← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§466.7-467.25

未现实化知识导致的欺骗与善恶同一推论

本段注解亚里士多德《前分析篇》67b3–26,阐释了拥有全称知识却未将其现实运用于个别事物时所产生的认知欺骗机制,并探讨了假定“善之所是”与“恶之所是”为同一时所引发的推论疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.243

" Ἀλλ’ οὐχ ὡς τῷ ἐνεργεῖν." Τὸ ἀλλ’ οὐχ ὡς τῷ ἐνεργεῖν πρὸς τὰ ἄνω εἴρηται, ὅτι ὁ ὑπονοῶν, ὅτι ἥδε ἡ ἡμίονος κύει, οὐχ ὡς πρὸς τὸ ἐνεργεῖν ἐκ τοῦ καθόλου οἶδεν·1 ἐπεὶ εἰ ἐνήργει, ᾔδει ὅτι οὐ κύει ἐκ τοῦ καθόλου ἐνεργῶν.

“但不是按照付诸现实运用的方式。” “但不是按照付诸现实运用的方式”是针对上文而说的:也就是说,猜想这匹骡子受孕的人,并不是以从全称出发付诸现实运用的方式知晓的;因为如果他付诸现实运用,他就会通过从全称出发付诸现实运用而知晓它并不受孕。

§5.244

"Τὸ γὰρ ἐπίστασθαι λέγεται τριχῶς." Διαίρεσιν ἐνταῦθα παραδίδωσι τῆς ἐπιστήμης καὶ τῆς ἀπάτης, ὅτι τὸ ἐπίστασθαι ἢ περὶ τὸ καθόλου ἢ περὶ τὸ κατὰ μέρος ἢ περὶ ἀμφότερα, τουτέστι τὸ ἐνεργεῖν·2 ἐνεργοῦμεν γὰρ ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ κατὰ μέρος. ὁμοίως οὖν ἀπατώμεθα ἢ τῷ μὴ εἰδέναι τὸ καθόλου ἢ τῷ μὴ εἰδέναι τὸ κατὰ μέρος ἢ τῷ μηδέτερον, τουτέστι μὴ ἐνεργεῖν ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ κατὰ μέρος· διὰ τοῦτο γὰρ κἀκεῖνος ᾠήθη ὅτι ἡ ἡμίονος κύει, διὰ τὸ μὴ ἐνεργῆσαι αὐτὸν ἀπὸ τοῦ καθόλου, ὅτι οὐδεμία ἡμίονος κύει.

“因为知晓按三种方式被言说。” 在此他给出了关于科学知识与欺骗的划分:即知晓要么关乎全称,要么关乎个别,要么关乎二者,也就是付诸现实运用;因为我们是从全称向个别付诸现实运用的。因此,同样地,我们受欺骗要么由于不知晓全称,要么由于不知晓个别,要么由于二者皆非,也就是没有从全称向个别付诸现实运用;因为那个人也是由于这一点而认为骡子受孕,正是由于他自己没有从“任何骡子都不受孕”这一全称命题出发付诸现实运用。

§5.245

"Οὐδὲν οὖν κωλύει καὶ εἰδέναι καὶ ἠπατῆσθαι." Οὐδὲν κωλύει, ὡς διὰ τῶν παραδειγμάτων ἐδείξαμεν, εἰδέναι καὶ ἠπατῆσθαι, εἰδέναι μὲν τὸ καθόλου, ἠπατῆσθαι δὲ περὶ τὸ μερικόν, ἢ τὸ ἀνάπαλιν, εἰ μὴ ἐνεργοίη ἐκ τοῦ καθόλου. καὶ ὅτι οὐδὲν ἐναντίον συνάγει διὰ τὸ μὴ εἰδέναι.

“因此,并不妨碍既知晓又受欺骗。” 正如我们通过各个例子所表明的,并不妨碍既知晓又受欺骗——知晓全称的事物,但在个别事物上受欺骗,或者相反,如果某人没有从全称出发付诸现实运用;并且由于不知晓,并不会推导出任何相反的结论。

§5.246

"Ὑπολαμβάνων γὰρ κύειν τὴν ἡμίονον." Ἠπάτηται, φησίν, ὅτι ἥδε ἡ ἡμίονος κύει, ἐκεῖνος, ὅτι οὐκ ἠδυνήθη ἐνεργῆσαι ἀπὸ τῆς καθόλου τῆς λεγούσης ὅτι οὐδεμία ἡμίονος κύει. διὰ τοῦτο οὖν 〈οὐκ〉 ἐπειδὴ ὑπέλαβε τὴν ἡμίονον κύειν, ἤδη ἐναντίαν ἔχει ἀπάτην·3 ἡ γὰρ ἐναντία ἀπάτη διὰ συλλογισμοῦ γίνεται, ἐκεῖνος δὲ οὐ συνελογίσατο.

“因为认为骡子受孕的人……” 他说,那个人之所以受欺骗认为这匹骡子受孕,是因为他未能从断言任何骡子都不受孕的全称命题出发付诸现实运用。因此,并不是由于他认为骡子受孕,他就已经具有了相反的欺骗;因为相反的欺骗是通过三段论产生的,而那个人并未进行三段论推论。

§5.247

"Ὁ δ’ ὑπολαμβάνων τὸ ἀγαθῷ εἶναι κακῷ εἶναι." Ἕτερόν τι θεώρημα παραδίδωσιν ὁ φιλόσοφος ἐνταῦθα τοιοῦτον. ἐάν τις, φησί, λάβῃ τὸν ὁρισμὸν τοῦ καλοῦ καὶ οἰηθῇ τὸν αὐτὸν εἶναι τοῦ κακοῦ, ὑπονοήσει καὶ αὐτὸς τὸ αὐτὸ εἶναι ἀπαραλλάκτως τὸ ἀγαθὸν τῷ κακῷ, ὅπερ οὐκ ἀληθές. ὁ δὲ φιλόσοφος κακῶς ἔλαβε τοὺς ὅρους οὕτως· τὸ Α, ἀγαθῷ εἶναι, τὸ αὐτὸ τῷ κακῷ εἶναι, λέγω δὴ τῷ Β,4 καὶ τὸ κακῷ εἶναι τὸ αὐτὸ τῷ Γ, ἀγαθῷ εἶναι. καὶ οὐδὲν ἄτοπον ἀκολουθεῖ. διὰ τοῦτο οὖν ὀλίγον ὕστερον ἐρεῖ ‘ἀλλὰ τοῦτο ἀκριβέστερον σκεπτέον’.

“而认为善之所是即恶之所是的人……” 哲学家[亚里士多德]在此给出了另一条这样的定理:他说,如果某人把握了美的定义,并认为它与恶的定义相同,他自己就会猜想善与恶毫无差别地是同一的,而这并非真实。但哲学家这样设定词项是拙劣的:即Α(善之所是)与恶之所是相同(我是指与Β相同),而恶之所是又与Γ(善之所是)相同。并且没有任何荒谬的结论随之而来。因此正因如此,他稍后会说:“但是对此必须更精确地加以考察。”

§5.248

"Ὥσπερ γὰρ εἰ ἦν ἀληθές, καθ’ οὗ τὸ Γ, τὸ Β." Ὥσπερ λέγομεν ἐπὶ ταύτης τῆς ἐκθέσεως τοῦ θεωρήματος, οὕτω καὶ ἐπὶ τοῦ ὑπολαμβάνειν, εἰ ὑπολάβῃ τις ὅτι τὸ Γ ὑπὸ τὸ Β ἐστίν, καὶ τὸ Β ὑπὸ τὸ Α, ὑπολάβῃ ὅτι καὶ τὸ Γ ὑπὸ τὸ Α ἐστὶν ἐξ ἀνάγκης.

“因为正如若是真的:凡断言Γ的,Β[亦断言之]……” 正如我们在这条定理的图式中所说的那样,在认定的情况下也是如此:如果某人认定Γ在Β之下,而Β在Α之下,他就必然认定Γ也在Α之下。

§5.249

"Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ εἶναι." Εἰ τὸ Α τῷ Β ὑπάρχει καὶ τὸ Β τῷ Γ, καὶ τὸ Α ἄρα τῷ Γ ὑπάρξει ἐξ ἀνάγκης.

“在实际存在的情形下也是同样。” 如果Α属于Β,且Β属于Γ,那么Α也必然属于Γ。

§5.250

"Ἆρ’ οὖν τοῦτο μὲν ἀναγκαῖον." Ἆρ’ οὖν, φησίν, εἴ τις δώσει ὅτι τὸ ἀγαθῷ εἶναι τὸ αὐτό ἐστι τῷ κακῷ εἶναι, ἀναγκαῖόν τι καὶ ἀληθὲς συνάγειν οὐκ ἐνδέχεται; ἀλλὰ ψεῦδός ἐστι τὸ ὑπολαμβάνειν τὸ ἀγαθῷ τὸ αὐτὸ εἶναι τῷ κακῷ, εἰ μή τί γε κατὰ συμβεβηκός· οἷον ὅτι τὸ δίκαιον ἀγαθόν ἐστι κατὰ συμβεβηκὸς ὑπονοοῦσί τινες, ὅτι καὶ οὔ, παρὰ τὸ μὴ ἀδικεῖν διὰ τὸ μὴ ἔχειν πλείω.5

“那么这难道是必然的吗……” 他说,那么如果某人承认善之所是即恶之所是,难道就不可能推导出某种必然且真实的东西吗?但是认定善之所是与恶之所是相同是虚假的,除非至少是出于偶性;正如某些人出于偶性而猜想正义是善的一样,因为正义也可以不是[善的],这是基于由于没有拥有更多而不行不义。

§5.251

"Ἐπισκεπτέον δὲ τοῦτο βέλτιον." Εἶπεν ἐπισκεπτέον βέλτιον, ἢ ἐπειδὴ εἶπεν ‘εἰ μή τί γε κατὰ συμβεβηκὸς οἰηθῇ τὸ καλὸν κακὸν εἶναι’, ἢ ὅτι κακῶς ἐξέθετο τοὺς ὅρους τοῦ 〈καλῷ καὶ〉 κακῷ εἶναι ἄνω.

“而对此必须更好地予以考察……” 他说必须更好地考察,要么是因为他说了“除非某人至少出于偶性而认为美是恶的”,要么是因为他此前拙劣地设定了〈美之所是与〉恶之所是的词项。

语法注5 条
  1. 5.243οὐχ ὡς πρὸς τὸ ἐνεργεῖν ἐκ τοῦ καθόλου οἶδεν

    οὐχ ὡς πρὸς τὸ ἐνεργεῖν 是注释者对引文 οὐχ ὡς τῷ ἐνεργεῖν 的变体阐释,作为修饰 οἶδεν 的方式状语短语,意为“并非以从全称出发付诸现实运用的方式知晓”。

  2. 5.244ἢ τῷ μηδέτερον, τουτέστι μὴ ἐνεργεῖν

    τῷ μηδέτερον 与前两项(不知全称、不知个别)并列作为第三种情况;正如紧接其后的 τουτέστι μὴ ἐνεργεῖν ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ κατὰ μέρος 所解释的,它并非指“对两者皆不知”,而是指“未能从全称向个别付诸现实运用”。

  3. 5.246διὰ τοῦτο οὖν 〈οὐκ〉 ἐπειδὴ ὑπέλαβε τὴν ἡμίονον κύειν, ἤδη ἐναντίαν ἔχει ἀπάτην

    根据校勘添加的否定词 〈οὐκ〉,该句理解为“并不是因为他认为骡子受孕,他就因而已经具有了相反的欺骗”。紧随其后的理由分句(相反的欺骗需要三段论,而他并未推论)要求这一否定结构。

  4. 5.247τὸ Α, ἀγαθῷ εἶναι, τὸ αὐτὸ τῷ κακῷ εἶναι, λέγω δὴ τῷ Β

    与格不定词结构(τὸ ἀγαθῷ εἶναι / τὸ κακῷ εἶναι)表示本质定义(“善之所是 / 恶之所是”)。菲洛波诺斯在此将三项分别理解为:词项Α是“善之所是”,词项Β是“恶之所是”,词项Γ亦是“善之所是”。

  5. 5.250παρὰ τὸ μὴ ἀδικεῖν διὰ τὸ μὴ ἔχειν πλείω

    παρά 在此表示根据或理由(“基于”、“出于”),解释了前文为何有人认为“正义不是善的”:即仅仅因为没有拥有更多(力量或财富)而不行不义这一消极事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:466.7-467.25