← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§441.1-442.15

第一格归谬法向其他格直言推论的转换

斐洛庞努斯阐明了在第一格中通过归谬法证明的命题(全称否定、特称否定与特称肯定)如何在第二格和第三格中直言地得出,继而论述了在第二格中通过归谬法证明的全称肯定命题如何在第一格中直言地被证明(63a7–63a25)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.169

" Ἔστω γὰρ δεδειγμένον τὸ Α μηδενὶ ἢ μὴ παντὶ τῷ Β." Ἐλέγομεν ὅτι δι’ ἀδυνάτου τὸ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι μὴ συνάγεται, ἀλλὰ τὸ καθόλου ἀποφατικόν. ἐδείκνυτο δὲ οὕτως, ὅτι τὸ Α οὐδενὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί· τὸ οὖν Γ παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Β· τὸ ἄρα Γ τινὶ τῷ Β. τοῦτο δὲ ἐναργῶς ψεῦδος· ἀληθὲς ἄρα τὸ οὐδενί. τοῦτο οὖν δειχθήσεται διὰ τοῦ δευτέρου σχήματος δεικτικῶς οὕτως· τὸ Γ οὐδενὶ τῷ Β, τὸ Γ παντὶ τῷ Α· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ Β. αὕτη οὖν ἡ ὑπόθεσις ἡ λέγουσα τὸ Α τινὶ τῷ Β ψευδής· ἀληθὴς ἄρα ἦν ἡ οὐδενί. τὸ δὲ Γ λαμβάνει νῦν αὐτὸς ἀντὶ τοῦ μέσου ὅρου καὶ λέγει ὅτι τὸ Γ ἐλαμβάνετο τῷ μὲν Α παντὶ τῷ δὲ Β οὐδενί.1 ἐλαμβάνετο δὲ νῦν κατὰ ἀλήθειαν, καὶ ἐν δευτέρῳ σχήματι ἐδείκνυτο τὸ ζητούμενον οὕτω τὸ καθόλου ἀποφατικόν· ὃ γὰρ δι’ ἀδυνάτου ἐν πρώτῳ σχήματι συνήχθη, δεικτικῶς συνάγεται ἐν δευτέρῳ.

“因为设Α已被证明不属于任何Β或不属于所有Β。” 我们曾说过,在第一格中全称肯定命题不能通过归谬得出,而全称否定命题可以得出。它是这样被证明的:Α不属于任何Β;因为如果这是假的,那么“属于某些”就是真的;于是Γ属于所有Α,Α属于某些Β;因此Γ属于某些Β。但这是明显虚假的;因此“不属于任何”是真的。因此,这一点将通过第二格直言地被证明如下:Γ不属于任何Β,Γ属于所有Α;结论是Α不属于任何Β。所以,声称Α属于某些Β的这一假设是假的;因此“不属于任何”曾是真的。而他自己现在取Γ作为中项,并说Γ被取为属于所有Α且不属于任何Β。现在它是依照真理被取的,而所探求的全称否定命题在第二格中就这样被证明了;因为在第一格中通过归谬得出的东西,在第二格中被直言地得出。

§5.170

"Φανερὸν ἐκ τούτων ὅτι οὐδενὶ τῷ Β ὑπάρχει τὸ Α. ὁμοίως δὲ καὶ εἰ μὴ παντί." Ὁμοίως καὶ τὸ μερικὸν ἀποφατικὸν δείκνυται δεικτικῶς ἐν δευτέρῳ σχήματι οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Γ οὐ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. ἐδείκνυτο δὲ τοῦτο δι’ ἀδυνάτου ἐν πρώτῳ σχήματι οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Α παντὶ τῷ Β, τὸ Γ ἄρα παντὶ τῷ Β· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· τὸ δὲ παντὶ ἔστω ἐναργῶς ἄτοπον· οὐκοῦν τὸ οὐ παντὶ ἀληθές.

“从这些显然可知,Α不属于任何Β。如果不属于所有,情况也同样。” 同样,特称否定命题也在第二格中直言地被证明如下:Γ属于所有Α,Γ不属于所有Β;结论是Α不属于所有Β。而这在第一格中曾通过归谬被证明如下:Γ属于所有Α,Α属于所有Β,因此Γ属于所有Β;但如果这是假的,那么“不属于所有”就是真的;设“属于所有”是明显荒谬的;因此“不属于所有”是真的。

§5.171

"Πάλιν δεδείχθω τινὶ ὑπάρχον τῷ Β τὸ Α. ἡ μὲν οὖν ὑπόθεσις μηδενὶ ὑπάρχειν." Νῦν βούλεται δεῖξαι τὸ μερικὸν καταφατικόν, ὃ συνήχθη ἐν πρώτῳ δι’ ἀδυνάτου, νῦν συνάγεται ἐν τρίτῳ δεικτικῶς. ἀλλ’ ἐπιστῆσαι δεῖ ὅτι,2 εἰ μὲν ἐπὶ τοῦ δευτέρου δείκνυσι, προσλαμβάνει μείζονα πρότασιν, εἰ δὲ ἐπὶ τοῦ τρίτου, προσλαμβάνει ἐλάττονα πρότασιν. ἐδείκνυτο δὲ δι’ ἀδυνάτου ἐν πρώτῳ σχήματι, ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει, οὕτως· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενὶ τῷ Β τὸ Α· τὸ δὲ Β παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ Γ· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί. δείκνυται δ’ ἐν τρίτῳ δεικτικῶς οὕτως· τὸ Α παντὶ ἢ τινὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Β.

“再次,设Α已被证明属于某些Β。那么假设是不属于任何。” 现在他希望证明特称肯定命题:在第一格中通过归谬得出的命题,现在在第三格中被直言地得出。但必须注意的是,如果他在第二格上证明,他就额外取一个大前提,而如果在第三格上,他就额外取一个小前提。而Α属于某些Β在第一格中曾通过归谬被证明如下:因为如果这是假的,那么Α不属于任何Β就是真的;但Β属于所有Γ;结论是Α不属于任何Γ;但如果这是假的,那么“属于某些”就是真的。在第三格中直言地被证明如下:Α属于所有或某些Γ,Β属于所有Γ;结论是Α属于某些Β。

§5.172

"Πάλιν ἐν τῷ μέσῳ σχήματι δεδείχθω τὸ Α παντὶ τῷ Β ὑπάρχον." Ἔδειξε πῶς τὰ τοῦ πρώτου σχήματος δι’ ἀδυνάτου δεικνύμενα δείκνυται δεικτικῶς ἐν δευτέρῳ καὶ τρίτῳ· νῦν βούλεται δεῖξαι πῶς τὰ τοῦ δευτέρου ἐν πρώτῳ δεικτικῶς δείκνυται. συνήγετο δὲ τὸ καθόλου καταφατικὸν δι’ ἀδυνάτου ἐν δευτέρῳ οὕτως, ὅτι τὸ Α παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β· ἀλλ’ ἔστω τοῦτο ψεῦδος· ἀληθὲς ἄρα τὸ παντὶ * * * τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, τὸ ἄρα Α παντὶ τῷ Β. καὶ οὕτως ἔσται τὸ πρῶτον σχῆμα.

“再次,在中格中设Α已被证明属于所有Β。” 他已经展示了第一格中通过归谬证明的命题如何在第二格和第三格中被直言地证明;现在他希望展示第二格中的命题如何在第一格中被直言地证明。而在第二格中全称肯定命题曾通过归谬被得出如下:Α属于所有Β;因为如果这是假的,那么“不属于所有”就是真的;Α属于所有Γ,Α不属于所有Β;结论是Γ不属于所有Β;但设这是假的;因此“属于所有”是真的***Α属于所有Γ,Γ属于所有Β,因此Α属于所有Β。这样就将是第一格。

语法注2 条
  1. 5.169τῷ μὲν Α παντὶ τῷ δὲ Β οὐδενί

    修饰被动动词 ἐλαμβάνετο 的关系与格,针对主语 τὸ Γ 表示其在前提中的述谓从属关系:“[属于]所有Α且[不属于]任何Β”。

  2. 5.171ἀλλ’ ἐπιστῆσαι δεῖ ὅτι

    非人称动词 δεῖ 支配不定式 ἐπιστῆσαι(引起注意、留意)的固定句式,后接 ὅτι 从句引出应当注意的核心论点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:441.1-442.15