτον ἀγένητον. ὁμοίως καὶ ἄλλοι δύο γίνονται.
“因为合成了两个推论。” 这是哪两个推论?“非生成的是不灭的”,以及“不灭的是非生成的”。同样,另外两个推论也会产生。
"Πάλιν εἰ παντὶ μὲν τὸ Α ἢ τὸ Β." Ἕτερον θεώρημα λέγει ἐνταῦθα, ὅτι εἰ παντὶ ἦν τὸ ἀγένητον ἢ τὸ γενητόν, οὐκοῦν καὶ παντὶ ἦν τὸ ἄφθαρτον ἢ τὸ φθαρτόν,2 καὶ ἀντιστρέφει τὸ ἄφθαρτον τῷ ἀγενήτῳ. εἰ γὰρ μή, τὸ φθαρτόν· τὸ δὲ φθαρτὸν ἰσοδυναμεῖ τῷ γενητῷ καὶ ἀντιστρέφει· ὥστε καὶ τὸ ἀγένητον ἀντιστρέψει ἐπὶ τοῦ γενητοῦ, ὅπερ ἄτοπον. οὕτω καὶ ἐπὶ τοῦ ἀφθάρτου τῷ ἀφθάρτῳ ἀντιστρέφει τὸ ἀγένητον· εἰ γὰρ μή, ἀντιστρέφει τὸ γενητόν· τῷ δὲ γενητῷ ἀντιστρέφει τὸ φθαρτόν· ὥστε καὶ τῷ ἀφθάρτῳ τὸ φθαρτὸν ἀντιστρέφει, ὅπερ ἄτοπον. οὕτω γίνονται δύο συζυγίαι συλλογισμοῦ ἐκ τῆς πρώτης ἀντιστροφῆς τῆς ‘ἀγένητον καὶ ἄφθαρτον’. γίνονται δὲ καὶ ἄλλαι δύο ὁμοίως ἐκ τῆς ἀντιστροφῆς τῆς ‘γενητὸν καὶ φθαρτόν’. ὥστε καλῶς εἶπεν ἀνωτέρω “δύο γὰρ συλλογισμοὶ σύγκεινται” εἰς ἑκάστην αὐτῶν ἀντιστροφήν. ἀλλ’ εἰδέναι δεῖ ὅτι διὰ τοῦ ἀδυνάτου δείκνυται ἕκαστος συλλογισμὸς ἑκάστης ἀντιστροφῆς.
“再次,如果对一切事物,一方面Α或Β[属于]。” 他在此表述了另一个定理:如果对一切事物非生成的或生成的曾属于它,那么对一切事物不灭的或可灭的也曾属于它,并且不灭的与非生成的换位。因为如果不换位,可灭的[将换位];但可灭的等同于生成的并且换位;从而非生成的也将针对生成的而换位,这是荒谬的。在不灭的事物上同样如此,非生成的与不灭的换位;因为如果不换位,生成的将换位;但与生成的换位的是可灭的;从而与不灭的换位的也将是可灭的,这也是荒谬的。这样,从“非生成的与不灭的”这第一种换位中产生了推论的两个组合。同样,从“生成的与可灭的”换位中也产生了另外两个组合。因此,他前面针对它们各自的换位说“因为合成了两个推论”是完全正确的。但必须知道,每种换位的每一个推论都是通过归谬法证明的。
"Ὅταν δὲ τὸ Α ὅλῳ τῷ Β καὶ τῷ Γ ὑπάρχῃ καὶ μηδενὸς ἄλλου κατηγορῆται." Ἕτερον θεώρημα παραδίδωσι θαυμάσιον πάνυ. ἔστι δὲ τοιοῦτον· ἐὰν τὸ Α κατηγορῆται καὶ τοῦ Β καὶ τοῦ Γ, κατηγορῆται δὲ καὶ τὸ Β τοῦ Γ, εἰδέναι δεῖ ὅτι καὶ τὸ Β τοῦ Α κατηγορεῖται καὶ ἀντιστρέφει. ἐπειδὴ γὰρ τὸ Α κατηγορεῖται τοῦ ΒΓ, τὸ δὲ Β κατηγορεῖται καὶ αὐτὸ ἑαυτοῦ καὶ τοῦ Γ (ἕκαστον γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ κατηγορεῖται· ὁ γὰρ ἄνθρωπος ἄνθρωπός ἐστιν, καὶ ὁ ἵππος ἵππος ἐστίν), εἰ οὖν τὸ Β ἑαυτοῦ καὶ τοῦ Γ κατηγορεῖται, τὸ Β ὡς ἑαυτοῦ κατηγορούμενον παντὶ τῷ Γ ἔσται παρεκτὸς τοῦ Α.3 οἷον ἔστω τὸ Β ἄνθρωπος, τὸ δὲ Γ ζῷον ἔστω· ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, ὁ ἄνθρωπος ζῷόν ἐστιν· οὐκοῦν ὁ ἄνθρωπος διὰ τοῦ ‘ἄνθρωπός ἐστι’ ζῷόν ἐστιν. ὥστε παρεκτὸς τοῦ Α τοῦ Γ κατηγορεῖται τὸ Β. καὶ παρεκτὸς πάλιν τοῦ Γ τὸ Α κατηγορεῖται τοῦ Β διὰ τοῦ κατηγορεῖσθαι αὐτὸ ἑαυτοῦ οὕτως· ἔστω τὸ Α γελαστικὸν καὶ τὸ Β ἄνθρωπος καὶ ἑαυτοῦ κατηγορείσθω οὕτως· ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν· ὁ ἄνθρωπος ἄνθρωπος ὢν γελαστικός ἐστιν· ὁ ἄνθρωπος οὖν διὰ μέσου τοῦ ‘ἄνθρωπός ἐστιν’ γελαστικός ἐστιν. οὕτω καὶ διὰ τὸ αὐτὸ ἑαυτοῦ κατηγορεῖσθαι γίνεται ἀντιστροφὴ ἄνευ τοῦ ἄλλου ὅρου.
“而当Α属于整个Β和Γ,且不述说任何其他事物时。” 他提出了另一个极其惊人的定理。它是这样的:如果Α既被述说于Β也被述说于Γ,并且Β也被述说于Γ,那么必须知道,Β也被述说于Α并且换位。因为既然Α被述说于Β和Γ,而Β既被述说于它自身也被述说于Γ(因为存在的每一事物都被述说于它自身;因为人是人,马是马),那么如果Β被述说于自身和Γ,作为被述说于自身的Β就将在脱离Α的情况下属于每一个Γ。例如,设Β为人,设Γ为动物;人是人,人是动物;因此人通过“是人”而是动物。所以脱离了Α,Β就被述说于Γ。又反过来脱离了Γ,Α通过被述说于自身而被述说于Β,方式如下:设Α为能笑的,Β为人,并设其述说于自身如下:人是人;人既然是人便是能笑的;因此人通过“是人”这中项而是能笑的。这样,即使通过被述说于自身,不借助另一词项也会发生换位。
- 5.256ὡς δὲ ἄλλου μέλλοντος ἀποδείκνυσθαι
带 ὡς 的属格独立结构(ἄλλου μέλλοντος ἀποδείκνυσθαι),表示主观视角的表象:“仿佛另有某事将要被证明一样”。
- 5.258εἰ γὰρ μή, τὸ φθαρτόν
紧缩条件句 εἰ γὰρ μή(“因为如果不这样”),省略了谓语动词 ἀντιστρέφει,后面的 τὸ φθαρτόν 作主语,意为“因为如果不换位,可灭的[将换位]”。
- 5.259παρεκτὸς τοῦ Α
介词 παρεκτός 接属格 τοῦ Α,在此意为“脱离Α”或“在不借助项Α的情况下”。
