← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§464.10-466.6

全称知识与个别事物的认识及欺骗机制

斐洛庞努斯阐释了亚里士多德在《前分析篇》67a13–37中关于全称知识与个别事物认识之间关系的论述(三角形内角和、与《美诺篇》回忆说的对比以及骡子受孕的例子),解释了因缺乏对个别事物的感官认知或现实运用而导致欺骗的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.234

" Οἷον εἰ τὸ μὲν Α δύο ὀρθαί." Ὡς ἐπὶ παραδείγματος ποιεῖται τὸν λόγον τοιοῦτον, ὅτι ὑποκείσθω τινὰ εἰδέναι τὰς δύο ὀρθὰς καὶ τὸ καθόλου, ὅτι πᾶν τρίγωνον ἔχει δύο ὀρθαῖς ἴσας· μὴ εἰδείη δὲ ὅτι τόδε τρίγωνόν ἐστιν, οἷον τὸ κεκρυμμένον ὑπὸ τὴν θύραν ἢ τὸν κόλπον· εὑρεθήσεται τὸ μὲν καθόλου εἰδώς, τὸ δὲ μερικὸν οὐκέτι.

“例如,如果Α是二直角……” 他通过例子作了这样的论述:设想某人知晓二直角[这一属性]和全称的事实,即凡三角形都具有等于二直角的[内角];但设想他不知道这一个东西是三角形,例如隐藏在门后或衣服褶皱里的三角形。他将被发现知晓全称的事物,却不再知晓个别的事物。

§5.235

"Τὸ γὰρ εἰδέναι ὅτι πᾶν τρίγωνον δύο ὀρθὰς ἔχει οὐχ ἁπλοῦν ἐστιν." Ὁ εἰδώς, φησίν, ὅτι πᾶν τρίγωνον δύο ἔχει ὀρθὰς οὐχ ἁπλῶς οἶδεν, ἀλλὰ τοῦτο καθόλου· τοῦτο δὲ ἐκ τῶν κατὰ μέρος τριγώνων ὡς καθόλου οἶδεν, ὥστε οὐχ ἕξει τὰς ἐναντίας. ὁ οὖν μὴ βλέπων τὸ κεκρυμμένον τρίγωνον τὸ μὲν καθόλου οἶδε, τὸ δὲ κατὰ μέρος οὐκ οἶδεν· οὔτε γὰρ ὁρᾷ αὐτό, ὥστε οὐδὲ τὰ ἐναντία δοξάσει ὁ τοιοῦτος, ἐπειδὴ μὴ ὁρᾷ.

“因为知晓凡三角形都具有二直角并不是单纯的。” 他说,知晓凡三角形都具有二直角的人,并不是单纯地知晓,而是全称地知晓这一点;他是从个别的三角形中作为全称的事物而知晓这一点的,因此他不会持有相反的[看法]。所以,没有看到隐藏着的三角形的人,知晓全称的事物,却不知晓个别的事物;因为他没有看见它,所以这样的人甚至不会认为有相反的情况,既然他没有看见。

§5.236

"Καὶ ὁ ἐν τῷ Μένωνι λόγος, ὅτι ἡ μάθησις ἀνάμνησις." Λέγει ὁ Πλάτων ἐν τῷ Μένωνι ὅτι αἱ μαθήσεις ἀναμνήσεις εἰσίν. ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι ἡ μάθησις ἀνάμνησις οὐκ ἔστιν· ὁ γὰρ μανθάνων οὐ προεπιστάμενος μανθάνει ἀλλὰ μὴ εἰδώς·1 ὁ δὲ ἀναμιμνησκόμενος προεπιστάμενος ἀναμιμνήσκεται. οὕτως οὐκοῦν καὶ ὁ Μένων ᾔδει τὸ καθόλου, τὸ δὲ καθ’ ἕκαστον ἐμάνθανε διὰ τῆς κατὰ μέρος ἐπαγωγῆς μὴ εἰδώς. ἡμεῖς δὲ λέγομεν ὅτι ἀνάμνησίς ἐστιν ἡ μάθησις, ἐπειδή, πρὶν δεσμευθῇ ἡ ψυχὴ τῷ σώματι, πάντα ᾔδει, δεσμευθεῖσα δὲ ἀναμιμνήσκεται μανθάνουσα.

“以及在《美诺篇》中的论述,即学习是回忆……” 柏拉图在《美诺篇》中说,学习是回忆。而亚里士多德说,学习不是回忆;因为学习者不是在预先知晓的状态下学习,而是在不知晓的状态下学习;回忆者则是在预先知晓的状态下回忆。因此美诺也是这样知晓全称的事物,但由于不知晓具体的事物,他是通过个别的归纳来学习它的。然而我们主张,学习是回忆,因为在灵魂被束缚于身体之前,它知晓一切事物,而在被束缚之后,它在学习中进行回忆。

§5.237

"Ὥσπερ ἀναγνωρίζοντας." Οἴδαμεν, ἐὰν ἴδωμεν τρίγωνόν τι, ὅτι καὶ δύο ὀρθὰς ἔχει.

“犹如重新认识……” 如果我们看见某个三角形,我们就会知道它也具有二直角。

§5.238

"Τῇ μὲν οὖν καθόλου θεωροῦμεν τὰ ἐν μέρει." Πῶς οὖν συμβαίνει γίνεσθαι τὴν ἀπάτην; ἐκ τοῦ τὸ μὲν καθόλου ἡμᾶς εἰδέναι τὸ δὲ κατὰ μέρος μὴ εἰδέναι. καὶ ἐκ τούτου ἀπατώμεθα, οὐκ εἰς ἐναντίον τι ἀπατώμεθα. διὰ τί; ὅτι οἴδαμεν τὸ καθόλου. πῶς δὲ ἀπατώμεθα; ἀγνοοῦντες τὸ κατὰ μέρος.

“因此通过全称的[知识]我们考察处于个别之中的事物。” 那么欺骗是如何产生的呢?由于我们知晓全称的事物而不知晓个别的事物。正由此我们受到欺骗,但并非受骗而走向相反的结论。为什么?因为我们知晓全称的事物。那我们又是如何受骗的呢?由于对个别的事物无知。

§5.239

"Οὐ γὰρ ἐναντία ἡ κατὰ τὸ μέσον." Ὅτι ἡ ἀπάτη ὅτε ἐστὶ γινομένη, οὐ συνάγεται τὸ ἐναντίον.

“因为通过中[项]的[前提]并不是相反的。” 也就是说,当欺骗产生时,并未推导出相反的结论。

§5.240

"Οὐδὲν δὲ κωλύει εἰδότα καὶ ὅτι τὸ Α ὅλῳ τῷ Β ὑπάρχει." Εἰρηκὼς πῶς γίνεται ἀπάτη, νῦν βούλεται εἰπεῖν ὅτι, ἐάν τις εἰδείη τὸ κατὰ μέρος σὺν τῷ καθόλου, οὐκ ἀπατᾶται. οἷον εἴ τις οἶδεν ὅτι οὐδεμία ἡμίονος κύει, εἰδείη δὲ καὶ τόδε τι, ὅτι ἡμίονος ἐξωγκωμένη ἐστὶν ἥδε, οὐκοῦν εἰ καὶ τοῦτο οἶδε, τύχῃ δὲ ἐκεῖνος ἐνεργεῖν τότε ἐκ τῆς καθόλου ὡρμημένος ὑπονοήσεως.2 ἰδὼν δὲ ἡμίονον ἐξωγκωμένην ἔχουσαν τὴν γαστέρα ὑπονοήσει ὅτι κύει, μὴ ἐνεργήσας ἐκ τῆς καθόλου ὅτι οὐδεμία ἡμίονος κύει. οὕτως ἀγνοῶν τις τὸ καθόλου, καθὸ οὐκ ἐνήργησε, τότε ἀπατᾶται πάλιν ὅτι ἥδε ἡ ἡμίονος κύει.

“但是并不妨碍知晓Α属于Β的全体的人……” 在讲了欺骗是如何产生的之后,他现在想说明,如果某人在拥有全称知识的同时也知晓个别的事物,他就不会受欺骗。例如,如果某人知道任何骡子都不受孕,并且也知道这个个别的具体事实,即这匹膨大的是骡子,那么,如果他也知道这一点,而且倘若他在那时出于全称的猜想而将[知识]付诸现实运用[就不会受欺骗]。然而,当他看见一匹肚子膨大的骡子时,他会猜想它受孕了,因为他没有从“任何骡子都不受孕”这一全称命题将[知识]付诸现实运用。这样,由于未能将全称知识付诸现实运用而在该方面对全称无知,他那时就再次在“这匹骡子受孕”上受到欺骗。

§5.241

"Μὴ συνθεωρῶν." Μὴ συσκοπῶν, ὅτι ὑπὸ τὸ καθόλου ἐστὶ τὸ μερικόν, νομίζει κύειν τὴν ἡμίονον.

“没有同时考察……” 由于没有同时考虑个别的事物处于全称事物之下,他就认为这匹骡子受孕了。

§5.242

"Καὶ εἰ τὸ μὲν οἶδε τὸ δὲ μὴ οἶδεν, ἀπατηθήσεται." Ὁμοίως πάλιν, ὃ καὶ εἴρηται ἤδη, ὅτε τὸ καθόλου μὲν οἶδεν, 〈οἷον〉 εἰ οἶδέ τις ὅτι πᾶν τρίγωνον δύο ἔχει ὀρθάς, τόδε δὲ οὐκ οἶδεν ὡς κεκρυμμένον ὅτι ἐστὶ τρίγωνον· οὐδὲν γὰρ ἔξω γινόμενον τῆς ἡμετέρας αἰσθήσεως ἴσμεν τι ἐξ ἀνάγκης περὶ αὐτοῦ. ἀκριβῶς δὲ οἴδαμεν τότε, ὅτε σὺν τῇ καθόλου ἐπιστήμῃ καὶ τὸ μερικὸν εἰδείημεν.

“并且如果他知晓其中之一而不知晓另一个,他就会受欺骗。” 同样,再一次,正如已经说过的,当某人知晓全称的事物,例如某人知道凡三角形都具有二直角,但由于隐藏而不知道这一个是三角形时[就会受欺骗];因为对于落在我们感官之外的任何事物,我们对其必然一无所知。而只有当我们在全称的科学知识之外同时知晓了个别的事物时,我们才能确切地知晓。

语法注2 条
  1. 5.236ὁ γὰρ μανθάνων οὐ προεπιστάμενος μανθάνει ἀλλὰ μὴ εἰδώς

    分词 προεπιστάμενος 与 μὴ εἰδώς 是修饰动词 μανθάνει 的情态附加分词。否定词 οὐ 否定分词 προεπιστάμενος 而非主动词,构成对比:“并非在预先知晓的状态下学习,而是在不知晓的状态下学习”。

  2. 5.240οὐκοῦν εἰ καὶ τοῦτο οἶδε, τύχῃ δὲ ἐκεῖνος ἐνεργεῖν τότε ἐκ τῆς καθόλου ὡρμημένος ὑπονοήσεως

    这是一个条件句没有明确给出结论从句的破格结构(破式)。前文“如果某人知晓全称的同时知晓个别事物便不会受欺骗”被作为隐含的结论,随后通过 ἰδὼν δὲ... ὑπονοήσει 引出“未将其付诸现实运用(μὴ ἐνεργήσας)”时相反的受骗结果并形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:464.10-466.6