- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:434.9-435.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯通过考察得出特称肯定和特称否定结论的各个式,阐明了在第一格的归谬法(间接证明)中必须假定矛盾对立命题而非相反对立命题的逻辑依据(61b18–62a4)。
" Φανερὸν οὖν ὅτι τὸ ἀντικείμενον ὑποθετέον." Εἰ γὰρ συμπέρασμα συνήχθη οὐδενὶ ἢ οὐ παντὶ διὰ τὸ ὑποκεῖσθαι τὸ Α οὐδενὶ τῷ Β, ψεῦδος δέ ἐστι τὸ συμπέρασμα (διὰ τί; διὰ τὸ τὴν μείζω ψευδῆ εἶναι), ἀνάγκη ἄρα τὸ ἀντικείμενον ἀληθὲς τὸ τινί, ὅτι τὸ Α τινὶ τῷ Γ.1 ἀλλ’ εἰ τοῦτο ἀληθές, ἀνάγκη τὴν μείζω πρότασιν τὴν ΑΒ παντὶ ὑπάρχειν, τὴν δὲ ΒΓ τινὶ ὑπάρχειν. οὕτω διὰ τοῦ ἀτόπου ἐδείχθη ἐν πρώτῳ σχήματι τὸ μερικὸν καταφατικόν.
“因此很明显,必须设定对立命题。” 因为如果是由于假定Α不属于任何Β而得出了不属于任何或不属于所有的结论,并且该结论是假的(因何之故?因为大前提为假),那么对立命题即“属于某些”必然为真,即Α属于某些Γ。但如果这是真的,大前提ΑΒ就必然属于所有,而ΒΓ属于某些。这样,在第一格中就通过荒谬证明了特称肯定命题。
"Πάλιν ὑποκείσθω τὸ Α τινὶ τῷ Β ὑπάρχειν." Νῦν διὰ ταύτης τῆς ὑποθέσεως βούλεται δεῖξαι ἄτοπον ἑπόμενον· εἶτα διὰ τοῦ ἀτόπου ἐκείνου δείκνυσι τὸ οὐδενὶ συναγόμενον οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Β, τὸ Γ ἄρα τινὶ τῷ Β. ἀδύνατον καὶ ψεῦδος διὰ τί συνήχθη; διὰ τὸ ληφθῆναι παντὶ τὴν μείζω. εἰ τοῦτο οὖν ψεῦδος, ἀληθὲς τὸ οὐδενί. ὁμοίως καὶ εἰ ἡ ΑΓ ληφθῇ ὅτι οὐδενὶ ὑπάρχει, δειχθήσεται τὸ ἄτοπον καὶ συναχθήσεται, ὡς ἐδείξαμεν τὸ πρῶτον, ὅτι τινὶ ὑπάρχει. εἰ δὲ λάβῃς μὴ πρὸς τῷ Α τὴν ἄλλην πρότασιν ἀλλὰ πρὸς τῷ Β, οὐ γίνεται συλλογισμὸς διὰ τὸ γενέσθαι τὴν μείζω μερικήν.
“再次,设假定Α属于某些Β。” 现在他希望通过这个假定证明随之产生荒谬;然后通过那个荒谬证明得出“不属于任何”,具体如下:Γ属于所有Α,Α属于某些Β,因此Γ属于某些Β。由于什么原因得出了不可能和虚假的结果?由于大前提被取为“属于所有”。因此如果这是假的,“不属于任何”就是真的。同样,如果ΑΓ被取为不属于任何,荒谬就会被显明,并且正如我们起初证明的那样,将得出它属于某些。但如果你不是相对于Α而是相对于Β取另一条前提,由于大前提变成了特称,就不会产生三段论。
"Ὑποκείσθω γὰρ παντὶ τῷ Β τὸ Α ὑπάρχειν, καὶ τὸ Γ τῷ Α εἰλήφθω παντί." Βούλεται δεῖξαι διὰ τούτων, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον εἰ ληφθῇ, δείκνυται τὸ ἄτοπον, εἰ δὲ τὸ ἐναντίον, οὐ δείκνυται ἄτοπόν τι ὑπάρχον. οἷον εἰ τὸ Α παντὶ τῷ Β καὶ τὸ Γ παντὶ τῷ Α, συμπέρασμα ὅτι τὸ Γ παντὶ τῷ Β ὑπάρχει. εἰ δὲ τοῦτο ὑποτεθῇ ψεῦδος, οὐ πάντως ἀληθὲς τὸ ἀντικείμενον τούτῳ εἰς τὸ ἀδύνατον ἀπάγοντες αἱρούμεθα.2 φανερὸν οὖν ὅτι 〈εἰς〉 τὸ ἀδύνατον ἀπάγοντας τὸ ἀντιφατικῶς ἀντικείμενον ληπτέον καὶ οὐ τὸ ἐναντίον.
“因为设假定Α属于所有Β,且Γ被设定为属于所有Α。” 他希望通过这些论述证明:如果取矛盾对立者,就会显明荒谬;但如果取相反对立者,则不会显明存在任何荒谬。例如,如果Α属于所有Β且Γ属于所有Α,结论就是Γ属于所有Β。但即使假定这是假的,我们在归谬法中所选取的与此对立之物也决非必然为真。因此很明显,进行归谬法的人必须取矛盾对立者,而不是相反对立者。
"Ὁμοίως δὲ κἂν εἰ πρὸς τῷ Β ἐλήφθη ἡ ἑτέρα πρότασις." Ἐὰν λοιπὸν βουληθῶμεν δεῖξαι τὸ μερικὸν ἀποφατικὸν διὰ τοῦ ἀδυνάτου, ὀφείλομεν ὑποθέσθαι τὸ ἀντικείμενον ἀντιφατικῶς τὸ παντί, καὶ οὕτως ἕπεται ἄτοπον καὶ εἰσάγεται τὸ οὐ παντί. οἷον τὸ Γ παντὶ τῷ Α, καὶ τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ παντὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ οὐ παντί. ὁμοίως καὶ εἰ τὸ ΑΓ ᾖ στερητικόν· καὶ γὰρ οὕτω γίνεται συλλογισμὸς τοῦ τινὶ μὴ ὑπάρχειν ὑγιῶς.
“如果另一条前提是相对于Β取的,情况也同样如此。” 因此,如果我们希望通过归谬法证明特称否定命题,我们就应当假定矛盾对立的“属于所有”,这样就会随之产生荒谬,并引入“不属于所有”。例如,Γ属于所有Α,且Α属于所有Β;结论是Γ属于所有Β。如果这是假的,那么“不属于所有”就是真的。同样,如果ΑΓ是否定的也是如此;因为这样也能健全地产生不属于某些的三段论。
"Ἐὰν δὲ πρὸς τῷ Β ᾖ τὸ στερητικόν, οὐδὲν δείκνυται." Ἐάν, φησί, πρὸς τῷ μείζονι ἄκρῳ ᾖ τὸ στερητικόν, ποιεῖ συλλογισμὸν μερικὸν ἀποφατικόν. ἐὰν δὲ πρὸς τῷ ἐλάττονι, οὐ ποιεῖ διὰ τὸ ἀποφατικὴν εἶναι τὴν ἐλάττω πρότασιν ἐν πρώτῳ σχήματι.
“但如果否定前提相对于Β,则什么也不能证明。” 他说,如果否定前提相对于大项,它就会产生特称否定的三段论;但如果是相对于小项,由于第一格中的小前提是否定的,它就不会产生三段论。
"Εἰ γὰρ τὸ Α τινὶ τῷ Β, τὸ δὲ Γ παντὶ τῷ Α." Ὥσπερ ὑποτεθὲν ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει, τοῦτο δὲ ψεῦδος ὂν ἕπεται τὸ οὐδενί, οὕτω καὶ τὸ οὐδενὶ ὑποτεθὲν ψεῦδος ἕπεται τὸ τινί.
“因为如果Α属于某些Β,而Γ属于所有Α。” 正如假定Α属于某些Β时,因为这是假的而随之得出“不属于任何”,同样假定“不属于任何”为假时,随之得出的也是“属于某些”。
"Ἔτι οὐ παρὰ τὴν ὑπόθεσιν συμβαίνει τὸ ἀδύνατον." Βούλεται διὰ τούτου δεῖξαι ὅτι ἐπὶ τοῦ τετάρτου τρόπου τοῦ πρώτου σχήματος, εἰ ὑποτεθῇ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς τὸ ἐναντίον, οὐδὲν ἄτοπον ἕπεται. οἷον τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ μὴ ἐνδέχεται, τὸ τινί· τὸ δὲ τινὶ τῷ οὐ παντὶ οὐ μάχεται.3 ὥστε ὀφείλομεν τὸ ἀντιφατικῶς ἀντικείμενον λαμβάνειν τὸ παντί, ἵνα τοῦτο δείξωμεν ἄτοπον, καὶ μὴ τὸ τινὶ ὑπάρχειν.
“此外,不可能的结论并非因该假定而产生。” 他希望通过这一点证明:在第一格的第四个式中,如果通过归谬法假定了相反对立者,就不会随之产生荒谬。例如,Α不属于所有Β;因为如果这不可能,[就会假定]“属于某些”;但是“属于某些”与“不属于所有”并不相争。因此,我们应当取矛盾对立的“属于所有”,以便证明这是荒谬的,而不是取属于某些。
- 5.144ἀνάγκη ἄρα τὸ ἀντικείμενον ἀληθὲς τὸ τινί, ὅτι τὸ Α τινὶ τῷ Γ.
ἀνάγκη 之后省略了不定式 εἶναι,构成宾格加不定式结构:“对立命题即‘属于某些’必然为真”。同位语 ὅτι 从句(“即Α属于某些Γ”)进一步明确了 τὸ τινί 的具体内容。
- 5.146οὐ πάντως ἀληθὲς τὸ ἀντικείμενον τούτῳ εἰς τὸ ἀδύνατον ἀπάγοντες αἱρούμεθα
αἱρούμεθα 是主句的限定动词,τὸ ἀντικείμενον τούτῳ 是其直接宾语,ἀληθὲς 是宾语补足语(表语宾格),直译为:“在归谬时,我们并非必然将与此对立之物作为真命题来选取。”
- 5.150εἰ γὰρ μὴ ἐνδέχεται, τὸ τινί· τὸ δὲ τινὶ τῷ οὐ παντὶ οὐ μάχεται.
高度省略的句式。前一分句需补全动词:“因为如果[不属于所有]不成立,[就会假定]‘属于某些’”。后一分句则指出处于下反对关系的两个命题(“属于某些”与“不属于所有”)并不互相冲突(οὐ μάχεται),即二者可以同真。
