- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:44.20-46.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了亚里士多德为何列出必然而非不可能,论证了“实相”并非独立的样式而是指称无样式的命题,阐明了命题换位讨论中排列顺序的理据,并计算出命题的全部十八种种属。
ἀλλὰ ζητοῦσί τινες διὰ τί ὅλως τοῦ ἀναγκαίου ἐμνημόνευσε καὶ μὴ τοῦ ἀδυνάτου, εἴγε ἰσοδυναμοῦσιν ἐναντίως ἀποδιδόμενοι.1 φαμὲν ὡς τιμιωτέρου ἐμνήσθη τοῦ ἀναγκαίου· ὁ μὲν γὰρ ἀναγκαῖος ὕπαρξιν σημαίνει, ὁ δὲ ἀδύνατος στέρησιν· ἡ δὲ ὕπαρξις τῆς στερήσεως τιμιωτέρα. ἀλλὰ μὴν καὶ ὁ ὑπάρχων δίκην ὕλης τοῖς τρόποις ὑπέστρωται·2 εἰ γὰρ ὁ ὑπάρχων δηλοῖ τὸ εἶναι, λέγεται δὲ καὶ ὁ ἀναγκαῖος καὶ ὁ ἐνδεχόμενος εἶναι, δῆλος ἂν εἴη οὗτος τοῖς λοιποῖς ὑπεστρωμένος. καὶ οὕτως οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον εἰρῆσθαι τῷ φιλοσόφῳ ἀποδέδεικται. ἔτι πρὸς τούτοις ἐροῦμεν· εἰ τὸν ὑπάρχοντα τρόπον εἰσδεξόμεθα, ἐν δὲ τῷ προκειμένῳ βιβλίῳ περὶ τῆς ἀντιστροφῆς τῶν προτάσεων διαλαμβάνει ὡς συμβαλλομένης αὐτῷ εἰς τὸν περὶ συλλογισμῶν λόγον, τῶν δὲ ἄνευ τρόπου προτάσεων οὐδαμοῦ μνήμην ἐνταῦθα ἐποιήσατο, οἱ δὲ συλλογισμοὶ οὐ μόνον εἰσὶ μετὰ τρόπου ἀλλὰ καὶ ἄνευ τρόπου, δῆλον ὅτι ἀτελὴς ἔσται ἡ περὶ συλλογισμῶν πραγματεία. οὐ μόνον δὲ αὕτη ἀλλὰ καὶ ἡ Περὶ ἑρμηνείας ἀτελὴς ἔσται· οὐ γὰρ ἐμνήσθη ἐκεῖσε τοῦ ὑπάρχοντος τρόπου. φαμὲν οὖν ὅτι τὸν ὑπάρχοντα προσέθηκε δηλῶν τὰς ἄνευ τρόπου προτάσεις· οὕτω γὰρ τὸ εἶναι εἴωθε καλεῖν. ἀμέλει γοῦν ἐν τῷ Περὶ ἑρμηνείας, πρὶν ἢ ὅλως περὶ τρόπου διαλεχθῆναι ἢ περὶ προτάσεως ὅλως, μέλλων παραδιδόναι τὰς ἀντιφατικῶς ἀντικειμένας καταφάσεις καὶ ἀποφάσεις οὕτω φησὶν “ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον”, τουτέστιν ‘ἐπειδὴ καὶ τὸ ὂν ἔστιν ἀποφαίνεσθαι μὴ ὂν καὶ τὸ μὴ ὂν’. ὥστε τὸ ὑπάρχον ἀντὶ τοῦ ὄντος παρέλαβε. δέδεικται ἄρα ὅτι τὰς ἄνευ τρόπου προτάσεις διὰ τοῦ ὑπάρχοντος δηλοῖ τὰς τὸ ἔστιν ἐχούσας εἴτε δυνάμει εἴτε ἐνεργείᾳ. εἰ δέ τις εἴποι ὅτι ἐκεῖ περὶ πασῶν τῶν προτάσεων διελέγετο, ψευδῶς ἐρεῖ· προελθὼν γὰρ καὶ γενόμενος ἐν ταῖς μετὰ τρόπου προτάσεσι τὸ αὐτὸ ζητεῖ λέγων οὕτως “τούτων δὲ διωρισμένων σκεπτέον ἐφεξῆς ὅπως ἔχουσιν αἱ καταφάσεις 〈καὶ ἀποφάσεις〉 πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν εἶναι”· ὡς εἴγε περὶ πασῶν εἰρήκει, οὐκ ἂν ἐδεήθη τοῦ νῦν λόγου.3 ἄλλως τε εἰ μὴ οὕτω νοήσομεν, συμβήσεται τὸν φιλόσοφον, ὡς ἤδη ἡμῖν εἴρηται, ἢ ἐν τῷ Περὶ ἑρμηνείας ἐλλιπῶς εἰρηκέναι ἢ ἐνταῦθα περιττολογεῖν. καὶ ὅτι ἑπόμενα τῷ αὐτοῦ σκοπῷ λέγομεν, μαρτυρεῖ καὶ ἐνταῦθα τὰ παρ’ αὐτοῦ εἰρημένα· λέγει γὰρ οὕτως ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν καὶ τὰ ἑξῆς. ὥστε εἰ πᾶσα, δῆλον ὅτι καὶ αἱ ἄνευ τρόπου προτάσεις· εἰ γὰρ τῶν μετὰ τρόπου προτάσεων μόνων ἐβούλετο παραδοῦναι παραδείγματα, οὐκ ἂν ἔλεγε πᾶσα. Πρὸς τούτοις ζητῆσαι ἄξιον διὰ ποίαν αἰτίαν τοιαύτῃ τάξει προτάσεων ἐχρήσατο ὁ Ἀριστοτέλης καὶ προτάττει μὲν τὴν καθόλου ἀποφατικήν, δευτέραν δὲ τίθησι τὴν καθόλου καταφατικήν, τρίτην δὲ τὴν μερικὴν καταφατικήν, τετάρτην δὲ τὴν μερικὴν ἀποφατικήν. καὶ πρότερον ζητήσωμεν τίνος χάριν ἡ καθόλου ἀποφατικὴ προτέτακται τῆς καθόλου καταφατικῆς καίτοι τιμιωτέρας οὔσης. ἐροῦμεν οὖν ὅτι οὐ καθὸ ἀπόφασις προτετίμηται τῆς καταφάσεως, ἀλλὰ καθὸ αὐτὴ μὲν πρὸς ἑαυτὴν ἀντιστρέφει, ἡ δὲ καθόλου κατάφασις οὐκέτι πρὸς ἑαυτὴν ἀλλὰ πρὸς τὴν μερικὴν καταφατικήν. καὶ τίνος χάριν μὴ προτέτακται τῆς καθόλου καταφατικῆς μὴ ἀντιστρεφούσης πρὸς ἑαυτὴν ἡ μερικὴ καταφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφουσα; ἐροῦμεν ὅτι, εἰ καὶ πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ μερικὴ καταφατική, ἀλλ’ οὖν διὰ τὸ καθόλου ἡ ἑτέρα προτετίμηται. τελευταία δὲ πασῶν ὑπόκειται ἡ μερικὴ ἀπόφασις εἰκότως διὰ τὸ πρὸς μηδεμίαν ὡρισμένως αὐτὴν ἀντιστρέφειν. πρότερον δὲ ὁ φιλόσοφος διὰ παραδειγμάτων δείκνυσι τὰς ἀντιστροφὰς τῶν προτάσεων καὶ τότε διὰ καθολικῶν ἀποδείξεων. Ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν. ἐνταῦθα πάσης προτάσεως τὸ εἶδος παραδίδωσι, καὶ σκεπτέον οὕτως· εἰσὶν οἱ τρόποι τρεῖς, ὑπάρχων, ἀναγκαῖος, ἐνδεχόμενος (λεγέσθω δὲ πρὸς σαφήνειαν καὶ ὁ ὑπάρχων τρόπος)· ὁ γὰρ ἀδύνατος ἐμπεριέχεται τῷ ἀναγκαίῳ καὶ ὁ δυνατὸς τῷ ἐνδεχομένῳ. ὄντων οὖν τῶν τρόπων τριῶν καὶ πολλαπλασιαζομένων κατὰ τὸ καταφατικὸν καὶ ἀποφατικὸν γίνονται αἱ πᾶσαι ἕξ, αἵτινες πολλαπλασιαζόμεναι κατὰ τὸ ποσόν, τὸ καθόλου, τὸ μερικόν, τὸ ἀδιόριστον, ποιοῦσι τὰ πάντα προτάσεων εἴδη δεκαοκτώ. τοσαῦτα οὖν εἰσιν εἴδη προτάσεων καὶ οὔτε πλείονα οὔτε ἐλάττονα. Καθ’ ἑκάστην πρόσρησιν ἀντὶ τοῦ ‘καθ’ ἑκάστην τρόπου προσθήκην’.
但有些人探究:如果以相反方式对应时它们具有同等效力,为什么他根本上提及了必然而不是不可能。我们说,他是作为更尊贵者而提及了必然;因为必然表示存在,而不可能表示缺失,而存在比缺失更尊贵。此外,实相也如同质料一样垫在诸样式之下;因为如果实相表明“存在”,而必然与偶然也被说成“存在”,那么显而易见实相垫在其余样式之下。这样,就证明了哲学家既未说出任何多余之事,也未有任何缺漏。此外我们还将说:如果我们把实相接受为一种样式,而他在本书中探讨命题的换位是因其有助于关于三段论的讨论,但他在此处完全未提及无样式的命题,而三段论不仅有带样式的,也有无样式的,那么显而易见,关于三段论的论著将是不完备的。不仅这部论著是不完备的,而且《解释篇》也将是不完备的;因为他在那里并未提及实相样式。因此我们说,他添加实相是为了表明无样式的命题;因为他习惯于如此称呼“存在”。无论如何,在《解释篇》中,在根本未谈及样式或根本未谈及命题之前,当他准备讲授矛盾对立的肯定和否定时,他这样说道:“既然将属于的事物表述为不属于,将不属于的事物表述为属于也是可能的”,也就是说,“既然将存在者表述为非存在,将非存在者[表述为存在]也是可能的”。所以,他用“属于者”代替了“存在者”。因此已经证明,他通过“实相”表明的是无样式的命题,即那些潜能地或现实地带有“是”的命题。如果有人说他在那里是在讨论所有命题,那他就说错了;因为在进一步推进并进入带样式的命题之后,他探究着同一件事,这样说道:“在规定了这些之后,接下来必须考察可能存在与不可能存在的肯定[与否定]彼此之间具有怎样的关系”;因为若他确实已经谈及了全部,他本不需要如今的讨论。此外,如果我们不这样理解,正如我们已经说过的,就会得出哲学家要么在《解释篇》中说得有所欠缺,要么在此处冗赘多言。而我们所说的符合他的主旨,这一点也由他在此处所说的话作证;因为他这样说:“既然每一个命题要么是属于……”等等。所以,如果是“每一个”,显而易见无样式的命题也包含在内;因为如果他只想给出仅带样式的命题的例子,他就不会说“每一个”。 除此以外,值得探究的是,亚里士多德究竟出于何种原因采用了这样一种命题次序,即先列出全称否定命题,次列出全称肯定命题,第三列出特称肯定命题,第四列出特称否定命题。我们先探究为何全称否定命题被置于全称肯定命题之前,尽管后者更为尊贵。我们回答说,它之所以优先于肯定,并非因其为否定,而是因其自身与自身换位,而全称肯定则不再与自身换位,而是与特称肯定换位。那么,为何与自身换位的特称肯定没有置于不与自身换位的全称肯定之前呢?我们回答说,即便特称肯定与自身换位,但另一者因其全称性而受到优先对待。而特称否定理所当然被置于所有命题的最后,这是因为它不与任何命题确定地换位。哲学家首先通过例证展示命题的换位,然后再通过普遍的论证来展示。 “既然每一个命题是……”。在此处他给出了每一种命题的种,应当这样考察:样式有三种:实相、必然、偶然(为了明晰起见,实相也被称为样式);因为不可能被包含在必然之中,可能被包含在偶然之中。因此,既然样式有三种,并按照肯定和否定相乘,总共成为六种;这些再按照量——全称、特称、不定——相乘,总共构成十八种命题。因此命题的种就有这么多,既不多也不少。 “按照每一种述说”代替了“按照样式的每一次附加”。
- 1.23εἴγε ἰσοδυναμοῦσιν ἐναντίως ἀποδιδόμενοι
分词短语 ἐναντίως ἀποδιδόμενοι 带有条件意味(“若以相反方式相对应”)。此处依据《解释篇》第13章中关于必然与不可能的等值关系(“必然存在”等于“不可能不存在”),说明两者在否定项置换对应的前提下具有等同效力(ἰσοδυναμοῦσιν)。
- 1.23ὁ ὑπάρχων δίκην ὕλης τοῖς τρόποις ὑπέστρωται
δίκην 为名词宾格作副词用法,支配属格 ὕλης,意为“如同质料一般”。ὑπέστρωται 为现在完成时被动态(“作为基础垫在……之下”),与格 τοῖς τρόποις 是其间接宾语(“对诸样式而言”)。
- 1.23ὡς εἴγε περὶ πασῶν εἰρήκει, οὐκ ἂν ἐδεήθη τοῦ νῦν λόγου
ὡς 是引出推论依据的连词,统领后面的与事实相反的条件句(条件从句 εἴγε εἰρήκει 为过去完成时直陈语气,主句 οὐκ ἂν ἐδεήθη 为带 ἄν 的不定过去时直陈语气),意为“因为若他确实已经谈及了全部,他本不需要如今的讨论”。
