- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:462.23-464.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯梳理了在同一切序或不同切序的项中产生的欺骗形式(例如将个别事实混同于全称知识),并论证不可能同时合乎科学地知晓导致矛盾结论的两个前提。
" Πάλιν εἴ τις ἀπατηθείη περὶ τὰ ἐκ τῆς αὐτῆς συστοιχίας." Ἡ πρώτη ἀπάτη πῶς ἐστιν, εἴρηται. δευτέρα ἀπάτη ἐστὶν αὕτη· ὅταν ἐκ τῆς αὐτῆς συστοιχίας ὦσιν οὕτως, τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, εἶτα ὑπονοῇ καὶ ὅτι οὐδενί, συμβαίνει τῷ αὐτῷ τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι.
“再次,如果某人在关于来自同一系列的事物上受欺骗……” 第一种欺骗是怎样的,已经讲过了。第二种欺骗是这样的:每当来自同一系列的事物如此存在,Α属于Β的一切,Β属于Γ的一切,然后又猜想[Α]也不属于[Γ的]任何,就会导致同一事物对同一事物既存在又不存在。
"Ἆρ’ οὖν οὐδὲν ἄλλο ἀξιοῖ ἐκ τούτων ἢ ὃ ἐπίσταται." Ἄλλη ἀπάτη γίνεται ὡς καθόλου τὸ κατὰ μέρος πιστοῦσθαι·1 οἷον καθόλου οἴδαμεν ὅτι οὐδεμία ἡμίονος κύει, καὶ καθόλου οἴδαμεν ὅτι πᾶν τὸ κύον ἐξωγκωμένην ἔχει τὴν γαστέρα· οἴδαμεν δὲ ἡμίονον ἐξωγκωμένην ἔχουσαν τὴν γαστέρα· διὰ μὲν τὸ καθόλου ὅτι ἡμίονος οὐ κύει, διὰ δὲ τὸ ἐξωγκῶσθαι κύειν ὑπονοεῖται. ὥστε μὴ ἔχοντες ἐπιστήμην τοῦ πράγματος ἀπατώμεθα, ἐπειδὴ πᾶν μὲν τὸ κύον ἐξωγκωμένην ἔχει τὴν γαστέρα, οὐ πᾶν δὲ τὸ ἐξωγκωμένην ἔχον τὴν γαστέρα κύει.
“那么,他根据这些所认定的,难道是他所知晓的事物之外的什么吗?” 另一种欺骗是由于把个别的事物当作全称的事物来相信而产生的。例如,我们全称地知道任何骡子都不受孕,我们也全称地知道凡受孕者腹部都膨大;而我们知道一匹腹部膨大的骡子。根据全称的知识,骡子不受孕,但由于腹部膨大,就被猜想为受孕。因此,由于没有关于该事物的科学知识,我们受了欺骗,因为凡受孕者腹部固然都膨大,但并非凡腹部膨大者都受孕。
"Ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος, εἰ μὴ ἐκ τῆς αὐτῆς συστοιχίας τὸ μέσον." Εἰρήκαμεν πόσαι εἰσὶν αἱ ἀπάται. νῦν δὲ βούλεται τοῦτο εἰπεῖν, ὅτι πάντως συμβαίνει τὴν μίαν πρότασιν ἐπιστημονικῶς καθ’ αὑτὸ μὴ εἰδέναι. ἡ γὰρ πρώτη ἀπάτη [ἡ] αὕτη· τῷ ὑπάρχειν τὸ Α καὶ τῷ Β καὶ τῷ Γ, ταῦτα δὲ τὰ δύο τῷ Δ, ἐὰν ὑπονοήσῃ ὅτι τὸ Α καὶ παντὶ καὶ οὐδενὶ τῷ Γ, ὅπερ ψεῦδος, ταύτην τὴν ὑπόνοιαν ἐπιστημονικὴν ἔχειν οὐ δύναται· εἰ γὰρ ἔχει αὐτὴν ἐπιστημονικήν, εὑρεθήσεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὅπερ ἄτοπον. οἷον εἰ οἶδεν ἀκριβῶς ὅτι τὸ Α παντὶ τῷ Β καὶ τὸ Β παντὶ τῷ Δ, καὶ τὸ Α παντὶ τῷ Δ· ὁμοίως δὲ καὶ τοῦτο εἰ ἐπιστημονικῶς εἰδείη, τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ (τοῦτο γὰρ ὑπόκειται), οὐκοῦν καὶ τὸ Α οὐδενὶ τῷ Δ· ἦν δὲ καὶ παντί, ὃ ἐδείχθη διὰ τοῦ Β, ὅπερ ἄτοπον. ὥστε ἀνάγκη τὴν μίαν ἐπιστημονικῶς μὴ οἴεσθαι αὐτὸν εἰδέναι.2 καὶ οὗτος, ἐξ οὗ οὐκ οἶδεν ἐπιστημονικῶς, συνάξει τὸ αὐτὸ τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Μὴ ἐκ τῆς αὐτῆς συστοιχίας. ἐκ τῆς αὐτῆς συστοιχίας λέγει ἀντὶ τοῦ ‘ἵνα μὴ ὦσι κατὰ τάξιν’.
“但在先前所述的情况中,如果中[项]不是来自同一系列……” 我们已经讲过了欺骗共有多少种。而现在他想说的是,必然会出现没有依其自身合乎科学地知晓其中一个前提的情况。因为那第一种欺骗是这样的:在Α既属于Β又属于Γ,而这两个属于Δ时,如果某人猜想Α既属于Γ的一切又不属于任何(这是错误的),他就不能合乎科学地持有这种猜想。因为如果他合乎科学地持有这种猜想,同一事物就会被发现对同一事物既属于又不属于,这是荒谬的。例如,如果他确切地知道Α属于Β的一切且Β属于Δ的一切,因而Α属于Δ的一切;同样,如果他也合乎科学地知道这一点,即Α不属于Γ的任何,且Γ属于Δ的一切(因为这是被设定的),因此Α也不属于Δ的任何;但[Α]曾属于一切,这是通过Β证明了的,这是荒谬的。所以,必然是他不认为自己合乎科学地知晓那一个[前提]。而这个人根据他并非合乎科学地知晓的[前提],就会推导出同一事物对同一事物既属于又不属于。“不是来自同一系列”:他说“来自同一系列”是代替“为了使它们不依序排列”。
"Καθ’ ἑκάτερον μὲν τῶν μέσων ἀμφοτέρας τὰς προτάσεις. " Ἀμφοτέρας, φησί, τὰς προτάσεις οὐκ ἐγχωρεῖ ὑπονοεῖν ἀληθεῖς,3 ὥστε τὸ Α τῷ μὲν Β παντὶ τῷ δὲ Γ οὐδενί, ἢ τὸ ἀνάπαλιν. πῶς γὰρ τὸ αὐτὸ ἐνδέχεται, ὅπου τοῖς δύο οὐ παντὶ ὑπῆρχε τὸ Α, ἀλλὰ τῷ μὲν παντὶ τῷ δὲ οὐδενί; ἐὰν γάρ, φησίν, ἀμφοτέρας ἐπιστημονικῶς λάβωμεν, συμβαίνει ἄτοπόν τι· ἢ γὰρ ἁπλῶς ἐναντίον τι συνάγεται, ἐὰν τὸ καθόλου συναχθῇ, ἢ τὸ ἐναντίον ἐπί τι, ἐὰν τὸ μερικὸν συναχθῇ, οἷον ἀντὶ τοῦ πᾶς τὸ οὐ πᾶς. ταῦτα δὲ ἀμφότερα λέγει τὸ ΒΓ.
“根据两个中[项]中的每一个,两个前提……” 他说,不可能猜想两个前提都是真实的,以至于Α属于Β的一切而不属于Γ的任何,或者反之亦然。因为在Α并非属于两者的一切,而是属于其中之一的一切且不属于另一个的任何的情况下,同一件事怎么可能是容许的呢?因为他说,如果我们合乎科学地取两个前提,就会导致某种荒谬;因为如果推导出全称命题,就会单纯推导出相反命题;如果推导出特称命题,就会推导出部分相反的命题,例如用“并非一切”代替“一切”。而通过“这两者”,他指的是Β和Γ。
"Οὕτω μὲν οὖν οὐκ ἐνδέχεται ὑπολαβεῖν, καθ’ ἑκάτερον δὲ τὴν μίαν." Πάσας ἐπιστημονικῶς εἰδέναι οὐκ ἐνδέχεται· τὰς δὲ δύο ἐπιστημονικῶς εἰδέναι ἢ τὰς τρεῖς οὐδὲν ἄτοπον συμβαίνει, οἷον τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Δ, καὶ πάλιν τὸ Α οὐδενὶ τῷ Γ, μὴ εἰδείη δὲ ἐπιστημονικῶς ὅτι τὸ Γ παντὶ τῷ Δ, ὅπερ ἐστὶ μερικόν. οἷον οἶδε μὲν ἐπιστημονικῶς ὅτι οὐδεμία ἡμίονος κύει· οὐκ οἶδε δὲ εἰ τοῦτο τὸ ἔγκυον ἡμίονός ἐστιν· καὶ συμβαίνει τὸ μὲν καθόλου εἰδέναι αὐτόν, τὸ δὲ κατὰ μέρος οὐκέτι.
“因此,这样设想固然是不可能的,但根据每一个设想其中一个……” 合乎科学地知晓一切[前提]是不可能的;但合乎科学地知晓两个或三个前提,并不导致任何荒谬。例如,Α属于Β的一切,Β属于Δ的一切,又Α不属于Γ的任何,但他并未合乎科学地知晓Γ属于Δ的一切(这是个别的/部分的事情)。例如,他合乎科学地知晓任何骡子都不受孕;但他不知道这头怀孕的[动物]是否是骡子;于是就发生了他知晓全称的事物,却不再知晓个别的事物的情况。
- 5.230ὡς καθόλου τὸ κατὰ μέρος πιστοῦσθαι
连词 ὡς 引导不定式结构,其中 τὸ κατὰ μέρος 作为中动态不定式 πιστοῦσθαι 的主语宾格,καθόλου 作表语用(意为“作为全称的”)。
- 5.231ἀνάγκη τὴν μίαν ἐπιστημονικῶς μὴ οἴεσθαι αὐτὸν εἰδέναι
由非人称句 ἀνάγκη [ἐστί] 支配的宾格不定式结构,αὐτόν 是 οἴεσθαι 的主语宾格,后者又支配 εἰδέναι。否定词 μή 修饰 οἴεσθαι,意为“必然是他不认为自己合乎科学地知晓那一个[前提]”。
- 5.232ἀληθεῖς
作为与 ἀμφοτέρας τὰς προτάσεις 一致的表语宾格(二级表语),与 ὑπονοεῖν 一同构成双宾格结构(意为“猜想两个前提都是真实的”)。
