← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§449.25-451.12

对立前提无法得出真结论与谬误推理

阐明了为何从对立前提不能得出真结论以及谬误推理的性质,并解释了如何通过在小前提中引入相反项并借助预备推论加以确立,从而得出相反项属于同一样事物的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.195

" Φανερὸν δ’ ὅτι καὶ ἐκ ψευδῶν μὲν ἔστιν ἀληθὲς συλλογίσασθαι." Φανεροῦ ὄντος ὅτι ἐκ ψευδῶν ἀληθὲς ἐνδέχεται συλλογίσασθαι, μὴ νομίσῃς ὅτι ἐξ ἀντικειμένων ἀληθὲς ἐνδέχεται συλλογίσασθαι. πῶς γὰρ δυνατὸν ὅλην τὴν ἀντίφασιν λαμβάνοντας ἀληθῆ συμπερᾶναι;1 γίνεται γὰρ τῶν ἐναντίων ἀντικειμένων ὁ συλλογισμός· οἷον ἀγαθόν ἐστιν ἡδονή, ἀγαθὸν οὐκ ἔστιν ἡδονή, οὐκ ἔστιν ἄρα ἡ ἡδονὴ ἡδονή. ἐπειδὴ οὖν οἱ ἐξ ἀντικειμένων συλλογισμοὶ τὸ ὂν ὡς μὴ ὂν συλλογίζονται, τούτου χάριν ἀληθῆ συλλογισμὸν οὐ ποιοῦσιν.

“显然,虽然从假前提中能够推论出真结论。” 既然从假前提中能够推论出真结论是显而易见的,你就不要认为从对立前提中能够推论出真结论。因为采取整个矛盾命题而得出真结论,怎么可能是可能的呢?因为相反对立项的推论得以产生;例如,快乐是善,快乐不是善,因此快乐不是快乐。因此,由于从对立前提作出的推论将存在之物推论为不存在之物,正因如此,它们并不产生真的推论。

§5.196

"Δῆλον δὲ καὶ ὅτι ἐν τοῖς παραλογισμοῖς." Ἐπὶ τῶν παραλογισμῶν τῶν ἐξ ἀντιφάσεων (παραλογισμοὶ γὰρ οὗτοι) τοῦτο συνάγεται τὸ ἐναντίον τῇ ὑποθέσει·2 οἷον εἰ περιττόν ἐστιν, 〈ὅτι〉 οὐκ ἔστιν περιττόν, εἰ ὄν, ὅτι οὐκ ἔστιν ὄν. δεῖ οὖν κατανοεῖν ὅτι οὐκ ἔστιν ἐκ τῶν ἐναντίων ἀντικειμένων συμπέρασμα συνάγειν ὅτι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχει. ἀλλὰ πῶς συνάγεται; ὅτε ληφθῇ τοιαύτη πρότασις ἡ ἐλάττων ὥστε τὸ ἐναντίον ὅλον ἐμφαίνειν, οἷον τὸ ζῷον καὶ λευκὸν καὶ μέλαν. καὶ συνάξει ἐν πρώτῳ σχήματι τοῦτο.

“同样显然的是,在谬误推理中。” 在源自矛盾命题的谬误推理中(因为这些是谬误推理),引出了与假说相反的这个结论:例如,如果是奇数,[则得出]它不是奇数;如果是存在,则得出它不是存在。因此必须认识到,不可能从相反的对立项中引出相反项属于同一样事物的结论。但是怎样才能引出呢?当选取这样的小前提以致显示出整个相反项的时候;例如,动物既是白的又是黑的。他将在第一格中引出这一点。

§5.197

"Δεῖ δὲ κατανοεῖν ὅτι οὕτω μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ." Ζητεῖ διὰ τούτων ὁ Ἀριστοτέλης εἰ δυνατὸν ἐπὶ τῶν ἐπὶ ἀντικειμένων συλλογισμῶν τὰ ἐναντία συλλογίσασθαι γινόμενα ὡς ὑποκείμενα τῷ μείζονι ὅρῳ,3 εἰ ἄρα δύναται συστῆναι. καὶ πρώην μὲν ἔλεγεν ὅτι οὐ δυνατὸν ἐξ ἀντικειμένων τοῦτο συλλογίσασθαι· οἱ γὰρ συλλογισμοὶ οἱ ἐξ ἀντικειμένων τὸ ὂν μόνον ποιοῦσιν ὡς μὴ ὄν. νῦν δὲ βούλεται δεῖξαι ὅτι δυνατὸν συλλογίσασθαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν. ἀλλ’ εἰ δύναται, πῶς ἐδείχθη ὅτι ἐν πρώτῳ σχήματι οὐ συνάγονται ἐξ ἀντικειμένων συλλογισμοί; καὶ εἰ οὕτω πάλιν, πῶς φησι ‘δύναται συναχθῆναι ἐν πρώτῳ σχήματι ὅτι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχει’; πῶς οὖν συνάγεται; ὅτε ἡ ἐλάττων πρότασίς ἐστιν ἡ τὸ ἐναντίον καταφάσκουσα ὅλον· οἷον ὁ ἄνθρωπος ζῷόν ἐστι, τὸ ζῷον καὶ λευκὸν καὶ μέλαν· ἰδοὺ τὰ ἐναντία κατέφησε· καὶ συμπέρασμα ὅτι ὁ ἄνθρωπος καὶ μέλας καὶ λευκός. ἀλλ’ εἰδέναι δεῖ ὅτι τὴν ἐλάττονα πρότασιν ὡς τὰ ἐναντία ἄμφω καταφάσκουσαν ἢ κατὰ ἄμφω ἀποδείκνυμεν ἢ τὴν μὲν ὁμολογουμένην λαμβάνομεν, τὴν δὲ ἀποδείκνυμεν, οἷον ὅτι τὸ ζῷον καὶ λευκὸν καὶ μέλαν ἐστίν· τούτων γὰρ ἀποδείκνυμεν ἑκάτερον ἢ θάτερον μόνον ἢ οὐδέτερον, ἀλλὰ ὡς ὁμολογούμενον λαμβάνεται.

“但应当认识到,这样是不能从单个推论中得出相反项的结论的。” 亚里士多德通过这些话探讨,在关于对立项的推论中,是否可能推论出作为大项的主词的相反项,这是否真能成立。先前他曾说不可能从对立前提推论出这一点;因为从对立前提作出的推论仅仅使存在之物如同不存在之物。但现在他试图表明,推论出相反项属于同一样事物是可能的。但是如果可能,为什么之前证明了在第一格中不能从对立前提得出推论?如果又是这样,他怎么说“在第一格中能够引出相反项属于同一样事物”呢?那么究竟如何引出呢?当小前提是肯定整个相反项的前提时;例如,人是动物,动物既是白的又是黑的——看哪,他肯定了相反项;结论是人既是黑的又是白的。但必须知道,对于肯定相反项双方的小前提,我们要么就双方加以证明,要么把其中一方作为公认的接受而证明另一方;例如,动物既是白的又是黑的;因为对于这些,我们要么证明每一方,要么仅证明其中一方,要么两者都不证明,而是作为公认的被接受。

§5.198

"Ἀλλ’ ἢ προσλαβεῖν δεῖ τὴν ἀντίφασιν, οἷον ὅτι πᾶσα ἐπιστήμη ὑπόληψις." Φησὶ τὴν ἐλάττω πρότασιν τὴν τὸ ἐναντίον ὅλον εἰσάγουσαν, οἷον ὅτι ἡ ἐπιστήμη καὶ ὑπόληψις καὶ οὐχ ὑπόληψις, ἢ ὅλην ἢ ἀνὰ μέρος4 κατασκευάσομεν [ἢ] τῆς ὅλης θάτερον μέρος ἢ ὅλως οὐδέτερον μέρος, ἀλλ’ ὡς ὁμολογούμενα τὰ μόρια ληψόμεθα. ἀλλὰ τὸ μέλλον κατασκευασθῆναι ὅλον ἐκ δύο συλλογισμῶν κατασκευάζεται, ἕκαστον παρὰ μέρος, οἷον ὅτι τὸ ζῷον λευκόν ἐστιν, καὶ πάλιν παρὰ μέρος ὅτι τὸ ζῷον μέλαν ἐστίν. ὥσπερ οὖν εἰ βουληθῇς ἐλέγξαι ὅτι τοῦτο οὕτως ἔχει, ἐλέγξεις διχῶς, πρῶτον μὲν ὡς ἐπὶ τοῦ ‘ζῷον λευκόν ἐστιν’, δεύτερον δὲ ὡς ἐπὶ τοῦ ‘ζῷον μέλαν ἐστίν’, οὕτω καὶ διχῶς συλλογίσῃ τὴν ἐλάττω πρότασιν διὰ προσυλλογισμοῦ, καὶ τότε ληφθήσεται ὡς πρότασις.

“而是必须额外假定矛盾命题,例如所有知识都是信念[且不是信念]。” 他说,对于引入整个相反项的小前提——例如知识既是信念又不是信念——我们要么整体地建立它,要么分部分地建立它,[或者建立]整体中的一方,或者完全不建立任何一方,而是把各个部分作为公认的来接受。但是,将要整体建立的东西是通过两个推论来建立的,每个部分各自建立;例如,动物是白的,又分别建立动物是黑的。正如如果你想要反驳这是如此,你将以两种方式反驳,首先针对“动物是白的”,其次针对“动物是黑的”,同样,你也将通过预备推论以两种方式推论出小前提,然后它才被作为前提来接受。

语法注4 条
  1. 5.195πῶς γὰρ δυνατὸν ὅλην τὴν ἀντίφασιν λαμβάνοντας ἀληθῆ συμπερᾶναι;

    宾格分词 λαμβάνοντας 作为不定式 συμπερᾶναι 的逻辑主语(指泛指的人),整句构成反问。ὅλην τὴν ἀντίφασιν 是分词的直接宾语,指同时假定肯定与否定的两个对立前提。

  2. 5.196τοῦτο συνάγεται τὸ ἐναντίον τῇ ὑποθέσει

    主语 τοῦτο 与 τὸ ἐναντίον τῇ ὑποθέσει 构成同位语关系,意为“引出了与假说相反的这个结论”。随后由 οἷον 引导的条件句结构具体例示了这一相反结论的内容。

  3. 5.197τὰ ἐναντία συλλογίσασθαι γινόμενα ὡς ὑποκείμενα τῷ μείζονι ὅρῳ

    中性复数宾格现在分词 γινόμενα 修饰 συλλογίσασθαι 的宾语 τὰ ἐναντία。ὡς ὑποκείμενα 作表语性补充成分,表示“推论出作为大词项的主词般的相反项”。

  4. 5.198ἢ ὅλην ἢ ἀνὰ μέρος κατασκευάσομεν [ἢ] τῆς ὅλης θάτερον μέρος ἢ ὅλως οὐδέτερον μέρος

    列举确立小前提之各种选项的析取结构:ἢ ὅλην(或者整体地)与 ἢ ἀνὰ μέρος(或者分部分地)构成主要对立,后者进一步细分为证明整体中的一方(τῆς ὅλης θάτερον μέρος)或完全不证明任何一方(ὅλως οὐδέτερον μέρος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:449.25-451.12