← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§436.1-437.11

第二格归谬法对肯定命题的导出与对立选择

斐洛波诺斯解释了在归谬法中必须设定矛盾对立者而非相反对立者的总结性原则(62a11),随后转入第二格和第三格的讨论(62a22)。他展示了在第二格中如何通过不可能证明间接得出全称肯定命题与特称肯定命题,并阐明了假定相反对立者为何无法得出预期的确切结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.151

" Φανερὸν οὖν ὅτι οὐ τὸ ἐναντίον ἀλλὰ τὸ ἀντικείμενον ὑποθετέον." Φανερὸν οὖν, φησίν, ἐκ τῶν εἰρημένων ὅτι δεικνύντες διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ συμπέρασμα τὸ ἀντιφατικῶς ἀντικείμενον ληπτέον1 καὶ οὐ τὸ ἐναντίον. καὶ οὕτως ἔσται ἔνδοξον ἐκεῖνο τὸ ἀξίωμα τὸ λέγον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν εἶναι τὴν διαιροῦσαν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔστι δὲ ἡ ἀντίφασις ἡ διαιροῦσα ἀεὶ καὶ οὐχὶ ἡ ἐναντίως ἀντικειμένη· τὸ γὰρ ἐναντίον οὐκ ἀξιοῦται οὔτε ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οὔτε ἄτοπόν τι συνάγειν πολλάκις. διὰ τοῦτο εἶπεν οὐδετέρως.

“因此很明显,必须设定的不是相反对立者,而是矛盾对立者。” 他说,因此从已经说明的来看很明显,通过归谬法证明结论的人必须取矛盾对立者,而不是相反对立者。这样,那条公理就会是可信的,即主张或者是肯定命题或者是否定命题在划分真与假。因为始终划分真假的是矛盾对立,而不是相反对立;因为相反对立者既不被认为始终划分真假,也不常被认为能得出某种荒谬。正因如此,他说了“在两种方式下均不然”。

§5.152

"Ἐν δὲ τῷ μέσῳ καὶ τῷ ἐσχάτῳ καὶ τοῦτο δείκνυται." Πληρώσας τὴν ἀδυνάτου δεῖξιν ἐν πρώτῳ σχήματι νῦν ἦλθεν δεῖξαι καὶ ἐν δευτέρῳ καὶ τρίτῳ. καὶ φησὶν ὅτι πάντα τὰ συμπεράσματα συνάγεται διὰ τῆς εἰς τὸ ἄτοπον ἀποδείξεως ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι. ἀλλ’ εἰδέναι δεῖ ὅτι οὐ προσεχῶς οὐδὲ πρώτως συνάγεται ἢ τὰ καταφατικὰ ἐν δευτέρῳ σχήματι ἢ τὰ καθόλου ἐν τρίτῳ σχήματι, ἀλλὰ συνάγεται τῇ τῶν ἄλλων ἀναιρέσει2 [ὑποκείσθω]. ὑποκείσθω οὖν ἐν δευτέρῳ σχήματι δεῖξαι τὸ καθόλου καταφατικόν, οἷον ὅτι τὸ Α παντὶ ὑπάρχει τῷ Β. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· καὶ προσληφθήτω ἄλλη πρότασις ἀληθὴς ἡ λέγουσα τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησεν; οὐ διὰ τὴν ἀληθῆ πρότασιν ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α οὐ παντὶ τῷ Β ψεῦδος τοῦτο· ἀληθὲς ἄρα τὸ παντί. οὕτω τὸ καθόλου καταφατικόν. φησὶ δὲ ὅτι, εἰ λάβωμεν πάλιν τὴν ἀδύνατον δεῖξιν ὡς ἐπὶ τοῦ ἐναντίου, οὐ δείκνυται τὸ ἐναντίον. εἰ γὰρ λάβωμεν, τὸ Α τῷ Β παντί· εἰ δὲ μή, ὑποκείσθω οὐδενί. εἶτα εἰ τοῦτο, δειχθῇ ἄτοπον. ἀτόπου δὲ ὄντος οὐδὲν μᾶλλον τὸ παντὶ τοῦ τινὶ λαμβάνομεν,3 ἀλλὰ μᾶλλον τὸ τινί. ὥστε οὐ τὸ ἐναντίον ληπτέον ἀλλὰ τὸ ἀντιφατικῶς ἀντικείμενον.

“在中格和末格中,这一点也被证明。” 他在第一格中完成了通过不可能的证明之后,现在进而要在第二格和第三格中也加以证明。并且他说,在第二格和第三格中,所有的结论都是通过归谬证明得出的。但应当知晓的是,无论是在第二格中的肯定命题,还是在第三格中的全称命题,都不是直接或首要地被得出的,而是通过否定其余命题而被得出的。那么,设在第二格中证明全称肯定命题,例如Α属于所有Β。因为如果这是假的,“不属于所有”就是真的;并且再附加另一条真实的前提,即声称Α属于所有Γ;结论是Γ不属于所有Β,设这明显是假的。由于什么原因随之产生了假?不是由于真实的前提,而是由于那条声称Α不属于所有Β的虚假前提;这是假的,因此“属于所有”是真的。全称肯定命题就是这样[证明的]。但他指出,如果我们再次像在相反对立者的情况下那样采用通过不可能的证明,相反对立者并不能被证明。因为如果我们设定“Α属于所有Β”;但如果不是,设假定它不属于任何。接着,如果是这样,就显明一个荒谬。然而在存在荒谬时,我们取“属于所有”决不比取“属于某些”更有理由,反而宁可取“属于某些”。因此,应当取的不是相反对立者,而是矛盾对立者。

§5.153

"Ἐὰν δὲ τὸ ἐναντίον ὑποτεθῇ, συλλογισμὸς μὲν ἔσται." Ὅταν, φησί, τὸ ἐναντίον ληφθῇ ἐπὶ τῆς δι’ ἀδυνάτου δείξεως καὶ μὴ τὸ ἀντιφατικῶς ἀντικείμενον, γίνεται συλλογισμός, ἀλλ’ οὐκέτι συνάγεται τὸ προκείμενον ἀληθές, τουτέστι τὸ παντί· εἰ γὰρ λάβωμεν τὸ μηδενὶ ὡς ψεῦδος, οὐκ ἔστι τοῦ μηδενὶ ψευδοῦς ὄντος ἀληθὲς τὸ παντὶ ἀλλὰ τὸ τινί.

“但如果假定了相反对立者,固然会有三段论。” 他说,当在归谬证明中取了相反对立者而不是矛盾对立者时,三段论就会产生,但所提出的真实命题,即“属于所有”,却不再能被得出。因为如果我们把“不属于任何”当作假的来取,在“不属于任何”为假时,真的并不是“属于所有”,而是“属于某些”。

§5.154

"Ὅτι δὲ τινὶ τῷ Β ὑπάρχει τὸ Α· ὑποκείσθω γὰρ τὸ Α μηδενὶ τῷ Β ὑπάρχειν, τῷ δὲ Γ παντὶ ὑπαρχέτω." Ἔδειξε πῶς συνάγεται ἐν δευτέρῳ σχήματι τὸ καταφατικὸν καθόλου· νῦν βούλεται δεῖξαι πῶς συνάγεται τὸ μερικὸν καταφατικόν. ὑποκείσθω οὖν ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί· καὶ προσληφθήτω ἄλλη ἀληθὴς ἡ λέγουσα τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἔστω δὲ τοῦτο ἐναργῶς ψεῦδος. τὸ ψεῦδος ἠκολούθησεν οὐ διὰ τὴν ἀληθῆ πρότασιν ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα ὅτι τὸ Α τινὶ τῷ Β. ἐὰν δὲ ὑποτεθῇ τὸ 〈οὐ〉 παντί, τουτέστιν ἐὰν τὸ ἐναντίον ληφθῇ, οὐ δείκνυται τὸ ζητούμενον.

“至于〔证明〕Α属于某些Β;因为设假定Α不属于任何Β,且属于所有Γ。” 他证明了在第二格中全称肯定命题是如何得出的;现在他希望证明特称肯定命题是如何得出的。那么,设假定Α属于某些Β。但如果这是假的,“不属于任何”就是真的;并且再附加另一条真实的前提,即声称Α属于所有Γ;结论是Γ不属于任何Β。设这明显是假的。随之产生假,不是由于真实的前提,而是由于那条声称Α不属于任何Β的虚假前提。如果这是假的,那么Α属于某些Β就是真的。但如果假定了“不属于所有”,也就是说如果取了相反对立者,所探求的命题就无法被证明。

语法注3 条
  1. 5.151δεικνύντες διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ συμπέρασμα τὸ ἀντιφατικῶς ἀντικείμενον ληπτέον

    主格复数分词 δεικνύντες 是与动形容词 ληπτέον(非人称中性单数句式,常带与格逻辑主语)相配合的破格构式(anacoluthon),以主格分词预先指称一般论证者(“证明者们”),随后主句转为非人称表达。

  2. 5.152συνάγεται τῇ τῶν ἄλλων ἀναιρέσει

    与格短语 τῇ ... ἀναιρέσει 作手段或方式与格(“通过废除/否定其余各项”),说明了相对于直接得出(προσεχῶς)而言的间接推导方式。

  3. 5.152οὐδὲν μᾶλλον τὸ παντὶ τοῦ τινὶ λαμβάνομεν

    比较句式 οὐδὲν μᾶλλον Α ἢ Β 的变体。属格 τοῦ τινὶ 作为比较级 μᾶλλον 的比较基准属格,表达“我们选取‘属于所有’绝不比选取‘属于某些’更有理由/依据”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:436.1-437.11