- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:453.34-455.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注解亚里士多德《前分析篇》65a3–19,借助几何学画平行线的例子解释了通过中项的循环证明(三项证明)如何导致乞题,并详细说明了基于词项同一性(换位或内在包含关系)而在大前提或小前提中产生乞题的方式。
" Συμβαίνει γὰρ αὐτὸ δι’ αὐτοῦ τὸ Α δεικνύναι τοὺς οὕτω συλλογιζομένους." Ὅταν διὰ μέσου τινὸς τὸ ἐν ἀρχῇ αἰτῆται, συμβαίνει ποιεῖν αὐτὸν τὴν διὰ τριῶν δεῖξιν. οἷον εἰ τὸ Α δείκνυται διὰ τοῦ Β, τὸ δὲ Β δείκνυται διὰ τοῦ Γ, εἴη δὲ καὶ τὸ Γ δείκνυσθαι διὰ τοῦ Α, ὥστε τὸ αὐτὸ τοῦ αὐτοῦ δεικτικόν ἐστιν· εἰ τὸ Β, τὸ Α· εἰ τὸ Γ, τὸ Β· εἰ τὸ Α, τὸ Γ· ὥστε εἰ τὸ Α, τὸ Α. τὸ αὐτὸ ποιοῦντες καὶ οἱ τὰς παραλλήλους γράφοντες τὸ ἐν ἀρχῇ αἰτοῦνται· βούλονται γὰρ παραλλήλους εὐθείας ἀπὸ τοῦ μεσημβρινοῦ κύκλου καταγράψαι δυνατόν, καὶ λαμβάνουσι σημεῖον ὡς εἰπεῖν προσπῖπτον περὶ τὸ ἐπίπεδον ἐκείνου, καὶ οὕτως ἐκβάλλουσι τὰς εὐθείας. καὶ ὃ ἐζήτηται, τοῦτο εἴληπται· ὁ γὰρ μὴ συγχωρῶν γίγνεσθαι τὴν παράλληλον οὐδὲ τὸ σημεῖον συγχωρήσει ἐκεῖνο. ὥστε συμβαίνει, ὡς λέγει αὐτός, ἕκαστον1 εἶναι λέγειν, ὅτι ἔστιν ἕκαστον, ἀντὶ τοῦ ‘διὰ τί τὸ Α ἔστιν;’ ‘ἐπειδὴ τὸ Α ἔστιν’, ὥστε τὸ αὐτὸ εἶναι, ἐπειδὴ ἔστι τὸ αὐτό.
“因为这样推论的人,结果是用Α自身来证明Α自身。” 每当本原中所要求的[事项]是通过某个中项而被要求的,结果就是他进行了通过三个项的证明。例如,如果Α通过Β被证明,而Β通过Γ被证明,且Γ也是通过Α被证明,以致相同的事物对相同的事物具有证明力:如果Β,则Α;如果Γ,则Β;如果Α,则Γ;因此,如果Α,则Α。那些画平行线的人也是因做着同样的事而乞求本原;因为他们主张从子午线圈作平行的直线是可能的,并取了一个可以说是落在其平面周围的点,以这种方式延伸直线。而所探求的事物,恰恰就是这个被假定的事物;因为不承认平行线生成的人,也不会承认那个点。因此正如他自己所说,结果是说每一事物存在是因为每一事物存在,也就是说“为什么Α存在?”“因为Α存在”,以致相同的事物存在是因为相同的事物存在。
"Εἰ οὖν τις ἀδήλου ὄντος ὅτι τὸ Α ὑπάρχει τῷ Γ." Ἐάν τις οὕτως ἀδήλως λάβῃ ὅτι τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, οὔπω δῆλον ἐν ποίᾳ προτάσει τὸ ἐν ἀρχῇ αἰτηθέν. ἐὰν δὲ λάβω οὕτως, ὅτι τὸ Β τῷ Γ τὸ αὐτό ἐστιν, ὥστε εἶναι τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, τότε φαίνεται ὅτι παρὰ τὴν μείζω ἡ ἐξ ἀρχῆς αἴτησις. νῦν δὲ τὸ παράδειγμα ποιεῖται ὡς ἐπὶ τοῦ πρώτου σχήματος, ἐπεὶ οὔτε ἐπεξέρχεται πάσας τὰς συζυγίας.
“那么,如果当Α属于Γ是不明显的时候。” 如果有人如此不明显地假定Α属于一切Β,Β属于一切Γ,那么本原中所要求的[事项]存在于哪个前提中尚未明了。但如果我这样假定:Β与Γ是相同的,以致相同的事物陈述相同的事物[复数],那么乞题关涉大前提就很明显了。现在他是如同在第一格上那样举例,因为他也没有逐一探讨所有的联结。
"Ὥστε ταὐτὸν εἶναι." Ἐπεξηγεῖται αὐτὸς ὅτι ἐστὶ τὸ αὐτὸ εἶναι τὸ τοὺς δύο ὅρους ἢ ἀντιστρέφειν πρὸς ἑαυτούς, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ γελαστικοῦ, ἢ ἐνυπάρχειν τὸν ἕτερον τῷ ἑτέρῳ, ὡς ἡδονὴ καὶ χαρά. ἀλλ’ εἰδέναι δεῖ ὅτι καθόλου γίνεται ἡ πρότασις καταφατική, ἤτοι ἐνυπάρχει τὸ ἕτερον τῷ ἑτέρῳ ἤτοι ἀντιστρέφει μόνον.
“以致是相同的。” 他自己进一步解释说,相同就是指两个端项要么彼此换位(正如在人和能笑者上的情况),要么一者内在存在于另一者中(正如快乐与喜悦)。但必须知道的是,前提之所以成为全称肯定的,要么是因为一者内在存在于另一者中,要么仅仅是因为换位。
"Νῦν δὲ τοῦτο κωλύει, ἀλλ’ οὐχ ὁ τρόπος." Ἡμῶν εἰρηκότων ὅτι τὸ Α παντὶ τῷ Β, εἴ τις ἐρεῖ ἡμῖν πόθεν δῆλον ὅτι τὸ Α παντὶ τῷ Β, ἐπειδὴ ἐλάβομεν τὸ αὐτὸ τὸ ΒΓ, φησίν, εἰ ἀντιστρέψοι, δειχθήσεται, ὅτι εἰ τὸ Β παντὶ τῷ Γ, καὶ τὸ Γ παντὶ τῷ Β. δειχθήσεται δὲ λαμβανόντων ἡμῶν ὅτι τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β. εἰ δὲ τοῦτο κωλύει, τουτέστι τὸ μὴ ἀντιστρέφειν, οὐχ ὁ τρόπος ἀντὶ τοῦ ‘οὐχὶ τὸ συμπέρασμα τὸ λέγον τὸ Α παντὶ τῷ Γ’.2 πότε δὲ οὐκ ἀντιστρέφει; οἷον εἰ λάβωμεν ὅτι ἡ χαρὰ ἡδονή· οὐ πάντως δὲ καὶ ἡ ἡδονὴ χαρά, εἰ μή τι προσδιορισόμεθα ὅτι ἡ ἡδονὴ σύστοιχος τῇ χαρᾷ ἐστιν. ὥστε νῦν τοῦτο κωλύει, τὸ μὴ προσδιωρίσθαι. εἰ δὲ προσδιορισόμεθα, οὐδὲν κωλύει. γίνεται δὲ τὸ διὰ τριῶν, ὡς αὐτὸς λέγει, οὕτως· ἐδείχθη τὸ ΑΓ διὰ τοῦ ΑΒ καὶ τὸ ΑΒ νῦν διὰ τοῦ ΑΓ. ὥστε τὸ ΑΓ δι’ ἑαυτοῦ ἐδείξαμεν, ἤτοι αὐτὸ δι’ ἑαυτοῦ· εἰ γὰρ τὸ ΑΒ, καὶ τὸ ΑΓ· εἰ δὲ τὸ ΑΓ, καὶ τὸ ΑΒ, ὥστε εἶναι τὸ ΑΒ τῷ ΑΒ εἶναι.
“但现在妨碍的是这一点,而不是方式。” 在我们说了Α属于一切Β之后,如果有人对我们说“从何处明了Α属于一切Β?”,他说,既然我们假定了Β与Γ是相同的,如果换位,就会证明:如果Β属于一切Γ,Γ也属于一切Β。而当我们假定Α属于一切Γ、Γ属于一切Β时,它就会被证明。但如果妨碍的是这一点,即不换位,“而不是方式”就等于说“而不是陈述Α属于一切Γ的那个结论”。那么在何时不换位呢?例如如果我们假定喜悦是快乐;但除非我们补充限定快乐是与喜悦同列的,否则绝不是快乐也是喜悦。因此现在妨碍的就是这一点,即没有作补充限定。但如果我们作了补充限定,就没有什么妨碍了。而通过三个项的证明正如他自己所说,是这样产生的:ΑΓ通过ΑΒ被证明,而现在ΑΒ通过ΑΓ被证明。因此我们通过ΑΓ自身证明了ΑΓ,即通过自身证明了自身;因为如果ΑΒ,则ΑΓ;而如果ΑΓ,则ΑΒ,以致ΑΒ的存在依赖于ΑΒ的存在。
"Ὡσαύτως δὲ κἂν εἰ τὸ Β τῷ Γ λαμβάνοι." Ἔλαβε πρῶτον τὸ αὐτὸ κατὰ τῶν αὐτῶν· νῦν λαμβάνει τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ, καὶ φησὶν ὅτι, ἐὰν ληφθῇ τὸ Β [πρὸς] τῷ Γ ὡς ἄδηλον, καὶ εἰ τὸ Α (κατὰ κοινοῦ τῷ Γ)3 ἄδηλόν ἐστιν, οὔπω δῆλον εἰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. εἰ δὲ λάβοι οὕτως ὥστε τὸ ΑΒ τὸ αὐτὸ εἶναι, συμβαίνει τὴν ἐξ ἀρχῆς αἴτησιν παρὰ τὴν ἐλάττω γίνεσθαι πρότασιν. τὸ αὐτὸ δὲ εἶναι λέγομεν τὸ Α τῷ Β ἢ τῷ ἀντιστρέφειν ἢ τῷ ἐνυπάρχειν ἕτερον ἑτέρῳ.
“同样,即使他假定Β属于Γ。” 他首先把相同的事物针对相同的事物[复数];现在他把相同的事物[复数]针对相同的事物,并且说:如果假定Β属于Γ是不明显的,而且如果Α(共同地,属于Γ)也是不明显的,那么是否乞求了本原中所要求的[事项]尚未明了。但如果他如此假定以致ΑΒ是相同的,乞题关涉小前提就会发生。而我们说Α与Β相同,要么是通过换位,要么是通过一者内在存在于另一者中。
- 5.200ἕκαστον εἶναι λέγειν, ὅτι ἔστιν ἕκαστον
依赖于 συμβαίνει 的不定式短语,其中 ὅτι 用作因果连词(“因为”)。紧随其后的释义说明 ἀντὶ τοῦ ‘διὰ τί τὸ Α ἔστιν;’ ‘ἐπειδὴ τὸ Α ἔστιν’(即“为什么Α存在?”“因为Α存在”)证实了这一点,意指每一样事物的存在仅仅以自身存在为由的同义反复陈述。
- 5.203οὐχ ὁ τρόπος ἀντὶ τοῦ ‘οὐχὶ τὸ συμπέρασμα τὸ λέγον τὸ Α παντὶ τῷ Γ’
斐洛庞诺斯对引文(lemma)中短语 οὐχ ὁ τρόπος 的训诂解释。他没有将 τρόπος 解释为逻辑学中通常的推论“式”(mood/mode),而是解释为用来指代“陈述Α属于一切Γ的结论”。
- 5.204κατὰ κοινοῦ τῷ Γ
使用了古代语法和注解学专业术语 κατὰ κοινοῦ(共同结合/共用,apo koinou)的插入语。它指出前一分句(“Β属于Γ”)中的 Γ 须共同补充到主项 Α 上,从而读作“Α属于Γ”。
