- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:467.26-469.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述在第一格全称肯定式(Barbara)和全称否定式(Celarent)中,当两极端换位时中项及各前提如何进行换位,并解释在否定式中小前提为何不能换位。
" Ὅταν δ’ ἀντιστρέφῃ τὰ ἄκρα, ἀνάγκη καὶ τὸ μέσον ἀντιστρέφειν." Ἐντεῦθεν ὁ φιλόσοφος βούλεται εἰπεῖν περὶ τῶν ἀντιστροφῶν τῶν ἐν πρώτῳ σχήματι γινομένων καὶ καταφατικῶν καὶ ἀποφατικῶν καθόλου. καὶ φησὶν ὅτι, εἰ τὸ ἄκρον τῷ ἄκρῳ ἀντιστρέφει καὶ ὑπάρχει τὸ Α παντὶ τῷ Γ καὶ τὸ Γ παντὶ τῷ Α διὰ τοῦ Β, ἀνάγκη καὶ τὸν μέσον ὅρον ἀντιστρέφειν πρὸς τὰ ἄκρα. καὶ ὁ μὲν μείζων ἄκρος ἀντιστρέφει οὕτως·1 τὸ Β παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Α, καὶ τὸ Β παντὶ τῷ Α. οὕτως ὁ μείζων ὅρος. ὁ δὲ ἐλάττων οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Α παντὶ τῷ Β, καὶ τὸ Γ παντὶ τῷ Β. οὕτω καὶ ὁ ἐλάττων. ἐὰν οὖν τὸ ἄκρον τῷ ἄκρῳ ἀντιστρέφῃ, καὶ τὸ μέσον τοῖς ἄκροις ἀντιστρέψει.
“而当两极端换位时,中项也必然换位。” 从此开始,哲学家意在论述在第一格中发生的换位,包括全称肯定的和全称否定的。他说,如果极端与极端换位,且通过Β,Α属于每一个Γ而Γ也属于每一个Α,那么中项也必然与两极端换位。大极端是这样换位的:Β属于每一个Γ,Γ属于每一个Α,所以Β属于每一个Α。大词便是如此。而小极端是这样换位的:Γ属于每一个Α,Α属于每一个Β,所以Γ属于每一个Β。小词也是如此。因此,如果极端与极端换位,中项也必将与两极端换位。
"Καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ὡσαύτως." Ὡσαύτως (ἀντὶ τοῦ ‘ὁμοιοτρόπως’) 〈ὡς〉 εἶπε περὶ τοῦ καθόλου καταφατικοῦ, νῦν λέγει περὶ τοῦ ἀποφατικοῦ ὅτι, ἐὰν ἔστιν τὸ Α μηδενὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ ἄρα Α οὐδενὶ τῷ Γ. πῶς δὲ ἀντιστρέφομεν; οὕτως· τὸ Β παντὶ τῷ Γ, τὸ Β οὐδενὶ τῷ Α, τὸ ἄρα Γ οὐδενὶ τῷ Α. οὕτω διὰ τοῦ δευτέρου σχήματος τὸ συμπέρασμα ἀντιστρέφομεν. τὴν δὲ μείζονα ἀντιστρέφομεν οὕτως, ἵνα λάβωμεν καθ’ ὑπόθεσιν τὴν ἐλάττονα ἀντιστρέφουσαν·2 οἷον τὸ Γ παντὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Α· τοῦτο γὰρ ἐδείχθη· οὐκοῦν τὸ Β οὐδενὶ τῷ Α. οὕτω καὶ τὴν μείζονα πρότασιν. τὴν δὲ ἐλάττονα ἀποδεῖξαι, ὅτι ἀντιστρέφει, οὐ δυνατόν· αἱ γὰρ δύο προτάσεις ἀποφατικαί εἰσιν, ἥ τε τοῦ συμπεράσματος καὶ ἡ τῆς μείζονος προτάσεως· ἐκ δὲ δύο ἀποφατικῶν δειχθῆναί τι ἀδύνατον.
“在不属于的情形下也是同样。” 正如他谈论全称肯定时那样(用以替代“以类似的方式”),他现在就否定命题谈道:如果Α不属于任何Β,而Β属于每一个Γ,那么Α就不属于任何Γ。但我们该如何换位呢?是这样:Β属于每一个Γ,Β不属于任何Α,因此Γ不属于任何Α。我们正是通过第二格以这种方式换位结论的。而我们为了按假设取换位后的小前提,是这样换位大前提的:例如,Γ属于每一个Β,Γ不属于任何Α(因为这已被证明);所以Β不属于任何Α。大前提也是如此。但要证明小前提换位是不可能的;因为这两个前提都是否定的,即结论的前提与大前提的前提;而从两个否定前提中不可能证明任何东西。
"Εἰ δὴ τὸ Β τῷ Α ἀντιστρέφει, καὶ τὸ Γ τῷ Α ἀντιστρέψει." Ἐν τῷ καθόλου ἀποφατικῷ. οὐκέτι δὲ ἀντιστρέφει ἡ ἐλάττων πρότασις, ἀλλ’ ἡ μείζων ἡ ΒΑ. ἐὰν οὖν, φησίν, ἡ ΒΑ πρότασις, τουτέστιν ἡ μείζων, ἀντιστρέφῃ, ἀντιστρέψει καὶ ἡ ΓΑ, τουτέστι τὸ συμπέρασμα. ἀπεσιώπησε δὲ τὴν ΒΓ· οὐ γὰρ ἠδύνατο ἀντιστρέφειν ἡ καταφατική, τουτέστιν ἡ ἐλάττων ἐπὶ τοῦ δευτέρου τρόπου τοῦ πρώτου σχήματος, τῆς μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος ἀποφατικῶν οὐσῶν.
“如果Β确实与Α换位,那么Γ也将与Α换位。” 这是在全称否定中。但换位的不再是小前提,而是大前提ΒΑ。他说,因此,如果ΒΑ前提(即大前提)换位,那么ΓΑ(即结论)也将换位。而他对ΒΓ保持了沉默;因为在第一格第二式中,当大前提和结论是否定时,肯定前提(即小前提)是无法换位的。
"Ἔστω γὰρ τὸ Β μὴ ὑπάρχον ᾧ τὸ Α· οὐδ’ ἄρα τὸ Γ· παντὶ γὰρ ᾧ τὸ Γ καὶ τὸ Β ὑπῆρχεν." Αἱ ὑποθετικαὶ προτάσεις αἱ αὐταί εἰσι ταῖς κατηγορικαῖς· οἷον ἔστω τὸ Β μὴ ὑπάρχον ᾧ τὸ Α,3 τουτέστι τὸ Β οὐδενὶ τῷ Α. εἰ οὖν τὸ Β οὐδενὶ τῷ Α, καὶ τὸ Γ οὐδενὶ τῷ Α· τὸ γὰρ Β παντὶ τῷ Γ. καὶ εἰ τῷ Β τὸ Γ ἀντιστρέφει, ἀντιστρέψει καὶ ἡ ΑΒ καὶ ἡ ΑΓ· τὸ γὰρ Β παντὶ τῷ Γ, καὶ τὸ Β οὐδενὶ τῷ Α· οὐκοῦν τὸ Γ οὐδενὶ τῷ Α. οὕτω τὸ συμπέρασμα. ἡ δὲ μείζων πρότασις οὕτως· τὸ Γ παντὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Α, καὶ τὸ Β οὐδενὶ τῷ Α καὶ τὸ Α οὐδενὶ τῷ Β. οὕτω καὶ ἡ μείζων. ἡ δὲ ἐλάττων οὐ δύναται ἀντιστρέψαι, ὥσπερ καὶ ἐπὶ τοῦ κατηγορικοῦ.
“因为假定Β不属于凡是Α所属于的事物;因此Γ也不属于;因为凡是Γ所属于的每一个事物,Β也是属于的。” 假言命题与直言命题是相同的:例如,“假定Β不属于凡是Α所属于的事物”,也就是Β不属于任何Α。因此,如果Β不属于任何Α,那么Γ也不属于任何Α;因为Β属于每一个Γ。如果Γ与Β换位,那么ΑΒ和ΑΓ都将换位;因为Β属于每一个Γ,且Β不属于任何Α;所以Γ不属于任何Α。结论便是如此。而大前提则是这样:Γ属于每一个Β,Γ不属于任何Α,所以Β不属于任何Α,且Α不属于任何Β。大前提也是如此。但小前提则无法换位,正如在直言情形中一样。
- 5.252καὶ ὁ μὲν μείζων ἄκρος ἀντιστρέφει οὕτως
ὁ μείζων ἄκρος 在语法上意为“大极端”,但从随后给出的推论结构(Β-Γ, Γ-Α ⊢ Β-Α)可见,此处是指大词与中项之间的换位推导(或构成大项关系的换位)。其后紧随的 ὁ δὲ ἐλάττων(小极端)亦是对称使用的。
- 5.253ἵνα λάβωμεν καθ’ ὑπόθεσιν τὴν ἐλάττονα ἀντιστρέφουσαν
在目的从句 ἵνα λάβωμεν 中,分词 ἀντιστρέφουσαν 作为宾格名词短语 τὴν ἐλάττονα(小前提)的补足语,表示“为了按假设取换位后的小前提”。
- 5.255ἔστω τὸ Β μὴ ὑπάρχον ᾧ τὸ Α
与格关系代词 ᾧ 引导省略了先行词 [ἐκείνῳ] 的关系从句,字面意为“假定Β不属于凡是Α所属于的那类事物”,构成了全称否定的条件/假言表述。菲洛波诺斯自己在后文紧接着解释其等同于 τὸ Β οὐδενὶ τῷ Α(Β不属于任何Α)。
