- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:429.18-430.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了《前分析篇》卷二第十章末尾(60b19–61a5),考察在第三格中当结论被反演为矛盾对立命题时,大前提和小前提如何被驳斥(包括全称前提和含特称前提的情况),并对所有三种格的结论进行了总括。
" Ἐὰν δὲ ἀντικειμένως ἀντιστρέφωνται." Εἰρηκὼς ὅτι, ἐὰν εἰς τὸ ἐναντίον ἀντιστραφῇ ὁ συλλογισμός, οὐ γίνεται τῶν προτάσεων ἀναίρεσις, νῦν λέγει ὅτι, ἐὰν ἀντικειμένως ἀντιστραφῇ, γίνεται· οἷον ἀντὶ τοῦ τὸ Α τινὶ τῷ Β ἵνα λάβωμεν ὅτι οὐδενί,1 καὶ ποιοῦμεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω βουλόμεθα ἀνασκευάσαι, οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Α παντὶ τῷ Γ, τὸ ἄρα Β οὐδενὶ τῷ Γ. ὥστε ἀμφότεραι αἱ προτάσεις εἰς τὸ ἐναντίον ἀνεσκευάσθησαν ἐν τρίτῳ σχήματι τοῦ συμπεράσματος ἀντιστραφέντος εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον. ὁμοίως δὲ δείξομεν καὶ εἰ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ὑπάρχει. συμπέρασμα γίνεται ὅτι τὸ Α οὐ παντὶ τῷ Β· ἐὰν οὖν ληφθῇ παντί, εἰ μὲν τὴν μείζω πρότασιν δέον δεῖξαι,2 δείκνυμεν οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ· εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Α οὐδενὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ. οὕτως ἐπὶ τῶν ἄμφω καθόλου προτάσεων τῶν ἐν τρίτῳ σχήματι.
“但如果它们相对立地反演。” 在说过如果三段论被反演为相反对立,就不会产生对前提的驳斥之后,他现在说,如果它被相对立地反演,则会产生;例如,代替“Α属于某些Β”,为了使我们取“属于无”,我们这样做:Α不属于任何Β,Β属于所有Γ,[因此]Α不属于任何Γ。但如果我们想要驳斥小前提,则如下:Α不属于任何Β,Α属于所有Γ,因此Β不属于任何Γ。因此,当结论被反演为矛盾对立者时,在第三格中两个前提都被驳斥为相反对立。如果大前提是否定的而小前提是肯定的,我们也将同样证明。结论成为“Α不属于所有Β”;因此如果取“属于所有”,在必须证明大前提时,我们如下证明:Α属于所有Β,Β属于所有Γ,[因此]Α属于所有Γ;但如果[必须证明]小前提,则如下:Α属于所有Β,Α不属于任何Γ;结论是“Β不属于任何Γ”。在第三格中两个前提都是全称的情况下就是如此。
"Ὁμοίως δὲ δείκνυται καὶ εἰ μὴ καθόλου εἰσὶν αἱ προτάσεις." Λέγει νῦν περὶ τοῦ τρίτου τρόπου τοῦ τρίτου σχήματος τοῦ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγοντος συμπέρασμα. ἐὰν 〈οὖν〉 εἰς τὸ ἀντικείμενον ληφθῇ τὸ συμπέρασμα, τὸ οὐδενί, καὶ δέον τὴν μείζονα πρότασιν ἀνασκευάσαι, ἀνασκευάζεται οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ, τὸ Α οὐ παντὶ τῷ Γ. ὥστε εἰς τὸ ἀντιφατικὸν νῦν ἡ μείζων ἀνεσκευάσθη τοῦ συμπεράσματος εἰς τὸ ἀντιφατικὸν ἀντιστραφέντος.3 εἰ δὲ τὴν ἐλάττω, ἀνασκευάσομεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Α παντὶ τῷ Γ, τὸ ἄρα Β οὐδενὶ τῷ Γ. ὥστε καὶ ἡ ἐλάττων εἰς τὸ ἀντιφατικὸν ἀνεσκευάσθη. καὶ τοῦτο φυλακτέον, ὅτι εἰ μὲν εἴη ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, μερικὸν ἀποφατικὸν συνάγει συμπέρασμα, τὸ Α οὐ παντὶ τῷ Β· ἐὰν οὖν μεταληφθῇ εἰς τὸ ἐναντίον τὸ τινί, οὔτε ἡ μείζων οὔτε ἡ ἐλάττων πρότασις ἀνασκευασθήσεται· ἐὰν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον, ἀνασκευασθήσονται ἀμφότεραι. ἔστω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ· τὸ ἄρα Α τινὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Α οὐδενὶ τῷ Γ, τὸ Β οὐδενὶ τῷ Γ. ὥστε παραφυλακτέον ὅτι ἡ ἐλάττων καὶ ἡ μείζων εἰς τὸ ἀντιφατικὸν ἀντιστρέφουσιν, ὅταν ᾖ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει.
“同样,如果前提不是全称的,也能证明。” 他现在谈论的是第三格的第三式,即由全称肯定的大前提和特称肯定的小前提得出特称肯定结论的式。因此,如果结论被取为其对立面,即“属于无”,且必须驳斥大前提,则驳斥如下:Α不属于任何Β,Β属于某些Γ,[因此]Α不属于所有Γ。因此,当结论被反演为矛盾对立者时,大前提现在被驳斥为矛盾对立。但如果[要驳斥]小前提,我们将如下驳斥:Α不属于任何Β,Α属于所有Γ,因此Β不属于任何Γ。因此小前提也被驳斥为矛盾对立。还应当注意这一点:如果大前提是否定的而小前提是肯定的,它得出一个特称否定结论,即“Α不属于所有Β”;因此,如果它被转变为相反对立的“属于某些”,无论大前提还是小前提都不会被驳斥;但如果被转变为矛盾对立者,两者都会被驳斥。因为设Α属于所有Β,Β属于某些Γ;因此Α属于某些Γ。但如果[驳斥]小前提,则如下:Α属于所有Β,Α不属于任何Γ,[因此]Β不属于任何Γ。因此应当留意,只要一个是全称的而另一个是特称的,小前提和大前提就反演为矛盾对立。
"Πάλιν εἰ τὸ Α παντὶ τῷ Β." Ἐὰν ᾖ ἡ μείζων μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, δείκνυμεν οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Α οὐ παντὶ τῷ Γ, τὸ Β οὐ παντὶ τῷ Γ.
“再次,如果Α属于所有Β。” 如果大前提是特称否定而小前提是全称肯定,我们如下证明:Α属于所有Β,Β属于所有Γ,[因此]Α属于所有Γ。但如果[证明]小前提,则如下:Α属于所有Β,Α不属于所有Γ,[因此]Β不属于所有Γ。
"Φανερὸν οὖν διὰ τῶν εἰρημένων πῶς ἀντιστρεφομένου τοῦ συμπεράσματος ἐν ἑκάστῳ σχήματι γίνεται συλλογισμός." Σύντομον ἐπανάληψιν ποιεῖται τῶν εἰρημένων τριῶν σχημάτων, καὶ φησὶν ὅτι φανερὸν πότε ἀνασκευάζονται αἱ προτάσεις, εἴτε εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον μεταληφθῇ τὸ συμπέρασμα εἴτε εἰς τὸ ἐναντίον, καὶ πότε οὐκ ἀνασκευάζονται.
“因此,通过所述可知,当结论被反演时,在每个格中如何产生三段论。” 他对已讨论的三种格作了简短的概括,并说,无论结论是被转变为矛盾对立者还是被转变为相反对立者,前提在何时被驳斥、在何时不被驳斥,都是显而易见的。
- 5.130οἷον ἀντὶ τοῦ τὸ Α τινὶ τῷ Β ἵνα λάβωμεν ὅτι οὐδενί
介词短语 ἀντὶ τοῦ 后接被引用的命题 τὸ Α τινὶ τῷ Β,随后跟有表目的或说明的 ἵνα 从句(在晚期希腊语中常用来代替不定式)。上下文意为“代替‘Α属于某些Β’,为了使我们取‘属于无’”。
- 5.130εἰ μὲν τὴν μείζω πρότασιν δέον δεῖξαι
δέον 是无人称动词 δεῖ 的分词(宾格绝对结构)。在由 εἰ 引导的条件从句中,表示“如果必须证明大前提”的条件情况。
- 5.131τοῦ συμπεράσματος εἰς τὸ ἀντιφατικὸν ἀντιστραφέντος
属格绝对结构。表示时间或条件(“当结论被反演为矛盾对立者时”),修饰主句的被动语态动词 ἀνεσκευάσθη。
