- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:447.19-449.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》64a12–37,菲洛波诺斯讨论了在第二格包含特称前提(矛盾对立)时以及在第三格中如何从对立前提得出推论,分析了前提的掩蔽方法以及可能的前提结合数(六种结合中能构成推论的四种)。
" Καὶ ἐὰν δὲ μὴ καθόλου ᾖ ἡ ἑτέρα πρότασις, ὡσαύτως." Εἶπε περὶ τῶν ἄμφω καθόλου καὶ ἀντικειμένων ἐναντίως προτάσεων· νῦν λέγει περὶ τῶν ἐκ τῆς ἑτέρας μερικῆς καὶ ἀντικειμένων ἀντιφατικῶς. ἐξ ἀνάγκης γὰρ αἱ ἀντικείμεναι προτάσεις ἢ ἐναντίαι εἰσὶν ἢ ἀντιφατικαί· οὕτω γὰρ γίνεται ἐξ ἀντικειμένων συλλογισμός· εἰ δὲ μὴ ὦσιν αἱ προτάσεις ἀντικείμεναι, οὐ γίνεται. ὥστε ἐὰν ὦσιν αἱ προτάσεις μερικαὶ καὶ καθόλου, αἱ αὐταὶ ἀποδείξεις ἔσονται.
“而如果另一前提不是全称的,同样如此。” 他谈论了两个前提都是全称且相反对立的情形;现在他谈论其中一个前提是特称且矛盾对立的情形。因为必然地,对立的前提要么是相反的,要么是矛盾的;因为出于对立前提的推论就是这样产生的,而如果前提不对立,则不能产生。因此,如果前提是特称的和全称的,同样的证明也将成立。
"Πλὴν οὐκ ἀεὶ οὐδὲ πάντως, ἀλλ’ ὅταν οὕτως ἔχῃ τὰ ὑπὸ τὸ μέσον." Περαίνεται ἐξ ἀντικειμένων τότε, ὅτε ὁ μέσος ὅρος τῷ μὲν κατηγορεῖται τοῦ δὲ ἀπαρνεῖται1 ἀντικειμένως. ἄλλως δὲ οὐ γίνεται.
“只是并非总是如此,也并非无条件地如此,而是在中项之下的事物具有这种关系时。” 只有当中项对其中之一被述说,而对另一以对立的方式被否定时,才能从对立前提得出结论;以其他方式则不能产生。
"Ἐν δὲ τῷ τρίτῳ σχήματι καταφατικὸς μὲν συλλογισμός." Πληρώσας περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει καὶ περὶ τοῦ τρίτου, ὅτι καὶ ἐν τῷ τρίτῳ δείκνυται ἐξ ἀντικειμένων προτάσεων συλλογισμὸς ἤτοι καθόλου ὄντων τῶν ὅρων ἢ οὔ, ἀλλ’ ἐν τρίτῳ καταφατικὰ οὐ δείκνυται ἀλλὰ ἀποφατικὰ διὰ τὴν εἰρημένην αἰτίαν.
“但在第三格中,肯定性的推论[不能得出]。” 在结束了关于第二格的讨论之后,他现在也谈论第三格,指出在第三格中,无论词项是全称的还是不是,也都可以从对立前提证明推论;但在第三格中,由于上述原因,所证明的不是肯定结论,而是否定结论。
"Εἰ οὖν λάβοις πᾶσαν ἰατρικὴν ἐπιστήμην καὶ μηδεμίαν ἰατρικὴν ἐπιστήμην." Ἐν τρίτῳ σχήματι δείκνυσι, πῶς τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι δείκνυται ἐξ ἀντικειμένων τῶν προτάσεων καὶ ἀμφοτέρων καθόλου, οὕτως. ἡ ἐπιστήμη οὐδεμιᾷ ἰατρικῇ, ἡ ἐπιστήμη πάσῃ ἰατρικῇ, καὶ συμπέρασμα ὅτι οὐ πᾶσα ἐπιστήμη ἐπιστήμη ἐστίν. ἀλλ’ ἐνταῦθα πάλιν αἱ προτάσεις δῆλαι. αἱ δὲ μέθοδοι παραδίδονται ἐν τοῖς Τόποις ὅπως κρύβειν ὀφείλομεν τὰς προτάσεις. κρύβομεν δὲ τὰς προτάσεις, ὅτε διὰ πολλῶν ἄλλων τὸ αὐτὸ συνάγεται ἢ δι’ ἄλλων ὀνομάτων οὕτως· πᾶσα ἡδονὴ κακόν ἐστιν, ἡ χαρὰ κακὸν οὐκ ἔστιν· συμπέρασμα τὶς ἄρα ἡδονὴ ἡδονὴ οὐκ ἔστιν, [ὥστε] εἴπερ ἡ χαρὰ ἡδονὴ οὖσα κακὸν οὐκ ἔστιν·2 ἐνταῦθα γὰρ ἐπειδὴ ἄλλα ὀνόματά ἐστι, κρύβει τὴν δύναμιν τῶν ἀντικειμένων προτάσεων.
“因此,如果你假定所有医学是知识,且没有医学是知识。” 他在第三格中证明,从既是对立的又全都是全称的前提中,如何证明同一样事物既存在又不存在,具体如下:知识不属于任何医学,知识属于所有医学,结论是并非所有知识都是知识。但在这里,前提又是显而易见的。而在《论题篇》中传授了我们应当如何掩蔽前提的方法。当我们通过许多其他事物得出同一样事物,或者通过其他词项得出时,我们掩蔽了前提,如下所示:所有快乐都是恶,喜悦不是恶;结论是:因此某种快乐不是快乐,[即]如果喜悦虽是快乐却不是恶的话。因为在这里,由于词项不同,它掩蔽了对立前提的力量。
"Ὁμοίως δὲ καὶ ἐὰν μὴ καθόλου ληφθῇ ἡ ΑΒ πρότασις· εἰ γάρ ἐστι τὶς ἰατρικὴ ἐπιστήμη." Καὶ ἐὰν ἡ μείζων μὴ καθόλου, καθόλου δὲ ἡ ἐλάττων, τὸ αὐτὸ συνάγεται· οἷον ἰατρικῇ τινὶ ἐπιστήμη, ἰατρικῇ οὐδεμιᾷ ἐπιστήμη· συμπέρασμα ὅτι οὐ πᾶσα ἐπιστήμη ἐπιστήμη ἐστίν.
“同样,如果ΑΒ前提不是全称地被假定;因为如果某种医学是知识。” 如果大前提不是全称的,而小前提是全称的,也能得出同样的结果;例如,知识属于某种医学,知识不属于任何医学;结论是并非所有知识都是知识。
"Εἰσὶ δὲ καθόλου μὲν τῶν ὅρων λαμβανομένων." Εἰσὶ μὲν καθόλου προτάσεις, ὅτε αἱ ἐναντίαι λαμβάνωνται· μερικὴ δὲ γίνεται ἡ μία, ὅτε τὸ ἀντιφατικὸν ληφθῇ.
“当词项被全称地假定时,[前提是相反的]。” 当相反的命题被假定时,前提是全称的;但当矛盾的命题被假定时,其中一个前提变为特称的。
"Δεῖ δὲ κατανοεῖν ὅτι ἐνδέχεται μὲν οὕτως." Δεῖ, φησίν, προσέχειν ὅτι ἐγχωρεῖ λαβεῖν τὰ ἀντικείμενα ἄνευ κρύψεως ὥστε μὴ λαθεῖν τοὺς διαλεγομένους. ἐνδέχεται δὲ ταῦτα τὰ ἀντικείμενα δι’ ἄλλων ἐπερωτήσεων λαβεῖν τὸν προσδιαλεγόμενον, ὥσπερ εἰρήκαμεν ἐν τοῖς Τόποις.
“但应当认识到,这样[假定对立命题]是可能的。” 他说,应当注意,在不掩蔽的情况下假定对立命题是可能的,以致对话者不能不察觉。但对话者也可能通过其他提问来获得这些对立命题,正如我们在《论题篇》中所说的那样。
"Ἐπεὶ δὲ τῶν καταφάσεων αἱ ἀντιθέσεις τρεῖς, ἑξαχῶς συμβαίνει τὰ ἀντικείμενα." Εἰρηκὼς ὁ Ἀριστοτέλης περὶ τῶν ἐξ ἀντικειμένων συλλογισμῶν πῶς γίνονται, νῦν λέγει πόσοι μὲν γίνονται τρόποι συζυγιῶν τῶν ἐξ ἀντικειμένων, καὶ ποῖαι συζυγίαι μάλιστα λαμβάνονται. καὶ εἰ λαμβάνονται ὡς ἐν τῷ δευτέρῳ σχήματι, τὸ καθόλου ἀνάγκη εἶναι πρὸς τῇ μείζονι. εἰ οὖν ἐστιν ἡ μείζων καθόλου καὶ καταφατική, ἐξ ἀνάγκης ἡ ἐλάττων τριχῶς ποικίλλεται, καὶ γίνονται τέως τρεῖς τρόποι· ἢ γὰρ καθόλου ἀποφατική ἐστιν ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική. εἰ δὲ ἡ μείζων ᾖ καθόλου ἀποφατική, πάλιν ἡ ἐλάττων ποικίλλεται τριχῶς· ἢ γὰρ καθόλου καταφατική ἐστιν ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική, ὥστε εἶναι ἓξ τὰς συζυγίας. ἀλλ’ οὐ πᾶσαι συντελοῦσιν εἰς τὸν περὶ τῶν ἀντικειμένων συλλογισμόν, ἀλλ’ αἱ τέσσαρες μόνον· οὔτε γὰρ ἐκ δύο καταφατικῶν ἢ ἐκ δύο ἀποφατικῶν συλλογισμὸν ποιοῦσιν. τῷ αὐτῷ τρόπῳ καὶ ἐν τρίτῳ σχήματι γίνονται ἀεὶ συλλογισμοί, ὅτε ἡ ἐλάττων καταφατική· εἰ δὲ ἀποφατική, οὐ γίνεται.
“由于对肯定的对立有三种,对立命题的出现有六种方式。” 亚里士多德在说明了出于对立前提的推论是如何产生之后,现在说明出于对立前提的结合方式产生多少种,以及主要采用哪些结合。如果按照第二格的方式来假定,全称命题必须是大前提。因此,如果大前提是全称肯定的,小前提必然有三种变化,暂时产生三种式;因为小前提要么是全称否定的,要么是特称肯定的,要么是特称否定的。而如果大前提是全称否定的,小前提同样有三种变化;因为它要么是全称肯定的,要么是特称肯定的,要么是特称否定的,因此结合共有六种。但并非所有的结合都有助于关于对立前提的推论,而只有四种有效;因为它们既不从两个肯定前提形成推论,也不从两个否定前提形成推论。以同样的方式,在第三格中,当小前提是肯定的时候,总是产生推论;但如果是否定的,则不产生推论。
- 5.188τῷ μὲν κατηγορεῖται τοῦ δὲ ἀπαρνεῖται
中项(ὁ μέσος ὅρος)为主语:κατηγορεῖται 支配与格 τῷ μὲν(“对其中之一被述说”),而与之对比的动词 ἀπαρνεῖται 支配属格 τοῦ δὲ(“对另一被否定”)。
- 5.190εἴπερ ἡ χαρὰ ἡδονὴ οὖσα κακὸν οὐκ ἔστιν
分词 οὖσα 具有让步或伴随含义(“喜悦虽是快乐”)。由 εἴπερ 引导的从句为前述悖论性结论(“某种快乐不是快乐”)提供了论证理由。
