← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§459.9-461.7

假的归责与辩证论驳中的防御策略

菲洛波诺斯解释了相同的假可由多个假定产生,并将假结论追溯至最初的前提(66a11–16),进而探讨了辩证对话中防止被推论驳倒的防御方法(不准许重复使用中项),以及通过隐蔽项的次序进行提问从而推论驳倒对手的攻击策略(66a25–33)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.218

" Ἐπεὶ τὸ αὐτό γε ψεῦδος συμβαίνειν διὰ πλειόνων." Φησὶν οὐδὲν ἄτοπον ὅτι καὶ οὔσης καὶ μὴ οὔσης τῆς πρώτης ὑποθέσεως [οὐδὲν] ἀδύνατον συμβαίνει·1 ταὐτὸ γὰρ ψεῦδος πολλάκις συμβαίνει διὰ πολλὰς ὑποθέσεις ψευδεῖς, ὡς αὐτὸς λέγει.

“既然相同的假可以通过更多的[前提]而产生……” 他说,无论最初的假定存在与否,不可能的结果都会产生,这丝毫没有什么荒谬;因为正如他自己所言,相同的假往往由于许多假的假定而产生。

§5.219

"Ὁ δὲ ψευδὴς λόγος γίνεται παρὰ τὸ πρῶτον ψεῦδος." Τοῦτο βούλεται εἰπεῖν, ὅτι ψευδὲς συμπέρασμα γίνεται ἐκ δύο προτάσεων ἢ ἐκ πλειόνων. εἰ μὲν οὖν ἐκ δύο, ἐν θατέρᾳ ἢ ἐν ταῖς δυσὶ τὸ ψεῦδος. εἰ δὲ ἐκ πλειόνων, ἐν ταῖς πρώταις προτάσεσι τὸ ψεῦδος· οἷον εἰ δείκνυται τὸ ΑΒ διὰ τοῦ ΓΔ, τὸ δὲ ΓΔ διὰ τοῦ ΖΗ, εἴη δὲ ψευδὲς τὸ ΑΒ, ψευδεῖς εἰσιν καὶ αἱ ΖΗ· ἐκ τούτων γὰρ συνάγεται καὶ τὸ ΓΔ, ἅτινα ΓΔ συνάγουσι τὸ ΑΒ. ὥστε περὶ τὰς πρώτας προτάσεις εὑρήσεις τὸ ψεῦδος.

“假的论证是因最初的假而产生的。” 他想要表达的是:假的结论产生于两个前提或产生于更多的前提。因此,如果产生于两个前提,那么假存在于其中一个或两个之中。但如果产生于更多前提,假便存在于最初的前提中。例如,如果ΑΒ通过ΓΔ被证明,而ΓΔ通过ΖΗ被证明,且ΑΒ是假的,那么ΖΗ也是假的;因为ΓΔ也是从这些〔前提〕中被推导出来的,而这些ΓΔ又推导出ΑΒ。因此你会在最初的诸前提中发现假。

§5.220

"Πρὸς δὲ τὸ μὴ κατασυλλογίζεσθαι παρατηρητέον." Βούλεται διὰ τούτων εἰπεῖν ὁ Ἀριστοτέλης ὅπως μὴ κατασυλλογίζωνται ἡμῶν.2 καὶ φησὶν ὅτι παρατηρητέον τοῦτο, ὅπως μὴ τὸν αὐτὸν ὅρον πολλάκις λάβοι ὁ προσδιαλεγόμενος· εἰ γὰρ πολλάκις λάβοι, ἢ τῷ μὲν ποιεῖ αὐτὸν ὑποκείμενον τῷ δὲ κατηγορούμενον, καὶ ποιεῖ τὸ πρῶτον σχῆμα, ἢ ἀμφοτέρων λαμβάνει αὐτὸν κατηγορούμενον, καὶ ποιεῖ τὸ δεύτερον σχῆμα, ἢ ἀμφοτέροις ὑποκείμενον, καὶ ποιεῖ τὸ τρίτον σχῆμα. ἐὰν δὲ μὴ λάβῃ δὶς τὸν αὐτὸν ὅρον, οὐδαμῶς δυνατὸν κατασυλλογίσασθαι. ἢ πάλιν εἰ λάβῃ ἀμφοτέρας μερικὰς τὰς προτάσεις, οὐδαμῶς συλλελόγισται. εἰ δὲ βουλόμενος δεῖξαι τὸ καθόλου ἀποφατικὸν λάβῃ μίαν πρότασιν ἀληθῆ ἀποφατικήν, ἡμῶν τῇ καταφατικῇ ἐνισταμένων διὰ τὸ ἄμφω γίνεσθαι ἀποφατικὰς ὁμοίως οὐ συλλελόγισται. λέγει οὖν πρῶτον πῶς ὀφείλομεν μὴ κατασυλλογίζεσθαι· ὕστερον δ’ ἐρεῖ πῶς ἡμεῖς ἄλλους κατασυλλογίσασθαι δυνηθείημεν. καὶ παραγγέλλει ἐπὶ τοῦ ἵνα μὴ κατασυλλογίζωνται ἡμῶν ταῦτα, ἃ ἡμεῖς εἰ ποιήσομεν, κατασυλλογισόμεθα.

“为了不被推论所驳倒,必须留心提防。” 亚里士多德想通过这些话说明人们怎样才能不通过推论驳倒我们。他说必须提防这一点:对话者不可多次取用同一个项;因为如果他多次取用,要么使其对一方作主词而对另一方作谓词,从而构成第一格;要么取其作为两者的谓词,从而构成第二格;要么作为两者的主词,从而构成第三格。但如果他不把同一个项取用两次,就绝不可能通过推论驳倒[对手]。或者反过来,如果他把两个前提都取为特称的,他就绝没有作出推论。如果他想要证明全称否定命题而取了一个真实的否定前提,而我们对肯定前提提出异议以致两者都变成了否定命题,他同样没有作出推论。因此,他首先说明我们应当如何不被推论所驳倒;随后他将说明我们怎样才能通过推论驳倒他人。而为了让人们不通过推论驳倒我们,他所指示的正是这些如果我们自己去做便能推论驳倒[对方]的事项。

§5.221

"Ἐπειδήπερ ἴσμεν ὅτι ἄνευ τοῦ μέσου συλλογισμὸς οὐ γίνεται." Ἐὰν τὸν μέσον ὅρον οὐ δῶμεν εἰς τὸ ληφθῆναι δὶς ἀλλ’ ἅπαξ, τῇ δὲ ἄλλῃ προτάσει ἐνστῶμεν, ἵνα μὴ ληφθῇ δίς, οὐ γίνεται συλλογισμός· ἄνευ γὰρ τοῦ μέσου ὅρου συμπέρασμα γενέσθαι οὐ δύναται. πῶς δὲ ὀφείλομεν τηρεῖν τὸν μέσον ὅρον καὶ μὴ διδόναι ἐν ἑκάστῳ σχήματι, δῆλον. εἰ γὰρ βούλεταί τι ἐν πρώτῳ σχήματι συνάξαι, εἰ λάβῃ αὐτοῦ τὸν μέσον ὅρον ἢ ὑποκείμενον τῷ ἄκρῳ ἢ κατηγορούμενον, παραχωρῶμεν. εἰ δὲ λάβῃ ὥστε τῷ μὲν ὑποκεῖσθαι τοῦ δὲ κατηγορεῖσθαι τὸν μέσον ὅρον, τότε ἐνστῆναι ὀφείλομεν καὶ μὴ συγχωρεῖν τῇ μιᾷ προτάσει· ἐὰν γὰρ μὴ συγχωρήσωμεν δὶς αὐτὸν ληφθῆναι, οὔτε συλλογισμὸν ποιήσει. τοῦτο δὲ οὐκ ὀφείλει ἡμᾶς λαθεῖν, εἴτε ἐν πρώτῳ ἢ δευτέρῳ ἢ τρίτῳ βούλεται συλλογίσασθαι σχήματι, ἐπειδὴ ἡμεῖς ὑπέχομεν τὸν λόγον, ὁ δὲ ὑπέχων τὸν λόγον οὗτός ἐστιν ὁ δυνάμει τὸ συμπέρασμα συνάγων·3 τῇ γὰρ ἐκείνου θέσει ἕπεται τὸ συμπέρασμα.

“因为我们知道,没有中项推论便无法产生。” 如果我们不准许中项被取用两次而只准许一次,并对另一个前提提出异议以使它不被取用两次,推论就不会产生;因为没有中项,结论就不可能产生。而在各个格中应当如何留心中项并不予以准许,这是显而易见的。因为如果他想在第一格中推导某种结论,若他将其中的中项取为对端项的主词或者取为谓词,我们就予以让步。但如果他取用中项使其对一方作主词而对另一方被述说,那么我们就应当提出异议,而不承认这一个前提;因为如果我们不准许它被取用两次,他也无法构成推论。而无论他是想在第一格、第二格还是第三格中进行推论,这一点都不应逃过我们的注意,因为是我们承担着论辩,而承担论辩的人正是潜在地推导出结论的人;因为结论是随那个人的设定而来的。

§5.222

"Χρὴ δὲ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινομένους.4" Εἰρηκὼς ὅτι οὐκ ὀφείλομεν δὶς τὸν αὐτὸν ὅρον συγχωρεῖν διὰ τὸ μὴ λαμβάνειν τὸν κατασυλλογιζόμενον ἡμῶν ὃ βούλεται, νῦν λέγει πῶς ἄν οἱ κατασυλλογιζόμενοι κατασυλλογίσασθαι δύνωνται, ἐὰν κρύψιν τῆς τάξεως τῶν ὅρων ποιήσωνται, ἵνα νομίσῃ ὁ προσδιαλεγόμενος ἀσυναρτήτους εἶναι τὰς προτάσεις καὶ ὁμολογήσῃ, εἰ διὰ πλειόνων προτάσεων δείκνυται τὸ αὐτό. οἷον εἰ δείκνυται ὅτι τὸ Α τῷ Ζ ὑπάρχει διὰ μέσου τοῦ Β Γ Δ Ε, εἰ ἐρωτᾷς, μὴ ἐφεξῆς ἐρωτήσῃς, ἐπεὶ αἰσθάνεται τοῦ συμπεράσματος ὁ προσδιαλεγόμενος καὶ οὐκέτι συγχωρεῖ γενέσθαι τὸ συμπέρασμα, ἀλλ’ οὕτως ἐρωτητέον, εἰ τὸ Α τῷ Β, εἰ τὸ 〈Γ τῷ Δ, εἰ τὸ〉 Ε τῷ Ζ, πάλιν εἰ τὸ Β τῷ Γ, πάλιν εἰ τὸ Δ τῷ Ε, καὶ οὕτως ὕστερον ὁμολογήσαντος αὐτοῦ ἐφεξῆς ἐρεῖς τὸ συμπέρασμα. οὕτως, εἰ διὰ πολλῶν προτάσεων γίγνοιτο ὁ συλλογισμός.

“但是,正应当[做]我们指示应答者所防备的事情……” 在说明了为了不让推论驳倒我们的人获得其所期望的东西,我们不应两次同意同一个项之后,他现在说明那些想要推论驳倒他人的人怎样才能进行驳倒:如果同一事项是通过更多前提来证明的,只要他们对诸项的次序进行隐蔽,以便对话者认为诸前提毫无关联并表示同意[即可]。例如,如果证明Α通过中项Β、Γ、Δ、Ε属于Ζ,那么在提问时,不要按次序提问,因为对话者会察觉到结论,便不再同意结论产生;而是应当这样提问:Α是否属于Β,[Γ是否属于Δ,]Ε是否属于Ζ,再问Β是否属于Γ,再问Δ是否属于Ε;这样在他随后同意之后,你再按次序陈述结论。如果推论是通过许多前提产生的,情况就是这样。

语法注4 条
  1. 5.218οὐδὲν ἄτοπον ὅτι καὶ οὔσης καὶ μὴ οὔσης τῆς πρώτης ὑποθέσεως [οὐδὲν] ἀδύνατον συμβαίνει

    οὐδὲν ἄτοπον [ἐστί] 为主节,ὅτι 从句引出实际主语。文本中的方括号 [οὐδὲν] 是校勘者删去的手抄本抄写讹误或赘笔;ὅτι 从句内部以 ἀδύνατον 为主语,支配动词 συμβαίνει。

  2. 5.220ὅπως μὴ κατασυλλογίζωνται ἡμῶν

    动词 κατασυλλογίζομαι(通过推论驳倒、压制)在此支配所针对之人的属格(ἡμῶν),意为“在推论上压制我们/驳倒我们”。主语为不定的第三人称复数(“人们”、“论敌”)。

  3. 5.221ὁ δὲ ὑπέχων τὸν λόγον οὗτός ἐστιν ὁ δυνάμει τὸ συμπέρασμα συνάγων

    ὑπέχω τὸν λόγον 是辩证问答中的专门用语,意为“承担论辩”、“作为应答者”。述语部分的 ὁ δυνάμει τὸ συμπέρασμα συνάγων 表明,应答者通过承认并设定各前提,潜能上正是使结论得以推导出来的责任者。

  4. 5.222Χρὴ δὲ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινομένους

    引文(lemma)的句法结构:宾格 ἀποκρινομένους 既受 παραγγέλλομεν 支配,又是不定式 φυλάττεσθαι 的逻辑主语(“应答者防备……”)。关系代词 ὅπερ 是 φυλάττεσθαι 的宾语,同时也作为主节 χρὴ [ποιεῖν] 中省略的不定式的宾语被前置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:459.9-461.7