- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:457.12-459.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《前分析篇》卷二第17章(65b4–66a3),阐明归谬法中“非因”(并非因由此)产生的两种原因:其中项互不连接,或者项虽连续但谬误由其他虚假前提所致,并结合芝诺悖论与字母端项进行了具体分析。
" Οὐκ ἔστιν εἰπεῖν ὡς οὐ παρὰ τὸ κείμενον." Ὅταν ἀκολουθήσῃ ἀδύνατον ἐπὶ τῶν δεικτικῶς δεικνυμένων, οὐ δυνατὸν εἰπεῖν ἡμᾶς ὅτι οὐ συνήχθη τοῦτο παρὰ τὰς προτάσεις. τὸ δὲ μὴ παρὰ τοῦτο ἐρεῖς ἐπὶ τῆς μὴ παραλαμβανομένης προτάσεως τοῦ ἀδυνάτου,1 ὡς ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ.
“不能说是并非因设定之事。” 每当在直言证明的事项中随之出现不可能的结果时,我们不可能说这是并非因诸前提而被推导出来的。但是对于并未被纳入不可能结果之中的前提,你将说“并非因由此”,正如在颜色和白的情况中一样。
"Ὅταν ἀναιρεθέντος τούτου μηδὲν ἧττον." Ἐκείνην λέγομεν τὴν πρότασιν μὴ παρὰ τοῦτο τὴν μὴ παραλαμβανομένην ἐν τῷ συλλογισμῷ. οὐ μέντοι διὰ ταύτην ἧττον συμβαίνει συλλογίσασθαι τὸ προκείμενον, ὅπερ συμβαίνει ἐπὶ τοῖς δεικτικοῖς· ἐπὶ γὰρ τούτων εἰ μὴ ληφθῇ 〈ἡ〉 πρότασις, οὐδὲ ὁ συλλογισμὸς γίνεται ὁ πρὸς τὴν πρότασιν.
“当去掉这一点,却丝毫不少于……” 我们把在推论中未被纳入的那个前提称为“并非因由此”。然而,并不因这个[前提]而使得推导出所提出的事项有丝毫减少,而这正是在直言证明中所发生的;因为在直言证明中,如果不假定[该]前提,针对该前提的推论也就无法产生。
"Φανερὸν οὖν ὅτι ἐν τοῖς εἰς τὸ ἀδύνατον λέγεται τὸ μὴ παρὰ τοῦτο." Ὥσπερ πόρισμα ἔλαβεν εἰπὼν ‘τὸ μὴ παρὰ τοῦτο λέγεται, ὅτε ἀδύνατόν τι συμβαίνει’, καὶ πάλιν δὲ ‘τότε λέγομεν τὸ μὴ παρὰ τοῦτο, ὅτε ἐκείνης τῆς προτάσεως καὶ οὔσης καὶ μὴ οὔσης οὐδὲν ἧττον τὸ ἄτοπον συμβαίνει’.
“因此显然,在归谬法中才说‘并非因由此’。” 他像得出一个推论那样总结道:“当某种不可能之事发生时,才说‘并非因由此’”,以及“当无论那个前提存在与否,荒谬之事都同样发生时,我们才说‘并非因由此’”。
"Ὅταν ἀπὸ τῆς ὑποθέσεως ἀσύναπτος ᾖ." Διὰ δύο αἰτίας γίνεται τὸ μὴ παρὰ τοῦτο, μίαν μέν, ἤτοι ὅταν οἱ μέσοι ὅροι μὴ συνάπτωσι πρὸς ἑαυτούς, ὡς εἴ τις βουληθῇ τὸν Ζήνωνος λόγον 〈ἐλέγχων〉, ὅτι οὐκ ἔστι κίνησις, λαμβάνειν ὅτι ἀσύμμετρος ἡ διάμετρος. ἔλεγε δὲ Ζήνων μὴ εἶναι τὴν κίνησιν ἀπὸ τοῦ λαμβάνειν μὴ γίνεσθαι τὸ τέλος τῆς ὁδοῦ μὴ τοῦ μέσου ληφθέντος,2 καὶ πάλιν ἐκείνου μὴ τοῦ μέσου, καὶ τοῦτο εἰς ἄπειρον· τὸ δὲ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ γενέσθαι οὐ δυνατόν· ὥστε ἀνῄρηται ἡ κίνησις. οὕτως ὁ Ζήνωνος λόγος. διὰ μίαν οὖν αἰτίαν γίνεται, ὅταν μὴ συνάπτωνται οἱ μέσοι ὅροι πρὸς ἑαυτούς.
“当从假定出发是无联系之时。” “并非因由此”的产生是由于两个原因:其一,即中项彼此之间并不联系,例如如果有人[反驳]芝诺关于运动不存在的论证时,想要假定对角线是不可通约的。而芝诺曾说运动不存在,是由于假定如果不先达到中点就无法达到路程的终点,而对于那个[中点]如果不先达到中点也是如此,并且这至于无穷;而在有限的时间内不可能经历无穷;因此运动被否定了。芝诺的论证就是这样。因此,当诸中项彼此并不联系时,是由于这一个原因产生的。
"Ἄλλος δὲ τρόπος, εἰ συνεχὲς μὲν εἴη τὸ ἀδύνατον τῇ ὑποθέσει, μὴ μέντοι δι’ ἐκείνην συμβαίνοι." Ἡ δευτέρα αἰτία τοῦ γίνεσθαι τὸ μὴ παρὰ τοῦτο, ὅταν συνδέωνται μὲν οἱ μέσοι ὅροι, μὴ μέντοι διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν συμβαίνῃ τι ἄτοπον, ὡς ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ καὶ τοῦ πτηνοῦ καὶ τοῦ κόρακος.
“另一种方式则是,如果不可能之事虽与假定连续,却并非因它而产生。” “并非因由此”产生的第二个原因,是诸中项虽然连接在一起,但某种荒谬之事并非因最初的假定而产生,正如在颜色、白、有翼者和乌鸦的情况中一样。
"Τοῦτο γὰρ ἐγχωρεῖ γενέσθαι καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω." Οἷον ἐπὶ τὸ ἄνω τὸ ΑΒ, ἐπὶ τὸ κάτω τὸ ΓΔ, ἢ ἐπὶ τὸ ἄνω τὸ Α τῷ Β,3 ἐπὶ τὸ κάτω τὸ Β τῷ Γ, τὸ Γ τῷ Δ, ὥστε εἶναι τὸ Β τῷ Δ. Καὶ ἀφαιρεθέντος τοῦ Α οὐκέτι ἔσται τὸ ἀδύνατον. εἰ μὲν ἐπὶ τὰ ἄνω λαμβάνομεν τὰς προτάσεις, τὸ μὴ παρὰ τοῦτό ἐστι καθ’ οὗ κατηγορεῖται τὸ Α, τὸ Β. ὥστε τὸ ψεῦδος διὰ τοῦ ΑΒ λαμβάνεται· ἀφαιρεθέντος δὲ τοῦ ψεύδους οὐκέτι ἄτοπον συμβαίνει.
“因为这种情况无论向上还是向下都有可能发生。” 例如,向上是ΑΒ,向下是ΓΔ;或者向上是Α属于Β,向下是Β属于Γ,Γ属于Δ,以致Β属于Δ。并且当去掉Α时,不可能之事将不再存在。如果我们向上假定诸前提,那么“并非因由此”就是Α对其作出述托的那个项,即Β。因此假是通过ΑΒ被假定的;而当假被去掉时,荒谬之事就不再发生。
"Φανερὸν οὖν ὅτι τοῦ ἀδυνάτου μὴ πρὸς τοὺς ἐξ ἀρχῆς." Φανερὸν ὅτι τὸ ἀδύνατον συμβαίνει οὐ διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀλλὰ διὰ τὰς ψευδεῖς προτάσεις, ὡς ἐλέγομεν ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ.
“因此显然,不可能之事并非针对最初的诸端项。” 显然,不可能之事发生并非由于最初的假定,而是由于假的诸前提,正如我们在颜色和白的情况中所说的那样。
"Καὶ γὰρ εἰ μὴ τῷ Β ἀλλὰ τῷ Κ ἐτέθη τὸ Α ὑπάρχειν." Ἐπειδὴ ἐλέγομεν ἐπὶ τοῦ μὴ παρὰ τοῦτο ὅτι τὸ ἄτοπον συμβαίνει καὶ ὄντος καὶ μὴ ὄντος ἐκείνου τοῦ πρώτου ὅρου, ὡς ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ, νῦν λαμβάνει πρότασιν ὡς οὖσαν μόνως, καὶ ὅμως οὐ δι’ αὐτὴν τὸ ἄτοπον ἕπεται. οἷον ὡς αὐτὸς λέγει, 〈εἰ〉 τὸ Α παντὶ τῷ Κ, τὸ Κ παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ, ὥστε τὸ Α παντὶ τῷ Δ, τοῦτο δὲ ἀδύνατον, οὐ διὰ τὸ Α παντὶ τῷ Κ συμβαίνει τὸ ἀδύνατον ἀλλὰ δι’ ἄλλην τινὰ πρότασιν.
“因为即使Α被设定不属于Β而是属于Κ……” 关于“并非因由此”,我们先前曾说无论那个最初的端项存在与否荒谬之事都同样发生(正如在颜色和白的情况中那样),既然如此,他现在便取一个纯粹存在的前提,但荒谬之事仍然不是随它而来的。例如正如他自己所说的,如果Α属于一切Κ,Κ属于一切Γ,Γ属于一切Δ,以致Α属于一切Δ,而这是不可能的,那么不可能之事的发生并非由于Α属于一切Κ,而是由于某个其他的前提。
- 5.210τὸ δὲ μὴ παρὰ τοῦτο ἐρεῖς ἐπὶ τῆς μὴ παραλαμβανομένης προτάσεως τοῦ ἀδυνάτου
ἐρεῖς 的宾语是名词化的短语 τὸ μὴ παρὰ τοῦτο,而属格 τοῦ ἀδυνάτου 依附于介词短语中的分词 παραλαμβανομένης,表示目的或涉及的方面(“针对不可能之结果而被纳入”)。
- 5.213ἀπὸ τοῦ λαμβάνειν μὴ γίνεσθαι τὸ τέλος τῆς ὁδοῦ μὴ τοῦ μέσου ληφθέντος
介词短语 ἀπὸ τοῦ λαμβάνειν 说明主动词 ἔλεγε 的依据,并带由宾格不定式构成的短语 μὴ γίνεσθαι τὸ τέλος... 作其宾语,其中嵌套着独立属格 μὴ τοῦ μέσου ληφθέντος(“若中点未被达到/假定”)作为条件从属分句。
- 5.215τὸ μὴ παρὰ τοῦτό ἐστι καθ’ οὗ κατηγορεῖται τὸ Α, τὸ Β
主语是名词化短语 τὸ μὴ παρὰ τοῦτο,谓语部分由关系从句 καθ’ οὗ κατηγορεῖται τὸ Α(“Α对其作出述托者”)及其同位语端项 τὸ Β 构成。
