- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:442.16-443.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《前分析篇》卷二第14章(63a29–40),解释在第二格中通过归谬法证明的特称肯定、全称否定和特称否定结论,以及第三格中的肯定命题,如何被直言地归约到第一格中进行证明。
" Ὁμοίως δὲ καὶ εἰ τινὶ δέδεικται ὑπάρχον." Πάλιν εἰ ἐδείχθη δι’ ἀδυνάτου ἐν δευτέρῳ σχήματι ὅτι τὸ Α τινὶ τῷ Β (δηλονότι ἔχον ὑπόθεσιν ψευδῆ τὴν οὐδενὶ οὕτως·1 τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β· τοῦτο δὲ ἐναργῶς ψεῦδος· ἀληθὲς ἄρα τὸ τινί), οὐκοῦν ποιοῦμεν οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Β, τὸ ἄρα Α τινὶ τῷ Β. καὶ πάλιν ἔσται τὸ πρῶτον σχῆμα.
“如果已被证明属于某些,情况也同样。” 再次,如果在第二格中通过归谬证明了Α属于某些Β(显然具有‘不属于任何’这一虚假假设如下:Α属于所有Γ,Α不属于任何Β;结论是Γ不属于任何Β;但这是明显虚假的;因此‘属于某些’是真的),那么我们这样做:Α属于所有Γ,Γ属于某些Β,因此Α属于某些Β。这样就再次成为第一格。
"Εἰ δὲ στερητικὸς ὁ συλλογισμός, ἡ μὲν ὑπόθεσις τὸ Α τινὶ τῷ Β." Πάλιν δείκνυται ὁ στερητικὸς ἐν δευτέρῳ οὕτως· λέγω ὅτι τὸ Α οὐδενὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί· τὸ δὲ Α οὐδενὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β· εἰ δὲ τοῦτο ψεῦδος (ἦν γὰρ παντί), ἀληθὲς τὸ οὐδενὶ * * * τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, τὸ Α οὐδενὶ τῷ Β.
“如果推论是否定性的,那么假设是Α属于某些Β。” 再次,否定性推论在第二格中被证明如下:我说Α不属于任何Β;因为如果这是假的,那么‘属于某些’就是真的;但Α不属于任何Γ;结论是Γ不属于所有Β;但如果这是假的(因为它曾是‘属于所有’),那么‘不属于任何’是真的***Α不属于任何Γ,Γ属于所有Β,[因此]Α不属于任何Β。
"Καὶ εἰ μὴ καθόλου ὁ συλλογισμός, ἀλλὰ τὸ Α τινὶ τῷ Β δέδεικται μὴ ὑπάρχον, ὡσαύτως· ὑπόθεσις μὲν γὰρ παντὶ τῷ Β τὸ Α." Ἐδείχθη δι’ ἀδυνάτου τὸ μερικὸν ἐν δευτέρῳ σχήματι οὕτως· λέγω ὅτι τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί.2 εἶτα ληφθήτω ὅτι τὸ Α οὐδενὶ τῷ Γ· τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἀλλὰ τοῦτο ἔστω ἐναργῶς ψεῦδος· ἦν γὰρ τινί· οὐκοῦν ἀληθὲς ἄρα τὸ 〈οὐ〉 παντί. εἶτα ἐν πρώτῳ σχήματι δείκνυται οὕτως, ὅτι τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. οὕτως τὰ τοῦ δευτέρου σχήματος ἐν πρώτῳ δείκνυται. δυνατὸν δὲ καὶ τὰ μερικὰ ἀποφατικὰ ἐν τρίτῳ δεῖξαι.
“如果推论不是全称的,而是Α已被证明不属于某些Β,同样如此;因为假设是Α属于所有Β。” 在第二格中特称命题通过归谬被证明如下:我说Α不属于所有Β;因为如果这是假的,那么‘属于所有’就是真的。接着,取Α不属于任何Γ;Α属于所有Β;结论是Γ不属于任何Β。但设这是明显虚假的;因为它曾是‘属于某些’;因此,于是‘不属于所有’是真的。接着在第一格中被证明如下:Α不属于任何Γ,Γ属于某些Β;结论是Α不属于所有Β。第二格中的命题就这样在第一格中被证明。并且也有可能在第三格中证明特称否定命题。
"Πάλιν ἐν τῷ τρίτῳ σχήματι δεδείχθω τὸ Α παντὶ τῷ Β ὑπάρχον. οὐκοῦν ἡ μὲν ὑπόθεσις ἦν μὴ παντὶ τῷ Β τὸ Α." Πληρώσας περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει περὶ τοῦ τρίτου. καὶ φησὶν ὅτι τὰ καταφατικὰ τοῦ τρίτου ἐν πρώτῳ σχήματι δεικτικῶς δείκνυται, τὰ δὲ ἀποφατικὰ ἐν δευτέρῳ οὕτως. ἐδείχθη ἐν τρίτῳ διὰ τοῦ ἀδυνάτου τὸ καθόλου καταφατικὸν οὕτως· ὑποκείσθω ὅτι τὸ Α παντὶ τῷ Β κατὰ ἀλήθειαν· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· εἶτα τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἀλλ’ ἔστω τοῦτο ψεῦδος· ἦν γὰρ παντί· ἀληθὲς οὖν τὸ παντί. οὐκοῦν ἐν πρώτῳ σχήματι δείκνυται οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α παντὶ τῷ Β. οὕτω τὸ καθόλου καταφατικόν. τὸ δὲ μερικὸν καταφατικὸν ἐδείκνυτο ἐν τρίτῳ σχήματι διὰ τοῦ ἀδυνάτου οὕτως· τὸ Α λέγω ὅτι τινὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί· τὸ Α οὐδενὶ τῷ Β, τὸ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ· ἀλλ’ ἔστω τοῦτο ἐναργῶς ψεῦδος· ἦν γὰρ παντί· ὥστε ἀληθὲς τὸ τινί. οὐκοῦν γίνεται ἐν πρώτῳ σχήματι οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Β, τὸ ἄρα Α τινὶ τῷ Β. οὕτω τὰ δι’ ἀδυνάτου καταφατικὰ ἐν τρίτῳ δειχθέντα δεικτικῶς ἐν πρώτῳ ἐδείχθη ὑπάρχοντα.3
“再次,在第三格中设Α已被证明属于所有Β。那么假设曾是Α不属于所有Β。” 结束了关于第二格的讨论,他现在论及第三格。他说第三格的肯定命题在第一格中被直言地证明,而否定命题在第二格中被证明如下。在第三格中通过归谬全称肯定命题被证明如下:设依照真理Α属于所有Β;如果这是假的,那么‘不属于所有’是真的;接着Γ属于所有Β;结论是Α不属于所有Γ。但设这是假的;因为它曾是‘属于所有’;因此‘属于所有’是真的。所以在第一格中被证明如下:Α属于所有Γ,Γ属于所有Β;结论是Α属于所有Β。全称肯定命题就是这样。另一方面,特称肯定命题在第三格中通过归谬曾被证明如下:我说Α属于某些Β;因为如果这是假的,那么‘不属于任何’是真的;Α不属于任何Β,Γ属于某些Β;结论是Α不属于所有Γ;但设这是明显虚假的;因为它曾是‘属于所有’;所以‘属于某些’是真的。所以在第一格中产生如下:Α属于所有Γ,Γ属于某些Β,因此Α属于某些Β。这样,在第三格中通过归谬证明的肯定命题,就在第一格中被直言地证明为属于。
- 5.173δηλονότι ἔχον ὑπόθεσιν ψευδῆ τὴν οὐδενὶ οὕτως
中性单数分词 ἔχον 在语法上与条件从句中的主语命题 τὸ Α [τινὶ τῷ Β] 一致,或作为同位语说明前述证明过程的状态,后接宾语 ὑπόθεσιν ψευδῆ τὴν οὐδενὶ 说明反证假设的内容。
- 5.175ἀληθὲς ἄρα τὸ 〈οὐ〉 παντί
校勘者在手抄本的 τὸ παντί 前补入否定词 〈οὐ〉。按照归谬法的论理,从假定(属于所有)导出的荒谬结论被否定后,确立为真的应当是原本要证明的特称否定命题“不属于所有”(οὐ παντί)。
- 5.176τὰ δι’ ἀδυνάτου καταφατικὰ ἐν τρίτῳ δειχθέντα δεικτικῶς ἐν πρώτῳ ἐδείχθη ὑπάρχοντα
被动动词 ἐδείχθη(被证明)的主语是中性复数名词短语 τὰ ... καταφατικὰ δειχθέντα,表语分词 ὑπάρχοντα 在主格中与之保持一致(‘被证明为属于’)。中性复数主语搭配单数动词 ἐδείχθη 符合标准古典希腊语语法。
