← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§431.1-432.20

反演总结与归谬法推论的开始

斐洛庞努斯总结了通过反演对三段论的驳斥在各格中经由何种格的推论得以成立,随后转入对归谬法三段论的阐述,辨析其与反演的区别,并解释了亚里士多德关于在第二格中通过归谬法证明第一格全称肯定式(Barbara)的示例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.134

" Καὶ ὅτι ἐν μὲν τῷ πρώτῳ σχήματι διὰ τοῦ μέσου τε καὶ τοῦ ἐσχάτου γίνονται οἱ συλλογισμοί." Κατὰ κοινοῦ τὸ φανερόν,1 ὅτι αἱ προτάσεις ἐν πρώτῳ σχήματι ἡ μὲν μείζων δείκνυται διὰ τοῦ ἐσχάτου, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου, ἐν δὲ τῷ δευτέρῳ σχήματι ἡ μὲν μείζων πρότασις διὰ τοῦ τρίτου, ἡ δὲ ἐλάττων διὰ τοῦ πρώτου, ἐν δὲ τῷ τρίτῳ σχήματι ἡ μὲν μείζων διὰ τοῦ πρώτου, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου σχήματος ἀνασκευάζεται.

“并且在第一格中,三段论是通过中格与末格产生的。” “显而易见”是共同取用的,即:在第一格中,大前提是通过末格证明的,小前提是通过第二格证明的;而在第二格中,大前提是通过第三格证明的,小前提是通过第一格证明的;在第三格中,大前提是通过第一格被驳斥的,而小前提是通过第二格被驳斥的。

§5.135

"Ὁ δὲ διὰ τοῦ ἀδυνάτου συλλογισμὸς δείκνυται μέν, ὅταν ἡ ἀντίφασις τεθῇ τοῦ συμπεράσματος καὶ προσληφθῇ ἄλλη πρότασις, γίνεται δ’ ἐν ἅπασι τοῖς σχήμασιν." Πληρώσας περὶ τῆς ἐν συλλογισμῷ ἀντιστροφῆς νῦν περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς λέγει καὶ τί διαφέρει ἡ ἐν συλλογισμῷ ἀντιστροφὴ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. διαφέρει οὖν τούτῳ, ὅτι ἐπὶ τῆς ἀντιστροφῆς δεῖ πρῶτον συλλογισμὸν γενέσθαι, εἶθ’ οὕτως ἀντιστροφήν, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ ἄνευ τοῦ γενέσθαι συλλογισμὸν δυνατὸν δεῖξαι τὸ ἄτοπον ἑπόμενον. ἔτι διαφέρει, ὅτι ἐπὶ τῆς ἀντιστροφῆς δυνατὸν καὶ εἰς τὸ ἐναντίον καὶ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστρέψαι, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὐκέτι εἰ μὴ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον μόνον·2 ἐπεὶ εἰ εἰς τὸ ἐναντίον ληφθείη, ἢ οὐ δείκνυσι συλλογιστικὴν συζυγίαν, ἢ εἰ γίνεται συλλογιστική, οὐδὲν ἄτοπον ἕπεται. ἔτι διαφέρει, ὅτι ἐπὶ τῆς ἐν συλλογισμῷ ἀντιστροφῆς δείκνυται τῆς μιᾶς προτάσεως ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον ἢ τὸ ἐναντίον, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπὶ τῆς μιᾶς προτάσεως μόνον ἀντιφατικῶς προηγουμένης3 ἄτοπον ἑπόμενον δείκνυται. ταῦτα μὲν διαφέρει ἡ ἐν συλλογισμῷ ἀντιστροφὴ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὥσπερ δὲ ἡ ἀντιστροφὴ ἐπὶ τῶν τριῶν σχημάτων ἐδείκνυτο ὅτι δυνατὸν γενέσθαι, οὕτω καὶ ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ ἐπὶ τῶν τριῶν σχημάτων ἔσται. δείξει δὲ καὶ τοῦτο, ὅτι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι δειχθῆναι οὐ δυνατόν, ἀλλ’ ἐν δευτέρῳ καὶ τρίτῳ. ἐν δὲ τῷ πρώτῳ σχήματι δείκνυσι τὰς ἄλλας τρεῖς συλλογιστικὰς συζυγίας. λέγει δὲ πρῶτον πῶς γίνεται ἡ εἰς ἀδύνατον ἀπαγωγή, ὅτι λαμβάνομεν τὸ συμπέρασμα τὸ ἐξ ἀρχῆς καὶ τὸ τούτῳ ἀντιφατικῶς ἀντικείμενον καὶ μίαν πρότασιν ἀληθῆ καὶ δείκνυμεν ἕπεσθαι τῇ ἑτέρᾳ προτάσει ἄτοπόν τι καὶ ἀδύνατον.

“而归谬的三段论是在设定结论的矛盾对立并附加另一前提时被证明的,并且它在所有的格中都会产生。” 在结束了关于三段论中反演的讨论后,他现在谈论归谬法,以及三段论中的反演与归谬法有何区别。因此区别在于:在反演中必须先产生一个三段论,然后才进行反演;但在归谬法中,即使没有预先产生三段论,也能够指出随之而来的荒谬。进一步的区别在于:在反演中既可以反演为相反对立,也可以反演为矛盾对立;而在归谬法中则不能,只能反演为矛盾对立者;因为如果取其相反对立,要么不能构成三段论组合,要么即便构成了三段论组合,也不会有荒谬随之而来。进一步的区别还在于:在三段论的反演中,被证明的是一个前提的矛盾对立或相反对立;而在归谬法中,随之而来的荒谬仅仅是在与事先设定的一个前提相矛盾对立的情况下被指出的。三段论中的反演与归谬法就在这些方面有所不同。正如反演被证明在三种格中都能产生一样,归谬法也将在三种格中发生。并且他也将证明这一点:通过归谬法,全称肯定命题不能在第一格中被证明,而是在第二格和第三格中被证明。在第一格中,他证明了其他三种三段论组合。但他首先说明归谬法是如何产生的:即我们取最初的结论及其矛盾对立者,再加上一个真实的前提,并证明另一个前提会随之产生某种荒谬和不可能的结果。

§5.136

"Ὅμοιον γάρ ἐστι τῇ ἀντιστροφῇ." Ὅμοιον τῇ ἀντιστροφῇ φησιν, ὅτι ὥσπερ ἡ ἀντιστροφὴ ἐν τοῖς τρισὶ σχήμασι γέγονεν, οὕτως καὶ ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ ἐν τρισὶ σχήμασι γενήσεται. τούτῳ μὲν κοινωνεῖ. διαφέρει δὲ οἷς προειρήκαμεν ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ τῆς ἀντιστροφῆς.

“因为它类似于反演。” 他说它类似于反演,是因为正如反演发生在三种格中一样,归谬法也将发生在三种格中。在这一点上它们具有共同性。但归谬法与反演的区别在于我们前面已经说明的那些方面。

§5.137

"Οἷον εἰ τὸ Α παντὶ τῷ Β ὑπάρχει, μέσον δὲ τὸ Γ, ἐὰν ὑποτεθῇ τὸ Α μὴ παντὶ ἢ μηδενὶ τῷ Β ὑπάρχειν τῷ δέ γε Γ παντί, ὅπερ ἦν ἀληθές, ἀνάγκη τὸ Γ τῷ Β ἢ μηδενὶ ἢ μὴ παντὶ ὑπάρχειν." Βούλεται τὸ λεχθὲν διὰ παραδείγματος δεῖξαι. οἷον τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α παντὶ τῷ Β. εἰ δέ τις τοῦτο ἐρεῖ ψεῦδος, ἐξ ἀνάγκης συγχωρεῖ ἢ τὸ ἐναντίον ἀληθὲς εἶναι ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον· οὐκοῦν εἰ οὐ συγχωρεῖ τῷ Β τὸ Α ὑπάρχειν, ἢ οὐδενὶ ὑπάρχει ἢ οὐ παντί. οὐκοῦν ἐν δευτέρῳ δείκνυται σχήματι τὸ ἄτοπον οὕτως· τὸ Α τῷ μὲν Β ἢ μηδενὶ ἢ οὐ παντί, τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ ἢ οὐδενὶ τῷ Β ἢ οὐ παντί. εἰ δὲ τοῦτο ἄτοπον, τὸ συναχθῆναι τὸ Γ τῷ Β ἢ οὐδενὶ ἢ οὐ παντί, ψεῦδος τοῦτο, ἀληθὲς ἄρα τὸ παντί, ὅπερ πρότερον εἰρήκαμεν. οὕτως ἐν δευτέρῳ σχήματι διὰ τοῦ ἕπεσθαι ἀδύνατόν τι ἐδείχθη τὸ καθόλου καταφατικόν. οὕτως οὖν οὐ μόνον ἐπὶ τοῦ πρώτου σχήματος ποιεῖν δυνατὸν ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων.

“例如,如果Α属于所有Β,中项是Γ,若假定Α不属于所有或不属于任何Β,但属于所有Γ(这原本是真实的),那么必然Γ不属于任何Β或不属于所有Β。” 他希望通过一个例子来说明所讲的内容。例如,Α属于所有Γ,Γ属于所有Β;结论是Α属于所有Β。但如果有人说这是假的,他必然承认要么相反对立者为真,要么矛盾对立者为真;因此,如果他不承认Α属于Β,那么它要么不属于任何Β,要么不属于所有Β。于是在第二格中,荒谬之处如下被指出:Α对于Β要么不属于任何要么不属于所有,Α属于所有Γ;结论是Γ对于Β要么不属于任何要么不属于所有。但如果这是荒谬的,即得出Γ对于Β要么不属于任何要么不属于所有,那么这就是假的,因而正如我们前面所说,“属于所有”为真。这样,在第二格中,通过随之产生某种不可能的结果,全称肯定命题得到了证明。因此,不仅在第一格的情况下可以这样做,在其他格中也是可能的。

语法注3 条
  1. 5.134Κατὰ κοινοῦ τὸ φανερόν

    语法说明。指出前一节(61a5)开头的“φανερόν(显而易见)”应在此处(61a8)共同(κατὰ κοινοῦ)补出,以统摄由ὅτι引导的从句。

  2. 5.135οὐκέτι εἰ μὴ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον μόνον

    谓词省略。在οὐκέτι之后承前省略了ἀντιστρέψαι δυνατόν(能够反演),与εἰ μή(除……之外)连用,构成排他句式:“除了反演为矛盾对立者之外,已不再可能”。

  3. 5.135ἐπὶ τῆς μιᾶς προτάσεως μόνον ἀντιφατικῶς προηγουμένης

    介词结构,ἐπί支配属格名词短语τῆς μιᾶς προτάσεως,分词προηγουμένης(事先设定的/居先的)修饰该短语,并由副词ἀντιφατικῶς修饰。此句与前句形成对照,表明在归谬法中仅以与预设的一个前提相矛盾对立为关注点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:431.1-432.20