← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§455.18-457.11

第二格与第三格的乞题及假因谬误

菲洛波诺斯注解亚里士多德关于在第二格和第三格中乞求本原以及“非因由此产生的假”(假因谬误)的讨论。他梳理了第二格和第三格中肯定与否定乞题的成立条件,消解了文本的构文难点,并通过具体例子解释了在归谬法中不相关的假定并非招致荒谬之原因的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.205

" Ἐν μὲν τῷ μέσῳ σχήματι καὶ τρίτῳ ἀμφοτέρως ἂν ἐνδέχοιτο." Εἰρηκὼς ὡς ἐπὶ παραδείγματος ἐν πρώτῳ σχήματι περὶ τῶν καθόλου καταφατικῶν νῦν οὐ λέγει τὰς συζυγίας πάσας, ἀλλὰ μόνον τοῦτο λέγει, ὅτι καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ ἐνδέχεται γενέσθαι τὸ ἐν ἀρχῇ αἰτηθέν (λείπει δὲ τὸ ‘ὥσπερ ἐν πρώτῳ’) καὶ περὶ τῶν καταφατικῶν καὶ ἀποφατικῶν, καὶ καταφατικῶν ὡς ἐν πρώτῳ καὶ τρίτῳ· ἐν γὰρ δευτέρῳ καταφατικὸν οὐ συνάγεται. ὡς δὲ ἐδείκνυτο ἐν πρώτῳ τὰ καταφατικά, λαμβάνοντες ἢ τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ἢ τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ, οὕτω καὶ ἐν τρίτῳ σχήματι λαμβάνομεν. ἐξεθέμεθα δὲ πῶς ἐν τρίτῳ σχήματι τοῦτο ποιοῦμεν.

“在中格和第三格中,以两种方式都是可能的。” 在作为例子谈论了第一格中的全称肯定之后,他现在没有陈述所有的联结,而只是说:在第二格和第三格中(这里省略了[“正如在第一格中一样”]),始元中所要求的[事项]同样可能发生,无论是关于肯定还是关于否定,并且肯定正如在第一格和第三格中一样;因为在第二格中肯定[结论]是推导不出来的。正如在第一格中肯定[命题]是通过假定相同的事物针对相同的事物[复数],或者假定相同的事物[复数]针对相同的事物而被证明的,我们在第三格中也是这样假定的。我们已经说明了我们在第三格中是如何做到这一点的。

§5.206

"Ὅταν δὲ ἀποφατικῶς, ὅταν τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ." Εἰρηκὼς περὶ τῶν καταφατικῶν τῶν ἐν τρίτῳ σχήματι πῶς συνάγονται, ὅτι ὥσπερ ἐπὶ τοῦ πρώτου, νῦν λέγει περὶ τῶν ἀποφατικῶν τῶν ἐν τρίτῳ σχήματι. πότε δὲ γίνεται ἐν τρίτῳ σχήματι; ὅταν τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ληφθείη 〈ἢ〉 τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν. οὐχ ὁμοίως δὲ δείκνυνται αἱ προτάσεις ἀμφότεραι αἱ ἐν τῷ πρώτῳ καὶ τρίτῳ. διὰ τί οὐχ ὁμοίως; διὰ τὸ μὴ ἀντιστρέφειν τοὺς ὅρους κατὰ τοὺς ἀποφατικοὺς συλλογισμούς· τὸ γὰρ μερικὸν ἀποφατικὸν οὐκ ἀντιστρέφει πρὸς ἑαυτό. τὸ δὲ ἐν μέσῳ παρεμβληθέν, ἤτοι τὸ ὡσαύτως δὲ καὶ ἐν τῷ μέσῳ, συνεχές ἐστι τῷ προειρημένῳ,1 ὅτι ὥσπερ ἐν πρώτῳ δείκνυται τὰ ἀποφατικά, οὕτω καὶ ἐν τῷ μέσῳ δείκνυται. ἄλλως δὲ οὐκ ἔνι καταστῆσαι τὴν λέξιν. ἐδείξαμεν δὲ καὶ ἡμεῖς ἐπεξελθόντες ὅλα τὰ σχήματα ὅτι ἐν τρίτῳ σχήματι [καὶ πρώτῳ] τὸ μερικὸν ἀποφατικὸν οὐ συνάγεται, εἰ μή τί γε εἴη τὸ καθόλου ἀποφατικὸν πρὸς τῷ μείζονι, τὸ δὲ καθόλου καταφατικὸν πρὸς τῷ ἐλάττονι. ἀλλὰ νῦν οὐ δι’ ἑαυτὸ συνάγεται, ἀλλ’ ὅταν ἡ μία μερικὴ δυνηθῇ γενέσθαι. Καὶ οὐχ ὁμοίως. ὁ ‘καί’ σύνδεσμος τὴν ἀσάφειαν ἐργάζεται.

“否定地[推导]时,则是相同的事物[复数]从相同的事物中[被否定]之时。” 在谈论了第三格中的肯定[命题]是如何被推导出来的(即正如在第一格中一样)之后,他现在谈论第三格中的否定[命题]。那么在何时发生在第三格中呢?每当相同的事物[复数]从相同的事物中被假定,或者相同的事物从相同的事物[复数]中被假定时。但在第一格和第三格中的两个前提并非以同样的方式被证明。为什么不是同样的方式?因为端项在否定推论中并不换位;因为特称否定并不与自身换位。而在中间插入的话,即“同样在中格中也是如此”,是与先前所说的话连续的,即正如在第一格中否定[命题]被证明一样,在中格中也是如此被证明。否则就无法理顺文句。我们自己在逐一探讨了所有格之后也已证明,除非全称否定在大前提、全称肯定在小前提,否则在第三格中特称否定是推导不出来的。但现在它不是通过自身被推导出来的,而是在一个[前提]能够成为特称时[被推导出来]。关于“且并非以同样的方式”:连词“且”造成了含混。

§5.207

"Ἔστι δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι." Τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ἢ κατὰ ἀλήθειαν, ὡς ὅταν εἴπῃ ‘ἡ ψυχὴ αὐτοκίνητος’, ἢ κατὰ δόξαν, ὡς ὅταν ἄλλο δι’ ἄλλου δεικνύοιτο, ὡς καὶ νῦν ἐποίησεν.

“而乞求本原是……” 乞求本原要么是按照真理发生的(正如当他说“灵魂是自我运动的”时),要么是按照意见发生的(正如当一事物通过另一事物被证明时,正如他现在所做的那样)。

§5.208

"Τὸ δὲ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ ψεῦδος, ὃ πολλάκις εἰώθαμεν ἐν τοῖς λόγοις λέγειν." Βούλεται ἐν τούτοις ὁ φιλόσοφος εἰπεῖν περὶ τοῦ μὴ παρὰ τοῦτο συμβαίνειν, ὡς ὅτι ἐκείνη ἡ πρότασις οὐδ’ ὅλως λαμβάνεται· οἷον εἰ λάβω χρῶμα παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, ὥστε καὶ τὸ λευκὸν παντὶ κόρακι. τοῦτο τὸ ἀδύνατον συνέβη οὐ διὰ τὸ λαβεῖν ὅτι τὸ χρῶμα παντὶ λευκῷ· κἂν γὰρ ἐλαμβάνετο ἢ μὴ ἐλαμβάνετο, οὐδὲν ἧττον ἠκολούθει τὸ ἀδύνατον· ἐὰν γὰρ ἐλαμβάνετο ὅτι λευκὸν παντὶ πτηνῷ, πτηνὸν παντὶ κόρακι, καὶ λευκὸν παντὶ κόρακι, ὁμοίως τὸ ἀδύνατον ἠκολούθει. ὥστε ἐκ τούτου φανερὸν ὅτι τὸ μὴ παρὰ τοῦτο συμβαίνει ἀδυνάτου τινὸς ὄντος. εἰ δὲ μή ἐστι παρὰ τοῦτο, δῆλον ὅτι παρὰ ἄλλην ἐστὶ πρότασιν οἱανδήποτε ληφθεῖσαν, ὡς καὶ νῦν παρὰ τὸ τὸ λευκὸν παντὶ πτηνῷ ληφθῆναι2 τὸ ἄτοπον ἠκολούθησεν. οὕτω τὸ μὴ παρὰ τοῦτο γίνεται. Τὸ δὲ μὴ παρὰ τοῦτο, ὃ πολλάκις προσδιαλεγόμενοι λέγομεν.

“至于假并非因由此产生,这是我们经常习惯在论辩中所说的。” 哲学家在这些话中想要谈论“并非因由此产生”,意指那个前提根本没有被假定;例如,如果我假定颜色属于一切白,白属于一切有翼者,有翼者属于一切乌鸦,以致白也属于一切乌鸦。这个不可能的结果之所以发生,并不是因为假定了颜色属于一切白;因为无论它是被假定还是没有被假定,不可能的结果都同样随之而来;因为如果假定了白属于一切有翼者,有翼者属于一切乌鸦,且白属于一切乌鸦,不可能的结果同样随之而来。因此由此可见,“并非因由此”是在存在某种不可能之事时发生的。如果不是因由此,显然是因为所假定的任何其他前提,正如现在荒谬的结果是由于假定了白属于一切有翼者而随之而来的。这样,“并非因由此”就产生了。

§5.209

"Οὔτε γὰρ ὁ μὴ ἀντιφήσας ἐρεῖ τὸ οὐ παρὰ τοῦτο, ἀλλ’ ὅτι ψεῦδός τι ἐτέθη τῶν προτέρων, οὔτ’ ἐν τῇ δεικνυούσῃ." Ὅτι οὐ παρὰ τοῦτο λέγεται, ὅτε τις ἀντιφάσκει ἡμῖν ἐρίζων. εἰ δὲ μή, αἱρεῖται λέγειν ὅτι ψεῦδος συνήχθη, καὶ οὐκέτι λέγει οὐ παρὰ τοῦτο.

关于“至于并非因由此,这是我们经常在交谈中所说的”: “因为没有主张矛盾对立的人既不会说‘并非因由此’(而是会说先前的诸前提中设定了某种假),在直言证明中也不会[发生]。” “并非因由此”是在有人争辩并向我们主张矛盾对立时所说的。否则,他就会选择说推导出了假,而不再说“并非因由此”。

语法注2 条
  1. 5.206τὸ δὲ ἐν μέσῳ παρεμβληθέν, ἤτοι τὸ ὡσαύτως δὲ καὶ ἐν τῷ μέσῳ, συνεχές ἐστι τῷ προειρημένῳ

    主语是中性分词短语 τὸ ἐν μέσῳ παρεμβληθέν(附带同位说明 ἤτοι τὸ ὡσαύτως δὲ καὶ ἐν τῷ μέσῳ),述语为 συνεχές ἐστι 并带与格补足语 τῷ προειρημένῳ。注解者指出亚里士多德原文中插入句的句法衔接,说明其应当直接与前述关于第一格证明的文意相承接。

  2. 5.208παρὰ τὸ τὸ λευκὸν παντὶ πτηνῷ ληφθῆναι

    介词 παρά 支配定冠词不定式 τὸ ληφθῆναι 以表示原因。此处呈现双重定冠词(τὸ τό)结构:第一个 τό 使不定式短语名词化,而紧接着的第二个 τό 则将命题“白属于一切有翼者(τὸ λευκὸν παντὶ πτηνῷ)”整体名词化,作为被动不定式 ληφθῆναι 的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:455.18-457.11