- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:432.21-434.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了为何在第一格中无法通过归谬法证明全称肯定命题,指出相反命题为假并不必然推出全称命题为真,并分析了特称肯定等其他命题的证明步骤。
" Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σχημάτων." Τὸ ἀνάπαλιν ὤφειλεν εἰπεῖν, ὅτι1 ὅσα διὰ τοῦ ἀδυνάτου δείκνυται, καὶ τῇ ἀντιστροφῇ δείκνυται, ὅσα δὲ διὰ τῆς ἀντιστροφῆς, οὐκέτι διὰ τοῦ ἀδυνάτου· ἐπὶ πλέον γὰρ ἡ ἀντιστροφὴ τῆς δι’ ἀδυνάτου.
“在其他格中同样如此。” 他本应当反过来说:凡是通过归谬法所证明的,也通过反演得到证明;但凡是通过反演所证明的,则不再能通过归谬法得到证明;因为反演的外延比通过归谬法的外延更宽广。
"Τὰ μὲν οὖν ἄλλα προβλήματα πάντα δείκνυται διὰ τοῦ ἀδυνάτου." Τὰ ἄλλα πάντα προβλήματα καὶ συμπεράσματα δείκνυται διὰ τοῦ πρώτου σχήματος, οἷον τὸ ἀποφατικὸν τό τε καθόλου καὶ τὸ μερικὸν καὶ τὸ μερικὸν καταφατικόν· τὸ δὲ καθόλου καταφατικὸν δείκνυται μὲν ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι, οὐ μέντοι ἐν πρώτῳ. καὶ ἐπὶ παραδειγμάτων ποιεῖται τὸν λόγον. ὑποκείσθω δὲ οὕτως· τὸ Α οὐδενὶ τῷ Β ἢ οὐ παντί· εἶτα προσληφθήτω ἤτοι μείζων πρότασις ἄλλη ἢ ἐλάττων. εἰ μὲν προσληφθῇ οἱαδήποτε μείζων ἄλλη, ἀσυλλόγιστος γίνεται ἡ συζυγία διὰ τὸ τὴν ἐλάττω εἶναι ἀποφατικὴν καθόλου ἢ μερικὴν ἀποφατικήν.2 εἰ δὲ ἐλάττων προσληφθῇ πρότασις ὥστε εἶναι τὸ Β παντὶ τῷ Δ, εἰ μὲν ἡ μείζων καθόλου ἀποφατικὴ εἴη, συνάγεται συλλογισμὸς ἀποφατικός· εἰ δὲ μερικὴ εἴη ἀποφατική, οὐ συνάγεται διὰ τὸ τὴν μείζω μερικὴν γενέσθαι. ἐὰν οὖν προσληφθῇ τὸ Β παντὶ τῷ Δ τοῦ Α ὄντος οὐδενὶ τῷ Β, ψευδὲς μὲν ἔσται τὸ συμπέρασμα ἀποφατικόν, ἀλλ’ οὐ συνάγει τὸ ἀντικείμενον ἀληθές, ὅπερ ἦν· ὑπέκειτο γὰρ παντί.
“因此,所有其他问题都通过归谬法得到证明。” 所有其他问题和结论都是通过第一格得到证明的,例如全称否定、特称否定和特称肯定;但全称肯定是在第二格和第三格中被证明的,而在第一格中则不能。他是通过实例来进行论述的。设假定如下:Α不属于任何Β或者不属于所有Β;然后,设附加假定另一个前提,无论大前提还是小前提。如果附加假定任何别的大前提,由于小前提是全称否定或特称否定,该组合就成为非三段论性的。如果附加假定一个小前提使得Β属于所有Δ,那么若大前提是全称否定,就得出否定的三段论;若大前提是特称否定,则由于大前提变成了特称,就无法得出三段论。因此,当Α不属于任何Β时,如果附加假定Β属于所有Δ,否定的结论将是假的,但它并没有推导出原本应当为真的对立命题;因为原本假定的是属于所有。
"Ὁποτερωθενοῦν τῆς προτάσεως λαμβανομένης." Ἤτοι ἄνωθεν καὶ μείζων ἢ κάτωθεν καὶ ἐλάττων· ἀναπόδεικτος γὰρ γίνεται.
“无论从哪一方面取前提。” 即,无论从上面作为大前提,还是从下面作为小前提;因为结论成为无法证明的。
"Εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Δ, τὸ Α οὐδενὶ τῷ Δ." Ὥσπερ οὖν εἰρήκαμεν, εἰ ληφθείη τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Δ, συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ Δ. καὶ ὑποκείσθω τοῦτο ψεῦδος. τὸ δὲ ψεῦδος διὰ τί ἠκολούθησεν; διὰ τὸ λαβεῖν ἡμᾶς τὴν μείζω ἀποφατικήν. ἀλλ’ οὐ πάντως, εἰ μηδενὶ τὸ Α τῷ Β ὑπάρχειν ψεῦδος, ἤδη ἀληθὲς τὸ παντί,3 ἀλλὰ μᾶλλον ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον ἤπερ τὸ ἐναντίον εἰπεῖν. ὥστε τοῦ ἀτόπου ἀκολουθήσαντος τῆς πρώτης καὶ μείζονος προτάσεως ψευδοῦς οὔσης διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς, εἰ ψεῦδος τὸ οὐδενί, ἀληθὲς ἄρα τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ τινί, οὐ μέντοι τὸ παντί. ὥστε ἀκριβῶς διὰ τούτων ἐδείχθη ὅτι διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς ἐν πρώτῳ σχήματι οὐ δείκνυται τὸ καθόλου καταφατικόν. τὸ δὲ καθόλου ἀποφατικὸν καὶ μερικὸν καταφατικόν τε καὶ ἀποφατικὸν δείκνυται ἐν πρώτῳ σχήματι.
“因为如果Α不属于任何Β,而Β属于所有Δ,则Α不属于任何Δ。” 正如我们所说,如果设定Α不属于任何Β,而Β属于所有Δ,结论就是Α不属于任何Δ。假定这是假的。但是这种虚假是因何而随之而来的呢?是因为我们把大前提取为否定的。然而,若Α不属于任何Β是假的,决不意味着“属于所有”就已经是真的,而宁可说矛盾对立者为真,胜于说是相反对立者。因此,当由于第一前提即大前提为假而在归谬法中随之产生荒谬时,如果“不属于任何”为假,那么矛盾对立者即“属于某些”就是真的,决不是“属于所有”为真。因此,通过这些严格证明了:在第一格中,通过归谬法不能证明全称肯定命题。而全称否定以及特称肯定和特称否定,在第一格中是能够被证明的。
"Ὑποκείσθω γὰρ τὸ Α μηδενὶ τῷ Β ὑπάρχειν· τὸ δὲ Β εἰλήφθω παντὶ ἢ τινὶ τῷ Γ." Διὰ ταύτης τῆς ὑποθέσεως βούλεται δεῖξαι τὸ μερικὸν καταφατικὸν συναγόμενον διὰ τὸ ἄτοπον ἕπεσθαι τῇ ἄλλῃ πρώτῃ λήψει. ὑποκείσθω γὰρ ἡ πρώτη λῆψις αὕτη· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ ἢ τὸ Β τινὶ τῷ Γ· συμπέρασμα, εἰ μὲν τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ· εἰ δὲ τινὶ τῷ Γ τὸ Β, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἀλλὰ τοῦτο ἔστω ἀδύνατον. οὐκοῦν εἰ ἀδύνατον ἠκολούθησε διὰ τὸ μὴ ὑπάρχειν τὸ Α τῷ Β παντὶ ἀλλ’ οὐδενί, ἀνάγκη τινὶ ὑπάρχειν.
“因为设假定Α不属于任何Β;而Β被设定为属于所有或某些Γ。” 通过这个假定,他希望证明由于另一条最初假定的命题随之产生荒谬,特称肯定命题得以被推导出来。因为设最初的假定如下:Α不属于任何Β,Β属于所有Γ或者Β属于某些Γ;如果Β属于所有Γ,结论就是Α不属于任何Γ;如果Β属于某些Γ,结论就是Α不属于所有Γ。但设这是不可能的。因此,如果因为Α不是属于所有Β而是不属于任何Β导致了不可能的后果,那么必然它属于某些。
"Οὐδ’ ὅταν τὸ ἐναντίον τῷ συμπεράσματι ὑποτεθῇ, οἷον τὸ τινὶ μὴ ὑπάρχειν·" Ἐὰν οὖν, φησί, λάβωμεν τοῦ ΑΒ ἄλλην πρότασιν ἀντικειμένην, οἷον τὸ Γ τινὶ τῷ Α, τὸ Α παντὶ τῷ Β, οὐ γίνεται συλλογισμός, ὅτι ἡ μείζων μερικὴ ἐγίνετο.
“当假定与结论相反对立者时,例如不属于某些,也〔不能证明〕;”他说,因此如果我们对ΑΒ取另一个对立的前提,例如Γ属于某些Α,Α属于所有Β,就不会产生三段论,因为大前提变成了特称的。
- 5.138Τὸ ἀνάπαλιν ὤφειλεν εἰπεῖν, ὅτι
ὤφειλεν 加上不定式 εἰπεῖν 表示过去未实现的应当做之事(“本应当说”)。ὅτι 引导的从句作为 εἰπεῖν 的直接宾语从句,指明本应陈述的具体内容。
- 5.139διὰ τὸ τὴν ἐλάττω εἶναι ἀποφατικὴν καθόλου ἢ μερικὴν ἀποφατικήν
由介词 διά 与带冠词不定式 τὸ ... εἶναι 结合构成的表示原因的副词短语。不定式 εἶναι 的逻辑主语是宾格 τὴν ἐλάττω(“小前提”),而 ἀποφατικὴν καθόλου 与 μερικὴν ἀποφατικήν 作并列的表语。
- 5.141ἀληθὲς ἄρα τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ τινί, οὐ μέντοι τὸ παντί
省略系词 ἐστί 的无动词句。主语为 τὸ ἀντιφατικῶς ἀντικείμενον,同位语为 τὸ τινί,ἀληθές 为表语。与之对比的短语 οὐ μέντοι τὸ παντί 构成省略表达(“决非‘属于所有’[为真]”)。
