← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§445.25-447.18

第一格的不可能与第二格中由对立前提进行的推论

对亚里士多德《前分析篇》63b33–64a10的注解。斐洛庞诺阐明了在第一格中为何不能从对立前提得出结论,继而说明在第二格中如何从对立或相反前提推导出谬误结论(例如“医学知识不是知识”),并讨论了因前提调换而形成的不同推论式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.181

" Καταφατικὸς μέν, ὅτι ἀμφοτέρας δεῖ καταφατικὰς εἶναι τὰς προτάσεις." Αὐτὸς λέγει τὴν αἰτίαν δι’ ἣν ἐν πρώτῳ σχήματι οὐ δύναται δειχθῆναι οὔτε καταφατικὸν συμπέρασμα οὔτε ἀποφατικόν. καταφατικὸν μὲν οὐ δύναται, ἐπειδὴ ἐκ δύο γίνεται καταφατικῶν, ἐπὶ δὲ τῶν ἐξ ἀντικειμένων συλλογισμῶν ἡ μὲν ἦν κατάφασις ἡ δὲ ἄλλη ἀπόφασις τῶν προτάσεων. ἀποφατικὸν δὲ συμπέρασμα ἐν πρώτῳ σχήματι οὐ συνάγεται διὰ τί; ὅτι ἐπειδὴ ἐπὶ τῶν ἐξ ἀντικειμένων συλλογισμῶν πρὸς τῷ μέσῳ ὅρῳ ἐγίνοντο αἱ ἀντιθέσεις καὶ προτάσεις ὥστε τὸν αὐτὸν ὅρον καὶ καταφατικὴν καὶ ἀποφατικὴν ποιεῖν πρότασιν, ἐν δὲ τῷ πρώτῳ σχήματι ὁ μέσος ὅρος ἐν τῇ μιᾷ προτάσει ὑπόκειται καὶ ἐν τῇ μιᾷ κατηγορεῖται, ὥστε οὐ δυνατὸν τοῦ αὐτοῦ τὰς ἀντικειμένας προτάσεις λαβεῖν. εἰ οὖν μὴ ἐν πρώτῳ, οὐκ ἔστιν ἀναγκαίως ἐν δευτέρῳ καὶ τρίτῳ δειχθῆναι τοὺς συλλογισμοὺς τοὺς ἐξ ἀντικειμένων προτάσεων.1

“肯定性的[推论不能得出],因为两个前提都必须是肯定的。” 他自己说明了在第一格中既不能得出肯定结论也不能得出否定结论的原因。肯定结论不能得出,因为它是从两个肯定前提产生的,而在出于对立前提的推论中,前提之一是肯定,另一是否定。那么为什么在第一格中不能得出否定结论呢?因为在出于对立前提的推论中,对立与前提是相对于中项产生的,以致同一词项既构成肯定前提又构成否定前提;但在第一格中,中项在一个前提中作为主词,在另一个前提中作为谓词,因而不可能就同一事物取得对立的前提。因此,若不在第一格中,在第一格中便不可能,出于对立前提的推论必然要在第二格和第三格中被证明。

§5.182

"Ἐν δὲ τῷ μέσῳ σχήματι καὶ ἐκ τῶν ἀντικειμένων καὶ ἐκ τῶν ἐναντίων ἐνδέχεται γίνεσθαι συλλογισμόν." Δείξας ὅτι ἐν πρώτῳ σχήματι οὐ δυνατὸν συνάγειν τοὺς ἐξ ἀντικειμένων προτάσεων συλλογισμούς, νῦν βούλεται δεῖξαι ὅτι ἐν δευτέρῳ συνάγονται. συνάγεται δέ, ὅτι τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ μὴ ὄν,2 οὕτως. ὁ μέσος ὅρος τὸ σπουδαῖον, ἐπιστήμη δὲ καὶ ἐπιστήμη ὡς ἰατρικὴ ἄκροι· καὶ λέγομεν οὕτως ἐν δευτέρῳ σχήματι, ὅτι πᾶσα ἐπιστήμη σπουδαία ἐστίν, οὐδεμία ἐπιστήμη ὡς ἰατρικὴ σπουδαία, ὥστε συνάγεται ὅτι ἰατρικὴ ἐπιστήμη ἐπιστήμη οὐκ ἔστιν· εἰ γὰρ πᾶσα ἐπιστήμη σπουδαία, οὐδεμία δὲ ἰατρικὴ ἐπιστήμη σπουδαία, οὐδὲ ἰατρικὴ ἐπιστήμη ἐπιστήμη ἐστίν. λάβε δὲ τὸν μέσον ὅρον πάλιν πρὸς τὴν ἰατρικὴν καὶ μείζονα οὕτως· οὐδὲν σπουδαῖον ἰατρική ἐστιν ἐπιστήμη, πᾶν σπουδαῖον ἐπιστήμη ἐστίν, ὥστε ἡ ἰατρικὴ ἐπιστήμη ἐπιστήμη οὐκ ἔστιν. καλῶς οὖν ἐλέγομεν ἐπὶ τῶν ἐξ ἀντικειμένων προτάσεων συλλογισμῶν, ὅτι τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι συνάγεται. δῆλον δὲ 〈ὅτι〉 τοῦτο συνήχθη διὰ τὸ εἶναι τὴν μείζω ψευδῆ τὴν λέγουσαν ‘οὐδὲν σπουδαῖον ἰατρική ἐστιν ἐπιστήμη’· ἀλλὰ καὶ διὰ τὴν ἐλάττω τὴν λέγουσαν ‘πᾶν σπουδαῖον ἐπιστήμη ἐστίν’. δυνατὸν δὲ διὰ τούτων τῶν τρόπων καὶ τὰ θεῖα δεῖξαι μὴ θεῖα καὶ τὴν ἡδονὴν μὴ εἶναι ἡδονὴν καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλ’ εἰδέναι δεῖ ὅτι κρύψις οὐ γέγονε τῶν ὅρων ἐνταῦθα, ἀλλ’ εὐθέως ὁ προσδιαλεγόμενος νοεῖ καὶ οὐ δίδωσι τοῦτο, ὅτι πᾶν σπουδαῖον ἐπιστήμη καὶ οὐδὲν σπουδαῖον ἰατρικὴ ἐπιστήμη. ἐν δὲ τοῖς Τοπικοῖς παραδίδωσι μεθόδους τῶν κρύψεων δι’ ἃς τοῦτο δοθήσεται. τόπους δὲ ἐκάλεσεν αὐτὰς τὰς μεθόδους.

“但在中格中,既可能从对立命题产生推论,也可能从相反命题产生推论。” 在证明了在第一格中不可能得出出于对立前提的推论之后,他现在希望证明它们在第二格中被得出。而同一样事物既存在又不存在,乃是按如下方式被得出的:中项是‘善的’,而‘知识’与‘作为医学的知识’是端项。我们在第二格中这样说:所有知识都是善的,没有任何作为医学的知识是善的;因此得出医学知识不是知识。因为如果所有知识都是善的,而没有任何医学知识是善的,那么医学知识也不是知识。请再将中项相对于医学和大项这样取:没有善的事物是医学知识,所有善的事物都是知识;因此医学知识不是知识。因此,我们就出于对立前提的推论所说的‘得出同一样事物既存在又不存在’是正确的。显然,得出这一结论是因为大前提是假的,即说‘没有善的事物是医学知识’的那一前提;但也是因为说‘所有善的事物都是知识’的小前提。通过这些方式,也可能证明神圣之物不是神圣的,快乐不是快乐,以及诸如此类的其他一切。但应当知道,这里并未对词项进行掩蔽,对话者立刻理解并且不承认这一点,即所有善的事物都是知识且没有善的事物是医学知识。但在《题篇》中,他传授了掩蔽的方法,借助这些方法这一点将被承认;他把这些方法称为‘论题’。

§5.183

"Ὁμοίως δὲ καὶ εἰ πᾶσαν λαβὼν σπουδαίαν." Ὁμοίως, φησίν, ἐὰν ἡ μείζων πρότασις μὴ ἀποφατικὴ ἀλλὰ καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἵνα μόνον μεταθῶμεν τὰς προτάσεις, πάλιν δείκνυμεν τὸ αὐτό.

“同样,如果假定所有都是善的。” 他说,同样,如果大前提不是否定的而是肯定的,而小前提是否定的,只要我们互换前提,我们就再次证明同一样事物。

§5.184

"Ὥστε ἡ τὶς ἐπιστήμη οὐκ ἔσται ἐπιστήμη." Οἷον ἡ ἰατρική· τὶς γὰρ ἐπιστήμη ἐστίν.

“以致某种知识将不是知识。” 例如医学;因为它是某种知识。

§5.185

"Καὶ εἰ τῷ μὲν Γ παντὶ τὸ Α." Ἐὰν ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι δειχθήσεται· οἷον ἡ ὑπόληψις οὐδεμιᾷ ἐπιστήμῃ, ὑπόληψις πάσῃ ἰατρικῇ ἐπιστήμῃ· συμπέρασμα ὅτι οὐδεμία ἰατρικὴ ἐπιστήμη ἐπιστήμη ἐστίν.

“而如果Α属于所有Γ[且不属于任何Β]。” 如果大前提是否定的而小前提是肯定的,同一样事物将被证明既存在又不存在;例如,信念不属于任何知识,信念属于所有医学知识;结论是没有任何医学知识是知识。

§5.186

"Διαφέρει δὲ τοῦ πάλαι τῷ ἐπὶ τῶν ὅρων ἀντιστρέφεσθαι·3 πρότερον μὲν γὰρ πρὸς τῷ Β, νῦν δὲ πρὸς τῷ Γ." Διαφέρει, φησίν, ὁ δεύτερος τρόπος τῶν ἐξ ἀντικειμένων προτάσεων τοῦ πρώτου, ὅτι ὁ πρῶτος ἔχει τὴν ἐλάττονα ἀποφατικὴν τὴν δὲ μείζονα καταφατικήν, ὁ δὲ δεύτερος τὸ ἀνάπαλιν.

“这与先前的不同之处在于关于词项被换位;因为先前是相对于Β,而现在是相对于Γ。” 他说,出自对立前提的第二式与第一式的不同之处在于:第一式的小前提是否定的而大前提是肯定的,第二式则相反。

语法注3 条
  1. 5.181εἰ οὖν μὴ ἐν πρώτῳ, οὐκ ἔστιν ἀναγκαίως ἐν δευτέρῳ καὶ τρίτῳ δειχθῆναι τοὺς συλλογισμοὺς τοὺς ἐξ ἀντικειμένων προτάσεων.

    句法上断为:εἰ οὖν μὴ ἐν πρώτῳ [sc. συνάγεται], οὐκ ἔστιν [sc. ἐν πρώτῳ], ἀναγκαίως [sc. οὖν] ἐν δευτέρῳ καὶ τρίτῳ δειχθῆναι...(“因此,若不在第一格中得出,在第一格中便不可能,必然要在第二格和第三格中被证明……”)。如果将 οὐκ ἔστιν ἀναγκαίως... 连读理解为“未必在第二格和第三格中被证明”,则与上一节(§5.180)明确断定此类推论可在第二格与第三格中成立的论述相矛盾,故不予采纳。

  2. 5.182τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ μὴ ὄν

    καὶ ὄν ... καὶ μὴ ὄν 借由关联助词 καὶ ... καὶ 并列,充当联系动词 ἐστι 的谓词分词(“既是存在之物又是非存在之物”),用来表述从对立前提出发的荒谬结论,即同一事物被同时肯定和否定。

  3. 5.186τῷ ἐπὶ τῶν ὅρων ἀντιστρέφεσθαι

    此为定冠词中性单数与格 τῷ 引领的名词化不定式结构(τῷ ... ἀντιστρέφεσθαι),表示原因或方式(“由于……被换位”)。介词短语 ἐπὶ τῶν ὅρων 表示范围(“在词项方面 / 在词项配置上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:445.25-447.18