- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:437.12-438.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《前分析篇》62a37–62b18。约翰·斐劳波诺斯具体说明了在第二格中全称否定和特称否定命题、以及在第三格中全称肯定、特称肯定和全称否定命题如何通过归谬法得以证明,并解释了为何若设定相反对立命题则无法证明所提出的结论。
" Πάλιν ὑποκείσθω τὸ Α τινὶ τῷ Β ὑπάρχειν, τῷ δὲ Γ μηδενὶ ὑπαρχέτω." Εἰ βουλόμεθα δεῖξαι ὅτι τὸ Α οὐδενὶ τῷ Β, ληφθήτω ὅτι τινί, εἶτ’ ἀληθὴς πρότασις ἡ λέγουσα τὸ Α οὐδενὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β, ὅπερ ἐστὶ [τοῦτο] ἐναργῶς ψεῦδος. τὸ ψεῦδος ἠκολούθησε διὰ τὸ λαβεῖν ἡμᾶς τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α τινὶ τῷ Β· ἀληθὲς ἄρα ὅτι τὸ Α οὐδενὶ τῷ Β.
“再次,设假定Α属于某些Β,且不属于任何Γ。” 如果我们希望证明Α不属于任何Β,设取它属于某些;接着[取]声称Α不属于任何Γ的真实前提;结论是Γ不属于所有Β,这恰恰明显是假的。由于我们取了声称Α属于某些Β的虚假[前提],才随之产生了假;因此,Α不属于任何Β是真的。
"Ὅτι δὲ οὐ παντὶ τῷ Β τὸ Α." Περὶ τοῦ μερικοῦ ἀποφατικοῦ νῦν λέγει πῶς συνάγεται.
“至于〔证明〕Α不属于所有Β。” 关于特称否定命题,他现在论述它是如何被得出的。
"Φανερὸν οὖν ὅτι πάντες οἱ συλλογισμοὶ γίνονται διὰ τοῦ μέσου σχήματος." Εἰ βουλόμεθα δεῖξαι τὸ μερικὸν ἀποφατικόν, ὅτι τὸ Α οὐ παντὶ τῷ Β, ληφθήτω ὅτι παντί, εἶτα καὶ ἡ μείζων πρότασις ὡς ἀληθής, ὅτι τὸ Α οὐδενὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β, ὅπερ ἐστὶν ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησε; δῆλον ὅτι οὐ διὰ τὴν ἀληθῆ ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α παντὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ οὐ παντί. ὥστε φανερὸν ὅτι ἐν δευτέρῳ σχήματι πάντα τὰ συμπεράσματα συνάγεται.
“因此很明显,所有的三段论都是通过中格产生的。” 如果我们希望证明特称否定命题,即Α不属于所有Β,设取它属于所有;接着大前提也作为真的被取,即Α不属于任何Γ;结论是Γ不属于任何Β,这明显是假的。由于什么原因随之产生了假?很显然不是由于真实的前提,而是由于声称Α属于所有Β的虚假前提。如果这是假的,那么“不属于所有”就是真的。因此很明显,在第二格中所有的结论都能被得出。
"Ὁμοίως δὲ καὶ διὰ τοῦ ἐσχάτου." Πληρώσας περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει περὶ τοῦ τρίτου. καὶ φησὶν ὅτι ἐν τούτῳ ὅλα συνάγεται τὰ συμπεράσματα, ὥστε καὶ τὸ καθόλου καταφατικόν. ὑποκείσθω γὰρ ὅτι τὸ Α παντὶ τῷ Β κατὰ ἀλήθειαν· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· εἶτα καὶ ἄλλη προσληφθήτω πρότασις ἡ λέγουσα τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἔστω δὲ τοῦτο ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησε; διὰ τὸ εἰπεῖν τὸ Α οὐ παντὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί. οὕτω τὸ καθόλου καταφατικόν.
“同样,通过末格也是如此。” 在完成了关于第二格的论述之后,他现在论述第三格。并且他说,在这一格中所有的结论都能被得出,从而全称肯定命题也能被得出。因为按真理假定Α属于所有Β;但如果这是假的,“不属于所有”就是真的;接着再附加另一条前提,声称Γ属于所有Β;结论是Α不属于所有Γ。设这是假的。由于什么原因随之产生了假?由于声称Α不属于所有Β。如果这是假的,“属于所有”就是真的。全称肯定命题就是这样[证明的]。
"Ἀλλὰ πρὸς τὸ τινὶ ὑπάρχειν αὕτη ληπτέα ἡ ὑπόθεσις." Εἰ, φησί, βουλόμεθα τὸ μερικὸν καταφατικὸν δεῖξαι, ληπτέον ὅτι τὸ Α οὐδενὶ τῷ Β, τὸ δὲ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησεν; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Β. εἰ δὲ αὕτη ψευδής, ἀληθὴς ἄρα ἡ τινί. οὕτως ἡ μερικὴ καταφατική.
“但对于属于某些而言,必须采取这一假定。” 他说,如果我们希望证明特称肯定命题,必须取Α不属于任何Β,而Γ属于某些Β;结论是Α不属于所有Γ,设这明显是假的。由于什么原因随之产生了假?由于声称Α不属于任何Β的虚假前提。如果这是假的,那么“属于某些”的前提就是真的。特称肯定命题就是这样[证明的]。
"Ὅτι δὲ οὐδενὶ τῷ Β ὑπάρχει τὸ Α, ὑποκείσθω τινὶ ὑπάρχειν." Ὅτε βουλόμεθα δεῖξαι τὸ καθόλου ἀποφατικόν, ληπτέον ψεῦδος τὸ μερικὸν καταφατικὸν οὕτως· τὸ Α τινὶ τῷ Β, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Γ, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος οὖν διὰ τί ἠκολούθησε; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α τινὶ τῷ Β. εἰ δὲ ψευδὴς αὕτη, ἀληθὴς ἄρα ἡ οὐδενί, ὥστε εἶναι τὸ Α οὐδενὶ τῷ Β. οὕτω καὶ τὸ καθόλου ἀποφατικόν.
“至于〔证明〕Α不属于任何Β,设假定它属于某些。” 当我们希望证明全称否定命题时,必须把特称肯定命题当作假的来取,如下所示:Α属于某些Β,Γ属于所有Β;结论是Α属于某些Γ,设这明显是假的。那么,由于什么原因随之产生了假?由于声称Α属于某些Β的虚假前提。如果这是假的,那么“不属于任何”的前提就是真的,从而Α不属于任何Β。全称否定命题也是这样[证明的]。
"Ἐὰν δὲ ὑποτεθῇ παντὶ τῷ Β ὑπάρχειν τὸ Α, οὐ δείκνυται τὸ προτεθέν." Ἐὰν ὑποτεθῇ τὸ ἐναντίον, οὐ δείκνυται τὸ προκείμενον. εἰ γὰρ ὑποτεθῇ τὸ Α παντὶ τῷ Β καὶ δειχθῇ τοῦτο ψεῦδος, οὐδὲν μᾶλλον τὸ οὐδενὶ ἀληθεύει τοῦ 〈οὐ〉 παντί,1 ἀλλὰ μᾶλλον τὸ οὐ παντὶ ἀληθεύει· ἡμεῖς δὲ σκοποῦμεν δεῖξαι ὅτι τὸ Α οὐδενὶ τῷ Β. πότε οὖν δεῖξαι;2 ὅτε λάβωμεν ὅτι τὸ Α τινὶ τῷ Β· ἐπὶ τούτου γὰρ ἄτοπον ἕπεται ὑποτεθέντος.
“但如果假定Α属于所有Β,所提出的命题就无法被证明。” 如果假定了相反对立者,所提出的命题就无法被证明。因为如果假定Α属于所有Β,并且这被证明是假的,“不属于任何”决不比“不属于所有”更真,反而宁可说是“不属于所有”为真;而我们的目标是证明Α不属于任何Β。那么什么时候能够证明呢?当我们取Α属于某些Β时;因为正是在假定了这一点时,荒谬才会随之产生。
- 5.161οὐδὲν μᾶλλον τὸ οὐδενὶ ἀληθεύει τοῦ 〈οὐ〉 παντί
τοῦ 〈οὐ〉 παντί 是由比较结构 οὐδὲν μᾶλλον(“决不更……”)所支配的比较属格,意为“‘不属于任何’决不比‘不属于所有’更真”。由于全称肯定命题为假时直接得出的是其矛盾对立命题(特称否定,即“不属于所有”),而非相反对立命题(全称否定,即“不属于任何”),因此校勘本在此属格短语中补入否定词 〈οὐ〉 在句法和逻辑上与前后的比较项完全吻合。
- 5.161πότε οὖν δεῖξαι;
这是疑问副词 πότε 搭配不定式 δεῖξαι 的结构,其中省略了非人称动词 δεῖ(“应当”)或 ἔξεστι(“可能”),构成了独立的审议/潜能不定式句式,意为“那么何时才能(应当)证明[所设立的目标命题]呢?”
