← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§451.13-452.25

乞题的定义与第一格中的情形

斐洛波诺斯讨论了亚里士多德关于乞题(假定本原中的事项)的定义(64b28),解释其为将待证事项作为前提接受,并分析了第一格中全称肯定、全称否定和特称肯定各情形下通过项的同一化而产生乞题的具体方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.199#1

" Τὸ δὲ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ἔστι μὲν ὡς ἐν γένει λαβεῖν ἐν τῷ μὴ ἀποδεικνύναι.1" Νῦν βούλεται εἰπεῖν περὶ τοῦ ἐξ ἀρχῆς αἰτεῖσθαι. τὸ δὲ ἐξ ἀρχῆς αἰτεῖσθαι τοῦτό ἐστι τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν· γίνεται δὲ τοῦτο τῷ λαμβάνειν τοὺς δύο ὅρους ἀντιστρέφοντας, ὡς ἄνθρωπος καὶ γελαστικόν, ἢ τὸν ἕνα ἐνυπάρχοντα τῷ ἑτέρῳ, ὡς τὸ ‘ἡ ἡδονὴ χαρά’. γίνεται δὲ ἡ ἐξ ἀρχῆς αἴτησις κατὰ τὰ τρία σχήματα. καὶ ἵνα τὴν ἀσάφειαν τῆς λέξεως εἰς σαφὲς μεταστρέψωμεν, ὀφείλομεν θεωρῆσαι πῶς γίνεται κατὰ τὰ τρία σχήματα τὸ ἐξ ἀρχῆς ζητούμενον, καὶ πρῶτον ὡς ἐν πρώτῳ σχήματι. δέον ἔστω μὲν δεῖξαι ὅτι τὸ Α παντὶ τῷ Γ ὑπάρχει διὰ τοῦ Β. ἐὰν οὖν λάβω τὸ Α παντὶ τῷ Β καὶ τὸ Β παντὶ τῷ Γ, οὔπω δῆλον εἰ τὸ ἐξ ἀρχῆς ἔλαβον. εἰ δὲ λάβω τὸ Α τὸ αὐτὸ εἶναι τῷ Β, τότε ἡ ἐξ ἀρχῆς αἴτησις πρὸς τὴν ἐλάττω πρότασιν γίνεται· εἰ γὰρ τὸ Α παντὶ τῷ Β, ἐπειδὴ τὸ αὐτό ἐστι, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ ἐξ ἀρχῆς ζητούμενον ἔλαβον. ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α παντὶ τῷ Γ οὐδὲ τὸ Β παντὶ τῷ Γ συγχωρήσει· τὸ αὐτὸ γάρ ἐστι τὸ Α καὶ τὸ Β. νῦν οὖν ἔλαβον τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ. ἀλλὰ δὴ ληφθήτω τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ὥστε εἶναι τὸ ΒΓ τὸ αὐτό.2 ἐὰν οὖν εἴπω τὸ Α παντὶ τῷ Β καὶ τὸ Β παντὶ τῷ Γ, παρὰ τὴν μείζω ἡ ἐξ ἀρχῆς αἴτησις γίνεται·3 ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α παντὶ τῷ Γ οὐδὲ ὅτι παντὶ τῷ Β. οὕτω τὸ καθόλου καταφατικόν. ἀλλὰ δέον ἔστω δεῖξαι τὸ καθόλου ἀποφατικόν. οὐκοῦν λαμβάνομεν ἢ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ. καὶ τέως λάβωμεν τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ὥστε εἶναι τὸ Α χωρίς, τὸ δὲ ΒΓ τὸ αὐτὸ ὥστ’ εἶναι τὸ Β παντὶ τῷ Γ. ὁ οὖν μὴ συγχωρῶν ὅτι τὸ Α οὐδενὶ τῷ Γ οὐδὲ τοῦτο συγχωρεῖ, ὅτι τὸ Α οὐδενὶ τῷ Β· τὸ γὰρ Β καὶ τὸ Γ τὸ αὐτό ἐστιν. ὥστε ἡ ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν μείζω νῦν γέγονεν. ἀλλὰ δὴ ἔστω τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ὥστε εἶναι τὸ Α παντὶ τῷ Β, τὸ Β οὐδενὶ τῷ Γ. ἀλλὰ ἀσυλλόγιστος ἡ συζυγία. εἰ δὲ ἀντιστρέψωμεν, γίνεται συλλογιστική, καὶ φανεροῦται ἡ ἐν ἀρχῇ αἴτησις οὕτως· εἰ τὸ Β οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Α· τὸ αὐτὸ γάρ ἐστι τὸ Α καὶ τὸ Β· καὶ τὸ Γ οὐδενὶ τῷ Α, ὥστε καὶ τὸ Α οὐδενὶ τῷ Γ. ἡ οὖν ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν ΒΓ γέγονεν· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α οὐδενὶ τῷ Γ οὐδὲ τοῦτο συγχωρεῖ, ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ὥστε εἰδέναι δεῖ ὅτι δι’ ἀντιστροφῆς ἐδείχθη νῦν ἡ ἐξ ἀρχῆς αἴτησις. πάλιν δέον ἔστω δεῖξαι τὸ μερικὸν καταφατικόν. λαμβάνομεν οὖν ἢ τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ἢ τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ. εἰ οὖν λάβωμεν τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ ὥστε τὸ αὐτὸ εἶναι τὸ ΑΒ, λαμβάνομεν οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ, τὸ Α τινὶ τῷ Γ. ἡ ἐν ἀρχῇ αἴτησις παρὰ τὴν ἐλάττω γέγονεν· ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α τινὶ τῷ Γ οὐδ’ ὅτι τὸ Β τινὶ τῷ Γ συγχωρεῖ. ἐὰν δὲ λάβωμεν τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, συμβαίνει γίνεσθαι τὴν μείζω μερικήν, εἰ λάβωμεν τὸ αὐτὸ τὸ ΒΓ.

“而要求和假定本原中的[事项],若作为属来理解,乃在于不去证明。” 现在他想要谈论乞题。乞题就是这样:把被探求的事项当作已公认的来接受。这是通过将两个项当作换位的来接受,例如人和能发笑的,或者通过将其中一项当作内在属于另一项,例如“快乐是欣喜”,从而产生的。乞题依三个格而产生。为了将文句的晦涩转变为明晰,我们应当考察从一开始被探求的事项在三个格中如何产生,首先是在第一格中如何产生。假定需要通过Β来证明Α属于一切Γ。如果我假定Α属于一切Β,且Β属于一切Γ,那么我是否假定了本原的事项尚不明显。但如果我假定Α与Β是相同的,那么乞题就针对小前提产生。因为如果Α属于一切Β,既然它们是相同的,而Β属于一切Γ,那么我就假定了从一开始被探求的事项。因为不承认Α属于一切Γ的人,也不会承认Β属于一切Γ;因为Α与Β是相同的。那么现在我就把相同的事物针对相同的事物假定了。但假定把相同的事物针对相同的事物[主词]假定,以致Β和Γ相同。如果我说Α属于一切Β且Β属于一切Γ,乞题就关涉大前提而产生;因为不承认Α属于一切Γ的人,也不会承认它属于一切Β。全称肯定是这样。但假定需要证明全称否定。那么我们要么从相同的事物中假定相同的事物,要么从相同的事物中假定相同的事物[复数]。姑且让我们从相同的事物中假定相同的事物,以致Α是分开的,而Β和Γ是相同的,以致Β属于一切Γ。那么,不承认Α不属于任何Γ的人,也不会承认Α不属于任何Β;因为Β和Γ是相同的。因此乞题现在就关涉大前提产生了。但假定从相同的事物中假定相同的事物[复数],以致Α属于一切Β,Β不属于任何Γ。但这一联结是无推论力的。但如果我们换位,它就成为有推论力的,而乞题就这样显明出来:如果Β不属于任何Γ,Γ也不属于任何Β;而Β属于一切Α,因为Α与Β是相同的;且Γ不属于任何Α,以致Α也不属于任何Γ。因此乞题就关涉ΒΓ产生了;因为不承认Α不属于任何Γ的人,也不会承认Γ不属于任何Β。因此必须知道,乞题现在是通过换位被证明的。再次,假定需要证明特称肯定。那么我们要么把相同的事物针对相同的事物假定,要么把相同的事物[复数]针对相同的事物假定。如果我们把相同的事物[复数]针对相同的事物假定,以致Α和Β是相同的,我们就这样假定:Α属于一切Β,Β属于某个Γ,Α属于某个Γ。乞题关涉小前提产生;因为不承认Α属于某个Γ的人,也不会承认Β属于某个Γ。但如果我们把相同的事物针对相同的事物假定,如果我们假定Β和Γ相同,就会导致大前提变成特称的。

语法注3 条
  1. 5.199ἔστι μὲν ὡς ἐν γένει λαβεῖν ἐν τῷ μὴ ἀποδεικνύναι

    ἔστι 搭配不定式 λαβεῖν 表示可能(“可以理解为”)。短语 ὡς ἐν γένει 为限制性修饰成分(“若作为属来理解”),表明主语 τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν 的属的一般特征在于 ἐν τῷ μὴ ἀποδεικνύναι(“在于不去证明”)。

  2. 5.199τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ὥστε εἶναι τὸ ΒΓ τὸ αὐτό

    此句与 τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ(大项Α与中项Β相同:将相同的事物针对相同的事物下断言)形成对照。此处主词方面的小项Γ与中项Β被同一化(Β与Γ相同),从而将单一的谓项Α陈述于同一的对象之上(“把相同的事物针对相同的事物下断言”)。

  3. 5.199παρὰ τὴν μείζω ἡ ἐξ ἀρχῆς αἴτησις γίνεται

    介词 παρά 支配宾格表示关涉或由何引起(“关涉大前提”或“由大前提引起”)。在结构上与前文的 πρὸς τὴν ἐλάττω πρότασιν(针对小前提)相对照,标示乞题是在哪个前提上发生的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:451.13-452.25