- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:461.8-462.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
解释在只有两个前提时先从小前提提问的隐蔽技巧、通过对前提提出异议来规避对手反驳的方法,以及因缺乏科学认知而产生欺骗(错误)的机制。
" Ἀπὸ τοῦ μέσου ἄρχεσθαι· μάλιστα γὰρ ἂν οὕτω λανθάνοι." Εἰρηκὼς πῶς κρύψιν ὀφείλομεν ποιεῖν ἐφ’ ὧν πολλαὶ αἱ προτάσεις, τῷ μὴ ἐφεξῆς ἐρωτᾶν, νῦν λέγει πῶς ὀφείλομεν κρύψιν ποιήσασθαι, εἰ ὦσιν αἱ προτάσεις μὴ πολλαὶ ἀλλὰ δύο καὶ διὰ συλλογισμῶν κρίνεται τὸ συμπέρασμα γίνεσθαι. ὀφείλομεν πρῶτον τὴν ἐλάττονα πρότασιν ἐρωτᾶν καὶ οὕτως τὴν μείζονα.
“应当从中[项]开始;因为这样最能不被察觉。” 在说明了在前提众多的情况下,我们应当如何通过不按次序提问来施行隐蔽之后,他现在说明如果前提不多而只有两个,且判定结论是通过推论产生时,我们应当如何施行隐蔽。我们应当首先询问小前提,然后再询问大前提。
"Ἐπεὶ δὲ ἔχομεν πότε καὶ πῶς ἐχόντων τῶν ὅρων." Ἐπειδὴ οἴδαμεν πότε γίνεται καὶ πῶς ὁ συλλογισμός, φανερὸν πότε γίνεται ἔλεγχος ἢ οὐ γίνεται. εἰ γὰρ εἴη ἡ μία ἀποφατικὴ πρότασις ἡ δὲ λοιπὴ καταφατική, ἔλεγχος γίνεται καὶ συλλογισμός, ἢ ἄμφω καταφατικαί, ἤτοι ἐν πρώτῳ ἢ τρίτῳ σχήματι, καὶ οὕτω γίνεται συλλογισμός. ἐπειδὴ δὲ ὁ ἐλέγξαι βουλόμενος τὸ ὑπὸ σοῦ λεγόμενον τὸ ἀντιφατικῶς ἀντικείμενον λαμβάνει τῇ σῇ ὑποθέσει, ἐξ ἀνάγκης εἰδέναι τοῦτο ὀφείλεις καὶ ἐκείνῃ τῇ προτάσει ἐνστῆναι τῇ τὴν σὴν ὑπόθεσιν ἀναιρούσῃ. ἐὰν γὰρ ἐκείνῃ ἐνστῇς, ἀδύνατον γενέσθαι ἔλεγχον· ἄλλο γὰρ οὐ δύναται. οἷον εἰ συνῆξας σὺ τὸ παντί, πάντως αὐτὸς ἢ τὸ οὐδενὶ βούλεται δεῖξαι ἢ τὸ οὐ παντί· οὐκοῦν ἀνθίστασαι τῇ προτάσει τῇ ἀναιρούσῃ τὴν σὴν ὑπόθεσιν τῇ ἀποφατικῇ.
“既然我们掌握了在何时以及诸项处于何种状态时[产生推论]……” 既然我们知道推论在何时以及如何产生,那么反驳在何时产生或不产生就是显而易见的。因为如果一个前提是否定的而另一个是肯定的,就会产生反驳和推论;或者如果两者都是肯定的,要么在第一格要么在第三格中,这样也会产生推论。但既然想要反驳你所说之话的人取了与你的假定相矛盾对立的命题,你就必然应当知晓这一点,并对消除你的假定的那个前提提出异议。因为如果你对那个前提提出异议,反驳就不可能产生;因为他做不到别的。例如,如果你推导出了“属于一切”,他无论如何都想证明“不属于任何”或者“不属于一切”;因此你就反对那条消除你的假定的否定前提。
"Εἰ δὲ μηδὲν συγχωροῖτο." Ἐὰν τὸ ἀντιφατικῶς ἀντικείμενον μὴ συγχωρηθῇ, οὐ γίνεται ἔλεγχος· οὐ γὰρ ἦν συλλογισμὸς ἁπάντων τῶν ὅρων ὄντων στερητικῶν. 〈οἷον〉 ἐὰν ἡμῶν συναξάντων τὸ καταφατικὸν αὐτὸς βούληται τὸ ἀποφατικὸν συνάξαι, εἶτα μὴ δυνηθῶμεν ἐνστῆναι τῇ προτάσει τῇ ἀποφατικῇ (ἐξ ἀνάγκης γὰρ μία πρότασίς ἐστιν ἀποφατική), ἐνστῶμεν τῇ καταφατικῇ καὶ ποιήσωμεν αὐτὴν ἀποφατικήν, καὶ συμβαίνει δύο γίνεσθαι ἀποφάσεις, καὶ ἀσυλλόγιστος ἡ συζυγία.
“如果什么都不被同意……” 如果矛盾对立的命题不被同意,反驳就不会产生;因为在所有的项[即前提]都是否定性的时,推论并不成立。[例如]若在我们推导出了肯定命题之后,他想要推导出否定命题,而此时我们无法对否定前提提出异议(因为必然有一个前提是否定的),那么我们就对肯定前提提出异议并使之成为否定的,于是就会产生两个否定命题,而这种组合是无法构成推论的。
"Εἰ μὲν γὰρ ἔλεγχος, ἀνάγκη συλλογισμὸν εἶναι." Ὁ γὰρ συλλογισμὸς ἐπὶ πλέον1 τοῦ ἐλέγχου.
“因为如果是反驳,就必然是推论。” 因为推论的外延大于反驳。
"Ὡσαύτως δὲ καὶ εἰ μηδὲν τεθείη." Ὥσπερ εἰ ἀμφοτέρας ποιήσεις ἀποφατικάς, οὐδὲν συνάγει ἔτι καὶ οὐ δύναται ἐλέγξαι, οὕτως, εἰ μηδὲν τεθῇ ἐν ὅλῳ2 (ἀντὶ τοῦ ‘εἰ μηδεμία πρότασις τεθῇ καθόλου ἀλλ’ ἄμφω μερικαί’), οὐ δύναται ἔλεγχον συναγαγεῖν· ἐξ ἀμφοτέρων γὰρ μερικῶν ἔλεγχος οὐ γίνεται.
“同样,如果没有任何东西被设定……” 正如如果你把两个前提都变成否定的,他就再也推导不出任何东西且无法进行反驳一样,如果没有任何东西被设定在整体中(意即“如果没有任何前提被设定为全称的,而两者都是特称的”),他也无法推导出反驳;因为由两个特称前提是无法产生反驳的。
"Συμβαίνει δ’ ἐνίοτε καθάπερ ἐν τῇ θέσει τῶν ὅρων." Βούλεται εἰπεῖν περὶ τῆς γιγνομένης ἀπάτης, ὅτι γίνεται ἡ ἀπάτη διὰ τὸ μὴ ἐπιστημονικῶς εἰδέναι τὰ πράγματα. ἡ ἀπάτη δὲ γίνεται οὕτως, ὅταν τὸ αὐτὸ πλείοσιν ὑπάρχῃ καὶ τῷ μὲν δοκῇ καθ’ αὑτὸ ὑπάρχειν, τῷ δὲ λανθάνῃ οἰόμενον3 μηδενὶ ὑπάρχειν. οἷον τὸ Α καὶ παντὶ τῷ Β καὶ οὐδενὶ τῷ Γ· ταῦτα δὲ τὰ ΒΓ ὑπαρχέτωσαν τῷ Δ παντί· εὑρεθήσεται τὸ Α καὶ οὐδενὶ καὶ παντὶ τῷ Δ. καὶ συμβαίνει ἠπατῆσθαί τινα τοῦ μὲν παντὶ οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Δ, τὸ Α παντὶ τῷ Δ. τοῦ δὲ μηδενί· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ, τὸ Α οὐδενὶ τῷ Δ. ὥστε τὸ αὐτὸ τῷ αὐτῷ καὶ οὐδενὶ καὶ παντί. αὕτη μὲν ἡ ἀπάτη. γίνεται δέ, ὡς εἰρήκαμεν, ὅταν τὸ αὐτὸ ἄλλοις τισὶν ὑπάρχῃ καὶ τοῦ μὲν κατηγορεῖται τοῦ δὲ ἀπαρνεῖται, εἶτα ταῦτα τὰ δύο ἀμφότερα κατηγορεῖταί τινος, συμβαίνει δὲ μὴ ἐπιστημονικῶς τοῦτο εἰδέναι.
“但有时发生的情况就像在诸项的设定中一样。” 他想谈论产生的欺骗,即欺骗是由于没有合乎科学地认知事物而产生的。欺骗是这样产生的:每当同一事物属于更多事物,且对其中之一看似是依其自身而属于,对另一个却在认为其不属于任何事物时未被察觉。例如,设Α属于Β的一切且不属于Γ的任何;而让这些Β和Γ属于Δ的一切;Α就会被发现既不属于Δ的任何又属于Δ的一切。而某人受欺骗发生的情况,一方面关于“属于一切”是这样:Α属于Β的一切,Β属于Δ的一切,[故]Α属于Δ的一切;另一方面关于“不属于任何”是这样:Α不属于Γ的任何,Γ属于Δ的一切,[故]Α不属于Δ的任何;从而同一事物对同一事物既不属于任何又属于一切。这就是欺骗。正如我们所说,每当同一事物属于某些别的事物,对其中之一被述说而对另一个被否定,然后这两个事物又都被述说于某一事物,并且发生没有合乎科学地认知这一点的情况时,[欺骗]就会产生。
- 5.226ἐπὶ πλέον
介词短语 ἐπὶ πλέον 是表示逻辑包含关系中“外延更广”、“更具涵盖性”的习惯用法。它对主词 ὁ συλλογισμός 起表语性作用,表明推论(συλλογισμός)作为属概念包含了反驳(ἔλεγχος)这一种概念。
- 5.227ἐν ὅλῳ
针对亚里士多德的原句 ἐν ὅλῳ,注释者用 ἀντὶ τοῦ ‘εἰ μηδεμία πρότασις τεθῇ καθόλου...’(“意即‘如果没有任何前提被设定为全称的……’”)进行了解释。“在整体中”这一表述在此作为逻辑术语,等同于全称(καθόλου)。
- 5.228τῷ δὲ λανθάνῃ οἰόμενον
虽然 λανθάνῃ 的语法主语在形式上是前文的“同一事物”(τὸ αὐτό),但其后却接了宾格分词 οἰόμενον。这构成了与无人称结构(或省略的泛指宾格逻辑主语,即“某人认为……而未被察觉”)的混合句式,表示认知主体误以为其不属于任何事物而在不知不觉中陷入错误。
