- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:470.22-471.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《前分析篇》卷二第22章(68a21–68a29),阐明在第三格中通过词项换位可以构成得出全称结论的第一格推论,并探讨关于相对立的善恶(健康、财富、疾病、贫困)之间选择次序的比较论证。
" Πάλιν ὅταν τὸ Α καὶ τὸ Β ὅλῳ τῷ Γ ὑπάρχῃ, ἀντιστρέφῃ δὲ τὸ Γ τῷ Β." Ἄλλο θεώρημα παραδίδωσιν ἡμῖν ὁ φιλόσοφος τοιοῦτον, ὅτι ἐὰν τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχῃ, ἀντιστρέφῃ δὲ τὸ Γ τῷ Β, διὰ τῆς ἀντιστροφῆς γίνεται τὸ πρῶτον σχῆμα. πρὶν γὰρ ἀντιστραφῇ, ἔστι τὸ τρίτον σχῆμα· τὸ γὰρ ΑΒ παντὶ τῷ Γ. καὶ εἰ τὸ Γ παντὶ τῷ Β, τῷ δὲ Γ παντὶ τὸ Α, τὸ ἄρα Α παντὶ τῷ Β ἐξ ἀνάγκης ἐκ δύο καθόλου καταφατικῶν. ὥστε καὶ τοῦτο ὀφείλομεν εἰδέναι, ὅτι εἰ ληφθῶσιν ὅροι ἀντιστρέφοντες ἐν τρίτῳ σχήματι, καθόλου καταφατικὸν συνάγει καὶ καθόλου ἀποφατικόν.1
“再次,当Α与Β属于整个Γ,而Γ与Β换位时。” 哲学家向我们提出了另一个定理,内容如下:如果Α与Β属于每一个Γ,而Γ与Β换位,那么通过换位便产生第一格。因为在被换位之前,它是第三格;因为Α与Β属于每一个Γ。而如果Γ属于每一个Β,且Α属于每一个Γ,那么从两个全称肯定命题出发,Α必然属于每一个Β。因此我们也应当知道这一点:如果在第三格中选取换位的词项,它既推导出全称肯定命题,也推导出全称否定命题。
"Ὅταν δὲ δυοῖν ὄντοιν, οἷον τὸ Α τοῦ Β αἱρετώτερον." Ἐν τούτοις ὁ φιλόσοφος ἀκριβῆ καὶ θεῖα παραδίδωσιν. ἔστι δὲ τὸ θεώρημα τοιοῦτον· ἐὰν τὸ Α καὶ τὸ Δ αἱρετά ἐστιν, ἔχουσι δὲ ἀντικείμενα, τὸ μὲν Α ἔχει ἀντικείμενον τὸ Β, τὸ δὲ Δ τὸ Γ, καὶ ταῦτα φευκτά εἰσιν. εἰ δὲ τῶν αἱρετῶν τὸ ἓν μᾶλλον αἱρετώτερον,2 οὐκοῦν καὶ τῶν φευκτῶν τὸ ἓν μᾶλλον φευκτότερόν ἐστιν. οἷον ὡς ἐπὶ παραδείγματος ἔστω ὑγεία καὶ πλοῦτος αἱρετά, νόσος δὲ καὶ πενία φευκτά· ἐὰν 〈οὖν〉 τις τὴν ὑγείαν ὡς μᾶλλον αἱρετὴν ζητῇ, δῆλον ὅτι καὶ τοῦ πλούτου τὸ ἐναντίον ζητεῖ ὡς ἧττον φευκτόν, οἷον τὴν πενίαν· συμφέρει γὰρ ὑγιαίνειν καὶ πένεσθαι ἢ πλουτεῖν καὶ νοσεῖν. ὥστε ἐκλέγονται οἱ ἄνθρωποι τὸ μεῖζον μὲν ἀγαθὸν ἔλαττον δὲ κακὸν ἤπερ τὸ μεῖζον κακὸν ἔλαττον δὲ ἀγαθόν· ἡ γὰρ ὑγεία μεῖζον ἀγαθόν· τὸ γὰρ πλουτεῖν τῶν ἐκτός ἐστι, τὸ δὲ ὑγιαίνειν ἐν ἡμῖν ἐστιν. οὐκοῦν πλέον τις ἕλοιτο τὸ ἴδιον καὶ μεῖζον ἀγαθὸν ἤπερ τὸ ἔξωθεν καὶ ἔλαττον ἀγαθόν. πόθεν δὲ δῆλον ὅτι ἡ ὑγεία μεῖζον ἀγαθόν ἐστιν, αὐτὸς νῦν σαφῶς διδάξει.
“而当有两件事物,例如Α比Β更值得欲求时。” 在这些论述中,哲学家提出了精确而神圣的[学说]。该定理如下:如果Α与Δ是值得欲求的,且它们具有对立者,Α具有对立者Β,Δ具有对立者Γ,并且这些是应当规避的。而如果值得欲求的事物中有一者更加值得欲求,那么应当规避的事物中也有一者更加应当规避。例如,作为例证,设健康与财富是值得欲求的,而疾病与贫困是应当规避的;因此,如果有人将健康作为更加值得欲求的来追求,显而易见,他也将财富的相反者作为较少应当规避的来追求,例如贫困;因为健康而贫困比富有而患病更为有利。所以人们宁愿选择较大的善与较小的恶,而不选择较大的恶与较小的善;因为健康是更大的善;因为富有属于外在事物,而健康则在我们自身之中。因此,人宁可选择自身固有的且更大的善,而不选择外来的且较小的善。至于健康何以显明是更大的善,他本人现在将清楚地予以讲明。
"Εἰ οὖν τὸ Α τῷ Δ ὁμοίως αἱρετόν." Ἐπειδὴ οὖν ἀντίκεινται ἡ ὑγεία καὶ ἡ νόσος, πλοῦτος καὶ πενία, ἦν δέ τινα ἐκλέγεσθαι τῶν ἀντιθέσεων,3 ἐκλέξεται ὑγείαν καὶ πενίαν μᾶλλον, ὑγείαν μὲν ὡς μεῖζον ἀγαθόν, πενίαν δὲ ὡς ἧττον κακόν. πόθεν οὖν δῆλον ὅτι ἡ ὑγεία τοῦ πλούτου μεῖζον ἀγαθόν; ἐὰν οὖν δείξω ὅτι οὔτε ἴσον οὔτε ἔλαττον, λείπεται ὅτι μεῖζον. οἷον εἰ ἦν ἴσον ἡ ὑγεία καὶ ὁ πλοῦτος καὶ ὁμοίως ἀγαθά [ἐντεῦθεν δῆλον], ὁμοίως ἄρα φευκτὰ καὶ τὰ ἀντικείμενα. εἰ δὲ ὁμοίως φευκτὰ τὰ ἀντικείμενα, ὁμοίως ἕξουσι τὸ ΑΓ καὶ τὸ ΒΔ, εἰ ὁμοίως ἔχουσιν. ἐπειδὴ δὲ οὐ φαίνεται τὸ ΒΔ ὁμοίως ἔχειν, οὐκοῦν οὐδὲ τὸ ΑΓ ὁμοίως ἕξει. οὐδὲ ἧττον ἡ ὑγεία τοῦ πλούτου αἱρετή· εἰ γὰρ ἧττον, οὐκοῦν μᾶλλον διωκτὴ ἐγίνετο ἡ νόσος. οὐδεὶς δὲ τῶν εὐφρονούντων αἱρεῖται τὸ μέγα κακὸν καὶ ἧττον ἀγαθόν, ἀλλὰ μᾶλλον τὸ μέγα ἀγαθὸν καὶ ἧττον κακόν· εἰ οὖν ἡ νόσος ἧττον κακὸν καὶ ὁ πλοῦτος μέγα ἀγαθόν, ὤφειλον τοῦτον αἱρεῖσθαι οἱ ἄνθρωποι· ἀλλὰ τοῦτο οὐ βούλονται. ὥστε οὔτε ὁμοίως αἱρετὴ οὔτε ἔλαττον αἱρετὴ ἡ ὑγεία τοῦ πλούτου· λείπεται ἄρα τὸ πλέον αἱρετὴν εἶναι τὴν ὑγείαν.
“因此,如果Α与Δ同样值得欲求。” 既然健康与疾病、财富与贫困互相对立,假若有人必须从这些对立组合中进行挑选,他宁可挑选健康与贫困:健康作为较大的善,而贫困作为较小的恶。那么,健康何以显明是比财富更大的善呢?因此,如果我证明它既非相等亦非较小,剩下的便是它更大。例如,如果健康与财富相等且同等为善,那么对立者也同样应当规避。如果对立者同样应当规避,假若它们处于同等状态,ΑΓ与ΒΔ也处于同等状态。但既然ΒΔ并不显得处于同等状态,那么ΑΓ也不会处于同等状态。健康也绝不比财富更不值得欲求;因为如果更不值得欲求,那么疾病就会变得更加值得追求。然而,有理智的人没有一个会选择大恶与较小的善,而是宁愿选择大善与较小的恶;因此,如果疾病是较小的恶而财富是大善,人们本应当选择这个;但他们并不愿意这样。所以,健康既不与财富同等值得欲求,也不比财富更不值得欲求;剩下的必然是健康更为值得欲求。
- 5.260καθόλου καταφατικὸν συνάγει καὶ καθόλου ἀποφατικόν
动词 συνάγει 的主语在文脉上省略,指“推论”(συλλογισμός)或“格”(σχῆμα),在此作及物动词用,意为“推导出/得出结论”。其宾语为 καθόλου καταφατικόν 与 καθόλου ἀποφατικόν(均为中性单数宾格,分别指代全称肯定命题与全称否定命题)。
- 5.261μᾶλλον αἱρετώτερον
此句属于副词 μᾶλλον 与比较级形容词 αἱρετώτερον 连用的双重比较级结构。尽管在严格语法上属同义反复,但在晚期希腊语和注疏文献中常用于加强比较语气(“更加值得欲求”)。其后的 μᾶλλον φευκτότερον 亦完全同构。
- 5.262ἦν δέ τινα ἐκλέγεσθαι τῶν ἀντιθέσεων
此句为无人称结构,ἦν 相当于 ἔδει 或 ἔξεστι(“必须/可能”),其后接不定式 ἐκλέγεσθαι,宾格不定代词 τινά 作该不定式的逻辑主语。τῶν ἀντιθέσεων 为部分属格,作 ἐκλέγεσθαι 的修饰语(意为“从对立组合中挑选”)。
