← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§443.30-445.24

第三格的归结与从对立前提出发的推论

斐洛庞奴斯阐明了第三格中的否定命题如何在第二格中就全称与特称两种情形被直言地归结与证明,随后解释了亚里士多德在《前分析篇》卷二第15章中提出的“从对立前提出发的推论”,论述了对立命题的分类、推论成立的格的限制(排除第一格并在第二、第三格中成立的根据),以及这一方法在应对诡辩争难而非论证性科学中的实用价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.177

" Εἰ δὲ στερητικὸς ὁ συλλογισμός, ὑπόθεσις μὲν τὸ Α τινὶ τῷ Β ὑπάρχειν." Εἰρηκὼς πῶς τὰ καταφατικὰ ἐν πρώτῳ δείκνυται τὰ ἐν τρίτῳ σχήματι, νῦν λέγει πῶς τὰ ἐν τρίτῳ σχήματι ἀποφατικὰ δεικτικῶς δείκνυται ἐν δευτέρῳ. δύναται δὲ καὶ ἐν πρώτῳ δειχθῆναι. ἀλλ’ ἐπειδὴ ἴδιον τοῦτο τοῦ δευτέρου σχήματος, διὰ τοῦτο ἐν δευτέρῳ ἀνάγεται τὸ ἀποφατικὸν τοῦ τρίτου σχήματος. διὰ τοῦ ἀδυνάτου 〈οὖν〉 οὕτως, ὅτι τὸ Α οὐδενὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί· οὐκοῦν τὸ Α τινὶ τῷ Β, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Γ. ἀλλὰ τοῦτο ἐναργῶς ψεῦδος· ἦν γὰρ οὐδενί· ἀληθὲς ἄρα τὸ οὐδενί. καὶ ποιοῦμεν λοιπὸν ἐν δευτέρῳ σχήματι οὕτως· τὸ Γ οὐδενὶ τῷ Α, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ Β. οὕτως τὸ καθόλου ἀποφατικὸν δείκνυται δεικτικῶς ἐν δευτέρῳ σχήματι.

“如果推论是否定性的,那么假设是Α属于某些Β。” 在说明了第三格中的肯定命题如何在第一格中被证明之后,他现在说明第三格中的否定命题如何在第二格中被直言地证明。而且它们也可以在第一格中被证明;但由于这是第二格所特有的,因此第三格的否定命题被归结到第二格。因此通过归谬证明如下:Α不属于任何Β;因为如果这是假的,那么‘属于某些’是真的;因此Α属于某些Β,Γ属于所有Β;结论是Α属于某些Γ。但这是明显虚假的;因为它曾是‘不属于任何’;因此‘不属于任何’是真的。于是我们在第二格中接着这样做:Γ不属于任何Α,Γ属于所有Β;结论是Α不属于任何Β。这样,全称否定命题在第二格中被直言地证明。

§5.178

"Εἴληπται δὲ τὸ Γ τῷ μὲν Α μηδενὶ τῷ δὲ Β παντί· τοῦτο δὲ τὸ σχῆμα τὸ μέσον. ὁμοίως δὲ καὶ εἰ μὴ καθόλου ἡ ἀπόδειξις." Ὥσπερ τὸ καθόλου ἀποφατικὸν ἐν δευτέρῳ σχήματι ἐδείχθη, οὕτω καὶ τὸ μερικόν. ἐδείκνυτο γὰρ τὸ μερικὸν ἐν τρίτῳ οὕτως, ὅτι τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· τὸ δὲ Γ τινὶ τῷ Β· οὔκουν τὸ Α τινὶ τῷ Γ· ἦν δὲ οὐδενί. τοῦτο οὖν ψεῦδος· ἀληθὲς ἄρα τὸ οὐ παντί. εἶτα ἐν δευτέρῳ σχήματι· ὅτι τὸ Γ οὐδενὶ τῷ Α, τὸ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. οὕτω καὶ τὰ ἀποφατικὰ τοῦ τρίτου σχήματος ἐν δευτέρῳ δεικτικῶς.

“而Γ已被取为不属于任何Α,但属于所有Β;这就是中格。如果证明不是全称的,情况也同样。” 正如全称否定命题在第二格中被证明,特称命题也是如此。因为特称命题在第三格中曾被证明如下:Α不属于所有Β;因为如果这是假的,那么‘属于所有’是真的;并且Γ属于某些Β;因此Α属于某些Γ;但它曾是‘不属于任何’。所以这是假的;因此‘不属于所有’是真的。接着在第二格中:Γ不属于任何Α,Γ属于某些Β;结论是Α不属于所有Β。第三格的否定命题也就这样在第二格中被直言地证明。

§5.179

"Δῆλον οὖν ὅτι πᾶν πρόβλημα δείκνυται κατ’ ἀμφοτέρους τοὺς τρόπους." Οὐκ εἶπε πάντα τρόπον ἀλλὰ πᾶν πρόβλημα,1 ἢ καταφατικὸν ἢ ἀποφατικόν, ὅτι δείκνυται καὶ δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας.

“因此显然,每一个论题都按照这两种方式被证明。” 他没有说‘每一个式’,而是说‘每一个论题’,无论肯定还是否定,即它既通过归谬又直接地被证明。

§5.180

"Ἐν ποίῳ δὲ σχήματι ἔστιν ἐξ ἀντικειμένων προτάσεων συλλογίσασθαι." Βούλεται διὰ τούτων ὁ Ἀριστοτέλης παραδοῦναι ἡμῖν τὸν ἐξ ἀντικειμένων προτάσεων συλλογισμόν. ἀντικείμεναι δὲ λέγονται προτάσεις ἡ πᾶς καὶ οὐ πᾶς, τὶς καὶ οὐδείς, πᾶς καὶ οὐδείς, τὶς καὶ οὐ πᾶς. αὗται μὲν τέσσαρες ἀντιθέσεις κατὰ τὴν λέξιν· ἐν γὰρ τοῖς πράγμασιν αὐτοῖς οὐκ ἀντίκειται ἡ τὶς τῇ οὐ πᾶς, ὅπου γε καὶ συναληθεύει αὐτῇ.2 ὥστε εἰσὶ τρεῖς ἀντιθέσεις. εἰδέναι δὲ δεῖ ὅτι ὁ συλλογισμὸς ὁ ἐξ ἀντικειμένων τῶν προτάσεων συναγόμενος τὸ αὐτὸ δείκνυσι καὶ εἶναι καὶ μὴ εἶναι. καὶ ἐν πρώτῳ σχήματι δειχθῆναι τοῦτο οὐ δύναται, ἀλλ’ ἐν δευτέρῳ καὶ τρίτῳ. καὶ ἐν πρώτῳ καταφατικὸν μὲν οὐ δείκνυσι συμπέρασμα, διότι ἐξ ἀντικειμένων γίνεται, τὰ δὲ ἀντικείμενα εἰσὶ τὰ καταφατικὰ τοῖς ἀποφατικοῖς· εἰ δέ ἐστιν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἀποφατικὸν τὸ συμπέρασμα. διὰ ταύτην οὖν τὴν αἰτίαν καταφατικὰ συναχθῆναι οὐ δύναται ἐν τῷ πρώτῳ σχήματι. καὶ ἐν τῷ τρίτῳ ὡσαύτως· ἤθελε γὰρ τὸ καταφατικὸν ἐξ ἀμφοτέρων καταφατικῶν εἶναι· νῦν δὲ ἀντιφατικῶς εἰσιν αἱ προτάσεις, ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική. οὔτε δὲ ἀποφατικὸν δύναται συναχθῆναι ἐν πρώτῳ σχήματι οὔτε καταφατικόν, διότι τοῦ αὐτοῦ καὶ κατηγοροῦνται καὶ ἀπαρνοῦνται αἱ προτάσεις3 αἱ ἐξ ἀντικειμένων, ἐν δὲ τῷ πρώτῳ σχήματι τοῦ αὐτοῦ οὐκέτι οἱ ὅροι κατηγοροῦνται καὶ ἀπαρνοῦνται, ἀλλ’ ὁ μέσος ὅρος τῷ μὲν ὑπόκειται τοῦ δὲ κατηγορεῖται. εἰδέναι δὲ δεῖ ὅτι ταῦτα πρὸς τὴν ἀποδεικτικὴν οὐδὲν συμβάλλεται· πάντως γὰρ ἡ μία πρότασις ψευδής ἐστιν, εἰ τοῦ αὐτοῦ ἀντικειμένας προτάσεις λαμβάνεις, αἱ δὲ ἀντικείμεναι προτάσεις ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ὥστε καὶ ἐπὶ τῶν ἐξ ἀντικειμένων τὴν μίαν πάντως ἀληθῆ εἶναι τὴν δὲ μίαν ψευδῆ. ἀλλὰ συμβάλλεται ἡμῖν ταῦτα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις, ἵνα μὴ παραλογιζώμεθα ὅτι δύναται τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι. ἀκριβέστερον δὲ ἐν τοῖς Τοπικοῖς τούτου τὴν μέθοδον δείκνυσιν.

“在哪个格中可能从对立的前提进行推论。” 亚里士多德希望通过这些教导我们从对立前提出发的推论。被称为对立的前提有:‘所有’与‘并非所有’,‘某些’与‘没有任何’,‘所有’与‘没有任何’,‘某些’与‘并非所有’。按词句而言,这是四种对立;因为在事物本身中,‘某些’与‘并非所有’并不对立,既然它们甚至同时为真。因此有三种对立。应当知道,从对立前提得出的推论证明同一样事物既存在又不存在。而这在第一格中无法证明,而是在第二格和第三格中被证明。在第一格中它不证明肯定的结论,因为它是从对立命题产生的,而对立命题是肯定命题相对于否定命题;如果一个是肯定的而另一个是否定的,结论就是否定的。因此由于这个原因,在第一格中不可能得出肯定结论。在第三格中也是同样;因为肯定结论原本要求出自两个肯定前提;但现在前提处于矛盾对立中,一个是肯定的而另一个是否定的。然而在第一格中既不能得出否定结论,也不能得出肯定结论,因为由对立命题构成的前提是关于同一个事物被断定和被否定的,但在第一格中,诸词项不再是关于同一个事物被断定和被否定,而是中项对于一者作为主词,而对于另一者作为谓词。但应当知道,这些对论证性科学毫无助益;因为如果你就同一事物采取对立前提,其中一个前提必然是假的,而对立的前提一真一假,因而在出于对立前提的情况下也必然是一真一假。但是这些有助于我们应对诡辩性的纠缠,以免我们陷入谬误推论,以为同一样事物既可能存在又可能不存在。他在《题篇》中更精确地阐明了这一方法。

语法注3 条
  1. 5.179Οὐκ εἶπε πάντα τρόπον ἀλλὰ πᾶν πρόβλημα

    τρόπος指推论的“格”或“式”,而πρόβλημα指有待证明的“命题”或“论题”(肯定/否定、全称/特称)。菲洛庞奴斯在此辨明主语πᾶν πρόβλημα是指任何论题(不论肯定还是否定),以防止将其与引文中的κατ’ ἀμφοτέρους τοὺς τρόπους(依两种方式,即归谬法与直言法)混淆并误解为“每一个式”。

  2. 5.180ὅπου γε καὶ συναληθεύει αὐτῇ

    ὅπου γε在此处并非表示空间位置,而是作引导原因或限定的连词短语(“既然”、“鉴于”)。小词καί表示递进或强调(“甚至”、“切实”),指出特称肯定(τὶς)与特称否定(οὐ πᾶς)作为下反对命题在实际事物中能够同时为真的逻辑特征。

  3. 5.180τοῦ αὐτοῦ καὶ κατηγοροῦνται καὶ ἀπαρνοῦνται αἱ προτάσεις

    属格τοῦ αὐτοῦ由κατηγοροῦνται(被断定/述说)与ἀπαρνοῦνται(被否定)共同支配,表示被肯定或否定的对象(“关于同一事物”)。主语是αἱ προτάσεις。整句表明由对立命题构成的前提是对同一个主项进行肯定与否定,而第一格中中项对一极为主词、对另一极为谓词,无法满足这一条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:443.30-445.24