- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:439.1-440.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在完成第三格中特称否定命题的归谬法证明后,菲洛波诺斯从前提与结论的角度阐述归谬证明与直言证明的差异,并注解了亚历山大关于各格中这两种证明方式相互转换的疑难及其化解。
" Εἰ γὰρ τὸ Α παντὶ τῷ Β καὶ τὸ Γ παντὶ τῷ Β, τὸ Α ὑπάρχει τινὶ τῷ Γ." Ἐὰν βουλώμεθα τὸ μερικὸν ἀποφατικὸν δεῖξαι, ληπτέον τότε ὅτι τὸ Α παντὶ τῷ Β καὶ τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Γ ὑπάρχει. ἔστω δὲ καὶ τοῦτο ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησεν; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α παντὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ οὐ παντί. οὕτω καὶ τὸ μερικὸν ἀποφατικόν.
“因为如果Α属于所有Β,且Γ属于所有Β,则Α属于某些Γ。” 如果我们希望证明特称否定命题,那么那时必须取Α属于所有Β,且Γ属于所有Β;结论是Α属于某些Γ。设这也明显是假的。由于什么原因随之产生了假?由于声称Α属于所有Β的虚假前提。如果这是假的,那么“不属于所有”就是真的。特称否定命题也是这样[证明的]。
"Ἐὰν δὲ ὑποτεθῇ τινὶ ὑπάρχειν." Ἐὰν ληφθῇ τὸ τινὶ ὡς ἐναντίον, οὐ δείκνυται τὸ προκείμενον, ὡς εἴρηται ἐν τοῖς ἔμπροσθεν.
“但如果假定属于某些。” 如果把“属于某些”作为相反者来取,所提出的命题就无法被证明,正如前文中所说的那样。
"Δῆλον δὲ ὅτι καὶ ἐν τῷ μέσῳ σχήματι." Καλῶς εἶπεν ὅτι ἐν τῷ δευτέρῳ σχήματι δείκνυταί πως τὸ καταφατικόν· τὸ γὰρ ‘πως’ προσέθηκεν, ἐπειδὴ οὐ προσεχῶς συνάγεται, ἀλλὰ τῇ τῶν ἄλλων ἀναιρέσει1 συνάγεται.
“很明显,在中格中也是如此。” 他恰当地说,在第二格中肯定命题在某种程度上被证明;因为他之所以加上“在某种程度上”,是因为它不是直接被得出的,而是通过破除其余者而被得出的。
"Διαφέρει δὲ ἡ εἰς τὸ ἀδύνατον ἀπόδειξις τῆς δεικτικῆς." Βούλεται διὰ τούτων ὁ Ἀριστοτέλης παραδοῦναι τὴν διαφορὰν τῆς δι’ ἀδυνάτου δείξεως καὶ τῆς δεικτικῆς. καὶ φησὶν ὅτι διαφέρει κατὰ τὰς προτάσεις, ὅτι ἡ ἀδύνατος ἀπαγωγὴ τίθεται τὸ ἀντιφατικῶς ἀντικείμενον καὶ τοῦτο δείκνυσι ψεῦδος, εἶτα τῇ τούτου ἀναιρέσει ἕπεται καὶ εἰσάγει ὃ βούλεται δεῖξαι, ἐπὶ δὲ τῆς δεικτικῆς προηγουμένως δείκνυσι τὸν συλλογισμόν. πάλιν αἱ προτάσεις ἐπὶ τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς ἡ μία ἀληθὴς ἡ δὲ μία πάντως ψευδής,2 ἐπὶ δὲ τῆς δεικτικῆς ἀμφότεραι ἀληθεῖς. εἶτα μετὰ ταῦτα ἐρεῖ καὶ ὅτι τὸ δεικνύμενον πρόβλημα ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου καὶ τὸ δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας δείκνυται, καὶ ὅτι ὅσα διὰ τοῦ πρώτου σχήματος διὰ τοῦ ἀδυνάτου συνηγάγομεν, δειχθήσεται διὰ τῆς ἐπ’ εὐθείας δείξεως τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ ἐν τρίτῳ, καὶ ὅτι ὅσα ἐν δευτέρῳ διὰ τοῦ ἀδυνάτου, ἐπ’ εὐθείας ἔστι δεῖξαι ὁτὲ μὲν διὰ τοῦ πρώτου ὁτὲ δὲ διὰ τοῦ τρίτου, καὶ ὅσα ἐν τρίτῳ, τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ ἐν πρώτῳ. καὶ αὐτὸς οὕτω πάσας τὰς συζυγίας ἐξελθεῖν ἔχει σαφῶς.
“归谬证明不同于直言证明。” 亚里士多德希望通过这些话传授归谬证明与直言证明之间的差异。并且他说,在前提方面存在差异:因为归谬法设定矛盾对立者并证明其为假,随后随着对它的破除,便随之得出并引入了所希望证明的命题;而在直言证明中,它是直接证明三段论的。其次,归谬法中的前提是一条真而另一条必定为假,但在直言证明中两条都是真的。随后在这些之后他还会说,直接证明的问题也可以通过归谬证明,通过归谬证明的问题也可以直接证明;凡是我们通过第一格藉由归谬得出的,都将通过直接证明得出,否定命题在第二格中,肯定命题在第三格中;凡是在第二格中藉由归谬得出的,都可以直接证明,有时通过第一格,有时通过第三格;凡是在第三格中的,否定命题在第二格中,肯定命题在第一格中。他自己就是这样能够清楚地逐一考察所有的组合。
"Ἀλλ’ ἡ μὲν ἐξ ὧν ὁ συλλογισμός, ἡ δὲ μίαν μὲν τούτων." Ὅτι ἡ μὲν δεικτικὴ λαμβάνει τὰς προτάσεις ἐξ ὧν ὁ συλλογισμός. ἡ δὲ διὰ τοῦ ἀδυνάτου μίαν τούτων λαμβάνει ἐξ ὧν ὁ συλλογισμός, τουτέστι μίαν ἀληθῆ, τὴν μίαν δὲ λαμβάνει τὴν ἀντίφασιν τῆς ἀληθοῦς καὶ δείκνυσι τὸ ψεῦδος ἑπόμενον.
“然而,前者取构成三段论的前提,而后者取这些之中的一个。” 直言证明取构成三段论的那些前提;而通过归谬的证明取构成三段论的那些前提中的一个,即一个真实的前提,而另一个前提则取真实者的矛盾对立,并证明随之产生假。
"Μίαν δὲ τὴν ἀντίφασιν τοῦ συμπεράσματος. καὶ ἔνθα μὲν οὐκ ἀνάγκη γνώριμον εἶναι τὸ συμπέρασμα." Ἀπὸ τοῦ συμπεράσματος νῦν ποιεῖται τὴν διαφοράν, ὅτι ἐπὶ τῶν δεικτικῶν οὐκ ἀνάγκη εἰδέναι τὸ συμπέρασμα, ἐπὶ δὲ τῶν διὰ ἀδυνάτου ἀνάγκη ἤδη τοῦτο εἰδέναι. οὐ διαφέρει δὲ ἤτοι ἀποφατικόν ἐστιν ἤτοι καταφατικὸν τὸ δεικνύμενον ἐπ’ εὐθείας καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς.
“另一个则取结论的矛盾对立。而且在前者中并不必然要预先知道结论。” 现在他从结论的角度作出区分:在直言证明中没有必要知道结论,但在归谬证明中则必须已经知道这一点。而直接证明和通过归谬法证明的东西是否定命题还是肯定命题,并无区别。
"Ἅπαν δὲ τὸ δεικτικῶς συμπεραινόμενον καὶ διὰ τοῦ ἀδυνάτου δειχθήσεται." Ζητεῖ ἐνταῦθα ὁ Ἀλέξανδρος πῶς δυνατὸν τὸ δι’ ἀδυνάτου δεικνύμενον καὶ ἐπ’ εὐθείας δεικνύναι· ὁ γὰρ ἕκτος τρόπος τοῦ τρίτου σχήματος καὶ ὁ τέταρτος τοῦ δευτέρου δι’ ἀδυνάτου μὲν ἐδείκνυντο, οὐ μέντοι γε δεικτικῶς. εἶτα ἐπελύσατο αὐτὸς λέγων ὅτι ἅπαν λέγει οὐ πάντα τρόπον ἀλλὰ ἅπαν πρόβλημα3 ὃ δείκνυται διὰ ἀδυνάτου, καὶ ἐπ’ εὐθείας * * * καὶ διὰ ἀδυνάτου, ἤτοι καταφατικὸν τὸ πρόβλημα ἤτοι ἀποφατικόν, καὶ ταῦτα ἤτοι καθόλου ἤτοι μερικά. λοιπὸν λέγει ὅτι ὅσα ἐν πρώτῳ σχήματι ἐδείκνυτο διὰ ἀδυνάτου, δειχθήσεται καὶ δεικτικῶς ταῦτα ἐν δευτέρῳ καὶ τρίτῳ, τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ ἐν τρίτῳ, ὅσα δὲ ἐν τῷ μέσῳ ἐδείκνυτο διὰ τοῦ ἀδυνάτου, δεικτικῶς δειχθήσεται * * * * τὰ μὲν καταφατικὰ ἐν πρώτῳ, τὰ δὲ ἀποφατικὰ ἐν δευτέρῳ.
“凡是直言地得出结论的,也都将通过归谬被证明。” 亚历山大在这里探究,通过归谬证明的东西如何可能也直接被证明;因为第三格的第六式和第二格的第四式是通过归谬被证明的,但绝不是直言地被证明的。随后他自己化解道:他说“凡是”不是指每一个式,而是指通过归谬证明的每一个问题,无论直接***还是通过归谬,无论该问题是肯定命题还是否定命题,也无论它们是全称的还是特称的。接着他说,凡是在第一格中通过归谬证明的,在第二格和第三格中也将被直言地证明,否定命题在第二格中,肯定命题在第三格中;凡是在中格中通过归谬证明的,将直言地被证明****肯定命题在第一格中,否定命题在第二格中。
- 5.164τῇ τῶν ἄλλων ἀναιρέσει
表示手段或原因的与格名词短语,意为“通过破除其余者[即对立的假定]”。它与直接得出该肯定命题(προσεχῶς συνάγεται)形成对比。
- 5.165αἱ προτάσεις ἐπὶ τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς ἡ μία ἀληθὴς ἡ δὲ μία πάντως ψευδής
“全体与部分”的同格结构(schema kath' holon kai meros)。主格复数短语 αἱ προτάσεις 首先作为整体主语提出,随后通过单数主格的 ἡ μία... ἡ δὲ μία... 分别作同格分述,系词在表语形容词(ἀληθής / ψευδής)前被省略。
- 5.168ἅπαν λέγει οὐ πάντα τρόπον ἀλλὰ ἅπαν πρόβλημα
由动词 λέγει 支配的同格或双重宾格结构:ἅπαν 是直接引用的宾语,而 οὐ πάντα τρόπον ἀλλὰ ἅπαν πρόβλημα 则以宾格形式限制说明其所指(“他说‘所有’,不是指每一个式,而是指每一个问题”)。
