- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:428.5-429.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者表明在第二格的特称式(第三式Festino与第四式Baroco)中,取结论的相反命题不能驳倒任何前提,而取矛盾对立命题则使两个前提都被驳倒;随后他论述第三格(如第一式Darapti)中的换位,指出取结论的相反命题同样不能驳倒任何前提(Bekker 60a35–60b9)。
" Κείσθω γὰρ τὸ Α τῷ μὲν Β μηδενὶ ὑπάρχειν τῷ δὲ Γ τινί· συμπέρασμα ΒΓ." Περὶ τοῦ τρίτου τρόπου λέγει νῦν τοῦ δευτέρου σχήματος τοῦ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς συμπέρασμα μερικὸν ἀποφατικὸν συνάγοντος. ἐὰν οὖν τὸ συμπέρασμα μεταληφθῇ εἰς τὸ ἐναντίον, ὅτι τὸ Β τινὶ τῷ Γ ὑπάρχει, καὶ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν,1 δείκνυμεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ, τὸ Α οὐ παντὶ τῷ Γ. ἀλλ’ οὐκ ἀνῄρηται τὸ πρότερον τὸ λέγον ὅτι τὸ Α τινὶ τῷ Γ· ἐνδέχεται γὰρ ἀμφότερα συναληθεύειν. εἰ δὲ βουλόμεθα τὴν μείζω ἀνασκευάσαι, ἀνασκευάσομεν διὰ τοῦ τρίτου σχήματος· ἀλλ’ οὐκ ἀνασκευασθήσεται· καὶ γὰρ καὶ τὸ συμπέρασμα μερικὸν καταφατικὸν καὶ ἡ ἐλάττων πρότασις μερική· ἐκ δὲ δύο μερικῶν οὐ γίνεται συλλογισμός. ὥστε καλῶς ἐλέγομεν ὅτι, ἐὰν ἐπὶ τῶν μερικῶν εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὔτε ἡ μείζων οὔτε ἡ ἐλάττων ἀναιρεῖται. ἐὰν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ τὸ συμπέρασμα, ἀναιρεθήσονται αἱ προτάσεις ἀμφότεραι. οἷον εἰ τὸ Β ληφθῇ ἀντὶ τοῦ οὐ παντὶ τῷ Γ ὅτι παντὶ ὑπάρχει, καὶ εἰ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν, δείκνυμεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ. ἰδοὺ νῦν ἀνῄρηται ἡ ἐλάττων ἀντίφασις·2 ἦν γὰρ τινὶ τῷ Γ τὸ Α. εἰ δὲ δέον τὴν μείζω ἀναιρεῖν, ἀναιροῦμεν οὕτως· τὸ Β παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β. ὥστε καὶ νῦν ἡ μείζων ἀντιφατικῶς ἀνῄρηται· ἦν γὰρ τὸ Α οὐδενὶ τῷ Β.
“因为设Α不属于任何Β,但属于某些Γ;结论是ΒΓ。” 他现在谈论的是第二格的第三式,即由全称否定的大前提和特称肯定的小前提得出特称否定结论的式。因此,如果结论被转化为相反命题,即“Β属于某些Γ”,而在需要证明小前提时,我们如下证明:Α不属于任何Β,Β属于某些Γ,[因此]Α不属于一切Γ。但先前声称“Α属于某些Γ”的命题并没有被驳倒;因为两者有可能同真。但如果我们希望驳倒大前提,我们将通过第三格来驳倒;但它不会被驳倒;因为结论是特称肯定,小前提也是特称的;而从两个特称前提不能产生三段论。所以我们说,在特称结论的情形中,如果换位为相反命题,大前提和小前提都不被驳倒,是说得很对的。但如果结论被换位为矛盾对立的命题,两个前提都将被驳倒。例如,如果取Β“属于一切”,以代替“不属于一切Γ”,而在需要证明小前提时,我们如下证明:Α不属于任何Β,Β属于一切Γ,[因此]Α不属于任何Γ。看,现在小前提被矛盾对立地驳倒了;因为Α曾是属于某些Γ的。但如果需要驳倒大前提,我们如下驳倒:Β属于一切Γ,Α属于某些Γ,因此Α属于某些Β。所以现在大前提也被矛盾对立地驳倒了;因为Α曾是不属于任何Β的。
"Ἡ αὐτὴ δ’ ἀπόδειξις καὶ εἰ τὸ καθόλου κατηγορικὸν εἴη." Ὥσπερ ἐπὶ τοῦ τρίτου τρόπου ἐδείξαμεν, οὕτως καὶ ἐπὶ τοῦ τετάρτου τρόπου δείξομεν τοῦ ἔχοντος τὴν μείζω καθόλου καταφατικήν.
“如果全称是肯定的,证明也是相同的。” 正如我们在第三式上所展示的,在具有全称肯定大前提的第四式上,我们也将同样展示。
"Ἐπὶ δὲ τοῦ τρίτου σχήματος." Εἰρηκὼς περὶ τοῦ δευτέρου σχήματος νῦν λέγει καὶ περὶ τοῦ τρίτου. καὶ φησὶν ὅτι, ἐπειδὴ τὸ συμπέρασμα μερικόν ἐστιν, ἐὰν τὸ ἐναντίον τοῦ συμπεράσματος ληφθῇ, οὐκ ἀντιστρέφει οὔτε ἀναιρεῖται οὐδεμία πρότασις, ἐὰν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ, ἀμφότεραι αἱ προτάσεις ἀναιροῦνται, ὡς ἐπιδείξομεν. δείκνυται δὲ ἡ μὲν μείζων πρότασις διὰ τοῦ πρώτου σχήματος, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου.
“但在第三格中。” 在论述了第二格之后,他现在也论及第三格。并且他说,由于结论是特称的,如果取结论的相反命题,不换位,也没有任何前提被驳倒;但如果换位为矛盾对立的命题,正如我们将要清楚展示的,两个前提都将被驳倒。大前提是通过第一格被证明的,而小前提是通过第二格被证明的。
"Δεδείχθω γὰρ τὸ Α τινὶ τῷ Β ὑπάρχον, μέσον δὲ εἰλήφθω τὸ Γ, ἔστωσαν δὲ καθόλου αἱ προτάσεις. ἐὰν οὖν ληφθῇ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν." Δείκνυσι πρῶτον ἐπὶ τοῦ πρώτου τρόπου τοῦ τρίτου σχήματος τὴν ἀντιστροφήν, ὅτε συνάγεται ἐκ δύο καθόλου καταφατικῶν μερικὸν καταφατικόν, ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει. ἐὰν οὖν ληφθῇ τὸ Α οὐ παντὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ, οὐ δύναται γενέσθαι συλλογισμὸν3 ἐν πρώτῳ σχήματι διὰ τοῦ Β. ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου οὕτως· τὸ Α οὐ παντὶ τῷ Β, τὸ Α παντὶ τῷ Γ· ἐπειδὴ ἡ μείζων μερικὴ ἐν δευτέρῳ σχήματι ἡ ΑΒ, ἀσυλλόγιστος ἡ συζυγία. πάλιν ἐὰν ᾖ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει, οὐ γίνεται συλλογισμός. διὰ τί; ἐπειδὴ εἰ βουληθῶμεν τὴν μείζω πρότασιν δεῖξαι, γίνεται ἡ μείζων μερική, καὶ εἰσὶν ἄμφω μερικαὶ καὶ ἀσυλλόγιστος ἡ συζυγία. ὁμοίως δὲ καὶ εἰ τὴν ἐλάττονα βουληθῶμεν ἀποδεῖξαι. ὥστε καλῶς εἰρήκαμεν ‘ἐὰν εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὐδεμία πρότασις ἀναιρεῖται ἐν τῷ τρίτῳ σχήματι’.
“因为设Α已被证明属于某些Β,且设Γ被取为中项,并设各前提是全称的。因此,如果取Α不属于某些Β。” 他首先展示第三格第一式中的换位,即当由两个全称肯定前提得出特称肯定结论“Α属于某些Β”时。因此,如果取“Α不属于一切Β”,而“Β属于一切Γ”,则不可能在第一格中通过Β产生三段论。而小前提通过第二格如下证明:Α不属于一切Β,Α属于一切Γ;由于在第二格中大前提ΑΒ是特称的,该前提组合是非三段论的。再次,如果前提中一个全称而另一个特称,也不会产生三段论。为什么呢?因为如果我们希望证明大前提,大前提就变成了特称,两者都成了特称,前提组合是非三段论的。如果我们希望证明小前提,情况也同样如此。所以我们说得很对:“如果换位为相反命题,在第三格中没有任何前提被驳倒”。
- 5.126καὶ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν
δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,构成绝对宾格结构(accusative absolute),表示伴随情况或条件:“在需要证明小前提时”。
- 5.126ἀνῄρηται ἡ ἐλάττων ἀντίφασις
短语 ἡ ἐλάττων ἀντίφασις 字面意为“小矛盾”,在此处表示小前提被矛盾对立地驳倒。后文的解释从句“ἦν γὰρ τινὶ τῷ Γ τὸ Α”(因为Α曾属于某些Γ)表明,原本肯定的小前提与此处推导出的全称否定(οὐδενί)构成了矛盾对立。
- 5.129οὐ δύναται γενέσθαι συλλογισμὸν
συλλογισμόν 为宾格形式,在无人称使用的 δύναται 支配下作不定式 γενέσθαι 的逻辑主语(后古典希腊语中常见的宾格不定式结构),意为“三段论不可能产生”。
