← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§452.26-453.33

论点先取在三格中的产生与不可能性

作者逐格考察了在第一格(特称肯定与特称否定)、第二格(全称否定与特称否定)以及第三格(特称肯定与特称否定)中,如何通过词项的同一或换位产生乞题,或者在何种情况下由于无效联结而根本无法产生乞题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.199#2

ἀλλ’ ἀντιστρέψαντες ποιοῦμεν οὕτως· τὸ Γ παντὶ τῷ Β, τὸ Β τινὶ τῷ Α, τὸ Γ τινὶ τῷ Α, ὥστε καὶ τὸ Α τινὶ τῷ Γ. ἡ ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν ΒΑ· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α τινὶ τῷ Γ οὐδὲ τὸ Β τινὶ τῷ Α συγχωρήσει. ὥστε καὶ νῦν τὸ ἐν ἀρχῇ αἰτηθὲν δι’ ἀντιστροφῆς δείκνυται. ἔτι δέον ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν. οὐκοῦν ἢ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν λαμβάνομεν ὥστε εἶναι τὸ Α οὐ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ὥστε εἶναι τὸ Α παντὶ τῷ Β, τὸ Β οὐ παντὶ τῷ Γ. ἀλλ’ εἰδέναι δεῖ ὅτι οὐ γίνεται τὸ μερικὸν ἀποφατικὸν ἐν πρώτῳ σχήματι δεικνύον τὸ ἐν ἀρχῇ αἰτηθέν· εἰ γὰρ λάβωμεν τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ, ἡ ἐλάττων ἀποφατικὴ εὑρίσκεται, καὶ ἐν πρώτῳ σχήματι ἀσυλλόγιστος ἡ συζυγία· εἰ δὲ λάβω τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν, γίνεται ἡ μείζων μερική, καὶ ἀσυλλόγιστος ἡ συζυγία. οὕτως ἐν τῷ πρώτῳ σχήματι. εἰλήφθω οὖν τὸ δεύτερον σχῆμα, καὶ δέον ἔστω δεῖξαι τὸ καθόλου ἀποφατικόν. οὐκοῦν λαμβάνομεν ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ἢ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν. καὶ πρότερον εἰλήφθω τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ· τὸ Α παντὶ τῷ Γ ὥστε ταῦτα τὰ αὐτὰ εἶναι, τὸ Α οὐδενὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Β. ἡ ἐν ἀρχῇ αἴτησις παρὰ τὴν ΑΒ ἐστὶ πρότασις· ὁ γὰρ μὴ συγχωρῶν τὸ Γ οὐδενὶ τῷ Β οὐδὲ τὸ Α οὐδενὶ τῷ Β συγχωρήσει· τὸ γὰρ ΑΓ τὸ αὐτὸ νῦν ἐστιν. εἰ δὲ εἴη τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν, τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἀλλ’ οὔπω δῆλον εἴληπται1 τὸ ἐν ἀρχῇ αἰτούμενον, εἰ μὴ γένηται ἀντιστροφή· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Α, ὥστε ὁ μὴ συγχωρῶν τὸ Γ οὐδενὶ τῷ Β οὐδὲ τὸ Γ οὐδενὶ τῷ Α συγχωρήσει. ἀλλ’ ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν, καὶ ἔστω τὸ ΑΓ τὰ αὐτά· τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐ παντὶ τῷ Β, τὸ Γ οὐ παντὶ τῷ Β· ὁ γὰρ μὴ συγχωρῶν τὸ Γ οὐ παντὶ τῷ Β οὐδὲ τὸ Α οὐ παντὶ τῷ Β συγχωρήσει. ὥστε τὸ ἐν ἀρχῇ αἰτηθὲν παρὰ τὴν ἐλάττω εἴληπται. εἰ δὲ ληφθῇ τὸ ΑΒ τὸ αὐτό, γίνεται ἡ μείζων μερικὴ καὶ οὐ δύναται ἀντιστραφῆναι· οὐ γὰρ ἀντιστρέφει τὸ μερικὸν ἀποφατικόν. προκεχειρίσθω νῦν τὸ τρίτον σχῆμα καὶ δεικνύσθω τὸ μερικὸν καταφατικόν, ὥστε τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ· τὸ Α παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Β. ἡ ἐν ἀρχῇ αἴτησις παρὰ τὴν ἐλάττω πρότασιν· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α τινὶ τῷ Β οὐδὲ τὸ Β παντὶ τῷ Γ συγχωρήσει ἀντιστρέψον2 ὥστε καὶ τὸ Γ τινὶ τῷ Β. ὁμοίως, εἰ εἴη τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, δι’ ἀντιστροφῆς δείκνυται· τὸ Α παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Β, ὥστε καὶ τὸ Β τινὶ τῷ Α· νῦν γὰρ ἐλήφθη τὸ αὐτὸ τὸ ΒΓ. ἀλλὰ δέον ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν. εἰ μὲν δειχθῇ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ὥστε εἶναι τὴν μείζω καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττω καθόλου καταφατικήν, δείκνυται. ἄλλως δὲ ὅλως οὐ δείκνυται· οὐ γὰρ ἀντιστρέφει τὸ μερικὸν ἀποφατικόν. οὕτω κατὰ τὰ τρία σχήματα δείκνυται τὸ ἐν ἀρχῇ αἰτηθέν.

但换位之后我们这样做:Γ属于一切Β,Β属于某个Α,Γ属于某个Α,以致Α也属于某个Γ。乞题关涉ΒΑ;因为不承认Α属于某个Γ的人,也不会承认Β属于某个Α。因此,现在本原中所要求的[事项]也是通过换位被证明的。此外,假定需要证明特称否定。那么我们要么从相同的诸事物中假定相同的事物,以致Α不属于一切Β,Β属于一切Γ;要么从相同的事物中假定相同的事物[复数],以致Α属于一切Β,Β不属于一切Γ。但必须知道的是,在第一格中特称否定不会出现以证明本原中所要求的[事项];因为如果我们从相同的事物中假定相同的事物[复数],小前提就被发现是否定的,而在第一格中这一联结是无推论力的;但如果我从相同的诸事物中假定相同的事物,大前提就变成特称的,联结也是无推论力的。在第一格中就是如此。那么假定采用第二格,且假定需要证明全称否定。那么我们要么从相同的事物中假定相同的事物[复数],要么从相同的诸事物中假定相同的事物。首先假定从相同的事物中假定相同的事物[复数]:Α属于一切Γ,以致这些是相同的,Α不属于任何Β,Γ不属于任何Β。乞题是关涉ΑΒ前提的;因为不承认Γ不属于任何Β的人,也不会承认Α不属于任何Β;因为Α和Γ现在是相同的。但如果它是从相同的诸事物中假定相同的事物:Α不属于任何Γ,Α属于一切Β;结论是Γ不属于任何Β。但除非发生换位,否则本原中所要求的[事项]是否已被假定尚不明显;因为如果Α不属于任何Γ,Γ也不属于任何Α,以致不承认Γ不属于任何Β的人,也不会承认Γ不属于任何Α。但假定需要证明特称否定,且假定Α和Γ是相同的:Α属于一切Γ,Α不属于一切Β,Γ不属于一切Β;因为不承认Γ不属于一切Β的人,也不会承认Α不属于一切Β。因此,本原中所要求的[事项]是关涉小前提被假定的。但如果Α和Β被假定为相同,大前提就变成特称的且不能被换位;因为特称否定不换位。现在假定着手处理第三格,并证明特称肯定,以致相同的事物[复数]针对相同的事物:Α属于一切Γ,Β属于一切Γ,Α属于某个Β。乞题关涉小前提;因为不承认Α属于某个Β的人,也不会承认换位后使得Γ也属于某个Β的[命题]Β属于一切Γ。同样,如果是把相同的事物针对相同的诸事物,则是通过换位被证明的:Α属于一切Γ,Β属于一切Γ,Α属于某个Β,以致Β也属于某个Α;因为现在假定了Β和Γ是相同的。但假定需要证明特称否定。如果一方面从相同的诸事物中证明相同的事物,以致大前提是全称否定而小前提是全称肯定,它就被证明。但在另一种方式下则完全不能被证明;因为特称否定不换位。这样,依三个格,本原中所要求的[事项]就被证明了。

语法注2 条
  1. 5.199ἀλλ’ οὔπω δῆλον εἴληπται

    引入非人称谓语 οὔπω δῆλον [ἐστιν] 的补语从句的连词(如 εἰ 或 ὅτι)被省略,直接后接带有主格主语 τὸ ἐν ἀρχῇ αἰτούμενον 的现在完成时被动态陈述语气 εἴληπται,意为“本原中所要求的[事项]是否已被假定尚不明显”。

  2. 5.199ἀντιστρέψον

    此为中性单数分词(将来时主动分词),修饰或承接前面的命题(τὸ Β παντὶ τῷ Γ),以副词性用法表示伴随状况或结果:“[该命题]经换位而使得……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:452.26-453.33