- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:42.33-44.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在解释亚里士多德为何不讨论单称命题的换位之后,作者探讨了关于引入模态前提所提出的疑难(实相命题是否为一种样式,以及为何省略可能与不可能样式),在反驳将质料与样式混淆的观点的同时给出了解决方案。
τῶν δὲ καθ’ ἕκαστα οὐκ ἐμνήσθη, ὅτι τῶν καθόλου τὴν διδασκαλίαν μετέρχονται οἱ φιλόσοφοι, οὐ τῶν καθ’ ἕκαστα διὰ τὸ ἄπειρον. Τούτων ἡμῖν πρὸ τῆς τοῦ ῥητοῦ ἐξετάσεως προδιηπορημένων1 ἄξιόν ἐστι καὶ τὰς κατὰ τὸ ῥητὸν φερομένας ἀπορίας ἐπιλύσασθαι. ζητοῦσι γάρ τινες τί δήποτε τεσσάρων ὄντων τῶν τρόπων, ὡς ἐν τῷ Περὶ ἑρμηνείας παρειλήφαμεν, δυνατοῦ, ἐνδεχομένου, ἀναγκαίου, ἀδυνάτου, τὸν μὲν ἀδύνατον καὶ δυνατὸν παρέλειψεν ἐνταῦθα ὁ φιλόσοφος, τὸν δὲ ὑπάρχοντα ἀπεξενωμένον ὄντα προσέθηκε, καὶ εἴγε ὅλως τρόπος ἐστὶν ὁ ὑπάρχων, τί δήποτε οὐκ ἐμνήσθη αὐτοῦ ἐν τῷ Περὶ ἑρμηνείας. εἰσὶ μὲν οὖν τινες οἳ τὸν ὑπάρχοντα τρόπον ὑπολαμβάνουσιν, οἵτινες καὶ ἐπιχειροῦσιν αὐτὸ τοῦτο κατασκευάζειν ἐκ διαιρέσεως τοιαύτης, πρὸς ἣν ἀποβλέψαντά φασι τὸν φιλόσοφον ποιεῖσθαι τὴν νῦν διδασκαλίαν. τῶν γὰρ πραγμάτων, φασί, τὰ μὲν ἀεὶ ὡσαύτως ἔχει, τὰ δὲ ἄλλοτε ἄλλως· καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων τὰ μὲν καθ’ αὑτὰ ὑφέστηκεν, ὡς τὰ οὐράνια, τὰ δὲ κατὰ συμβεβηκὸς ἐν ἑτέροις, ὡς τὸ ἐν τῷ κόρακι μέλαν. διὰ μὲν οὖν τοῦ ἀναγκαίου τρόπου, φασίν, ἐδήλωσε τὰ ἀεὶ ὡσαύτως ἔχοντα καθ’ αὑτά, διὰ δὲ τοῦ ὑπάρχοντος τὰ ἀεὶ ὡσαύτως ἔχοντα κατὰ συμβεβηκός, διὰ δὲ τοῦ ἐνδεχομένου τὰ ἄλλοτε ἄλλως ἔχοντα. καὶ δι’ ἑτέρας δὲ διαιρέσεως τὸ αὐτὸ δεικνύειν ἐπιχειροῦσι πιθανωτέρας μὲν οὐ μὴν οὐδὲ αὐτῆς ἐχούσης τὸ ἀναγκαῖον· τὰ γὰρ πράγματα, φασίν, ἢ ἀεί ἐστιν ἢ ποτέ· καὶ εἰ ποτέ, ἢ ἐκβέβηκεν ἢ μέλλει· τὰ μὲν οὖν ἀεὶ ὄντα δηλοῖ ὁ ἀναγκαῖος τρόπος, τὰ δὲ ποτὲ ἐκβεβηκότα ὁ ὑπάρχων, τὰ δὲ μέλλοντα ἐκβῆναι ὁ ἐνδεχόμενος. πρὸς οὓς καλῶς ἀντιλέγουσιν ὅτι οὕτως εἰς ταὐτὸν ἄξομεν τὰς ὕλας τοῖς τρόποις· ὑμεῖς γὰρ τὴν διαίρεσιν τῶν τρόπων ἀπὸ τῆς φύσεως τῶν πραγμάτων ἐποιήσασθε, ὅπερ ἐστὶν ἴδιον τῶν ὑλῶν· οἱ δὲ τρόποι οὐκ ἀπὸ τῆς φύσεως τῶν πραγμάτων λαμβάνονται ἀλλ’ ἀπὸ τῆς ἡμετέρας προφορᾶς, ὅπερ καὶ αὐτὸς δηλοῖ εἰπὼν καθ’ ἑκάστην πρόσρησιν. ἐλέγετο δὲ καὶ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι ὁ τρόπος τῆς ὕλης διαφέρει, καθὸ ἡ μὲν ὕλη συναναφαίνεται τοῖς πράγμασιν· ἐὰν γὰρ εἴπω ὅτι ὁ ἄνθρωπος πέταται, παραχρῆμα ἀνεφάνη ἀδύνατος, καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν ὁμοίως· ὁ δὲ τρόπος ἐκ τῆς ἡμετέρας προφορᾶς ἔχει τὸ εἶναι· ὅταν γὰρ εἴπω ‘ἐνδέχεται ἄνθρωπον μέλανα εἶναι’, ἐνδεχομένου τρόπου εἶπον πρότασιν. διόπερ καὶ τὴν αὐτὴν πρότασιν ὕλης μὲν δυνατὸν εἶναι ἀναγκαίας τρόπου δὲ ἐνδεχομένου, ὡς ὅταν εἴπω ὅτι ὁ ἥλιος ἐνδεχομένως κινεῖται· τὸ μὲν γὰρ κινεῖσθαι αὐτὸν ἐξ ἀνάγκης ἐστίν, ὁ δὲ τρόπος ἐνδεχόμενος· καὶ ἔμπαλιν δυνατὸν τρόπου μὲν ἀναγκαίου πρότασιν εἶναι ὕλης δὲ ἐνδεχομένης, ὡς ὅταν εἴπω ‘ἀναγκαίως Σωκράτης λούεται’· καὶ ἐπὶ τῶν ἄλλων δὲ τρόπων καὶ ὑλῶν τὸ αὐτὸ συμβαίνειν ἐνδέχεται. ὥστε οἱ ταῦτα λέγοντες εἰς ταὐτὸν ἀνάγουσι τὰς ὕλας τοῖς τρόποις, ὅπερ ἄτοπον. καὶ τινὲς μὲν ἀπολογούμενοι πρὸς τοῦτό φασιν ὅτι τὰ ὑπάρχοντά τινι ἢ ἁπλῶς ὑπάρχειν λέγεται δίχα προσδιορισμοῦ τινος, καὶ λέγεται ὑπάρχοντος τρόπου, ἢ ἀναγκαίως, καὶ ἔστιν ἀναγκαίου τρόπου, ἢ ἐνδεχομένως, καὶ ἔστιν ἐνδεχομένου, καὶ οὕτως οὐκ εἰς ταὐτὸν ἄξομεν τὰς ὕλας τοῖς τρόποις. λέγομεν οὖν πρὸς τοῦτο ὅτι μάλιστα μὲν ἀνόητον τὸ λέγειν ὑπαρχόντως ὑπάρχειν. ἔπειτα, εἰ ὁ ὑπάρχων τρόπος ἐστίν, ἀτελεῖς δείξομεν τὰς δύο πραγματείας, τήν τε Περὶ ἑρμηνείας καὶ ταύτην, διότι οὐδὲ ἐκεῖ ἐμνήσθη τοῦ ὑπάρχοντος τρόπου οὐδὲ ἐνταῦθα τοῦ δυνατοῦ καὶ ἀδυνάτου. τί οὖν ἡμεῖς φαμεν πρὸς τὰ διηπορημένα; ὅτι τοῦ μὲν ἀδυνάτου τρόπου οὐκ ἐμνήσθη ὡς ἐμπεριλαβὼν αὐτὸν διὰ τοῦ ἀναγκαίου· ὁ αὐτὸς γάρ ἐστιν αὐτῷ, ἀντίστροφος μέντοι. καὶ αὐτὸς δὲ ἐν τῷ Περὶ ἑρμηνείας τοῦτο ἐδήλωσε τὸ ἀναγκαῖον ταὐτὸν εἶναι τῷ ἀδυνάτῳ λέγων ἐναντίως ἀποδιδόμενον,2 ὅτι ὅπου πρὸς τῷ ἀναγκαίῳ τὸ εἶναι, τῷ ἀδυνάτῳ τὸ μὴ εἶναι· εἰ γὰρ ἀναγκαῖον τὸν ἄνθρωπον ζῷον εἶναι, ἀδύνατον μὴ εἶναι· καὶ τὸ ἀδύνατον εἶναι, τοῦτο ἀναγκαῖον μὴ εἶναι. ἔτι διὰ τοῦ ἐνδεχομένου τὸν δυνατὸν ἐμπεριέλαβε· τὸ γὰρ κυρίως δυνατὸν εἰς ταὐτὸν ἔρχεται τῷ ἐνδεχομένῳ· ὃ γὰρ ἐνδέχεται εἶναι, τοῦτο δυνατὸν εἶναι, καὶ ὃ δυνατὸν μὴ εἶναι, τοῦτο ἐνδέχεται μὴ εἶναι. ὥστε οὐ μόνον ἐν τῷ Περὶ ἑρμηνείας ἐμνήσθη τῶν τεσσάρων τρόπων ἀλλὰ καὶ ἐνταῦθα.
另一方面,他没有提及单称命题,是因为哲学家探求关于普遍者的教导,而不探求关于单称者的教导,这是由于其无限性。在我们考察经文之前预先提出了这些疑难之后,解决针对经文提出的那些疑难也是有价值的。因为有些人探究:既然如我们在《解释篇》中所领会的那样,有四种样式——可能、偶然、必然、不可能——为什么哲学家在此处省略了不可能和可能,却增添了作为外来者的实相样式;而且如果实相果真是一种样式,为什么他在《解释篇》中完全没有提及它。因此,有些人认为实相是一种样式,他们还试图从这样一种区分中来确立这一点,他们声称哲学家正是着眼于这种区分才进行当前的讲授。因为他们说,在事物中,有些始终处于同一状态,有些在不同时候处于不同状态;而在始终处于同一状态的事物中,有些是依其自身而自存的,如天体,有些则是偶性地存在于他物之中,如乌鸦中的黑色。因此,他们说,通过必然样式他指明了依自身而始终处于同一状态的事物,通过实相样式指明了偶性地始终处于同一状态的事物,通过偶然样式指明了在不同时候处于不同状态的事物。他们还试图通过另一种区分来展示同一件事,这种区分更为可信,但它本身也并不具有必然性。因为他们说,事物要么始终存在,要么在某一时刻存在;如果在某一时刻,它要么已经实现,要么将要实现。因此,必然样式指明始终存在者,实相样式指明在某一时刻已经实现者,偶然样式指明将要实现者。对此人们恰当地反驳说:这样一来我们就会把质料与样式归为同一。因为你们是从诸事物的本性来划分样式的,而这正是质料所特有的;但样式并不是从诸事物的本性中抽取的,而是从我们的言述中抽取的,正如他自己通过说“按照每一种述说”所表明的那样。在《解释篇》中也曾说过,样式不同于质料,其区别在于质料伴随着事物一同显现——因为如果我说“人飞翔”,立刻就显现出一种不可能的质料,其余质料亦然——而样式则从我们的言述中获得其存在;因为当我说“人偶然是黑的”时,我说出了一个偶然样式的命题。因此,同一个命题在质料上是必然的而在样式上是偶然的,也是可能的,正如当我说“太阳偶然运动”时那样;因为它的运动是出于必然,但样式是偶然的。反之,一个命题在样式上是必然的而在质料上是偶然的,也是可能的,正如当我说“必然地苏格拉底洗澡”时那样;在其他样式和质料上发生同样的情况也是可能的。所以,这样说的人将质料与样式归为同一,这是荒谬的。有些人对此辩护说,属于某物的事物,要么没有任何规定而被简单地说成属于,并被称为属于实相样式;要么必然地属于,并属于必然样式;要么偶然地属于,并属于偶然样式;这样我们就不会把质料与样式归为同一。因此我们对此回答说:首先,说“实相地属于”是极其愚蠢的。其次,如果实相是一种样式,我们就会证明两部著作——《解释篇》和本书——都是不完备的,因为在那里他没有提及实相样式,而在这里没有提及可能和不可能。那么,针对提出的疑难,我们该说什么呢?这就是:他没有提及不可能样式,是因为他通过必然样式将它涵盖在内了;因为它是与必然样式同一的,不过是相对立转换的。他自己在《解释篇》中也表明了这一点,说必然与以相反方式对应的不可能是同一的,因为在存在依附于必然的地方,非存在就依附于不可能;如果人必然是动物,那么不可能不是动物;而不可能存在的事物,必然是不存在的。此外,通过偶然样式,他涵盖了可能样式;因为严格意义上的可能与偶然归于同一;因为偶然存在的事物可能存在,可能不存在的事物偶然不存在。因此,他不仅在《解释篇》中提及了四种样式,而且在此处也提及了。
- 1.23Τούτων ἡμῖν πρὸ τῆς τοῦ ῥητοῦ ἐξετάσεως προδιηπορημένων
属格独立结构。承接前面对不定命题和单称命题换位的预先探讨,过渡到解决针对经文本身提出的疑难(ἄξιόν ἐστι...)。
- 1.23ἐναντίως ἀποδιδόμενον
修饰 τὸ ἀναγκαῖον 的分词,意为“以相反方式对应/配置”,指必然与不可能在对当转换关系中肯定与否定的交替(“必然存在=不可能不存在”)。
