← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§426.25-428.4

第二格中通过换位对前提的驳倒

菲洛波庞指出第一格第四式(特称否定)通过换位的驳倒与第三式相同,继而考察第二格全称三段论(Camestres与Cesare)及特称三段论中通过换位驳倒前提的情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.121

" Ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός." Ὥσπερ ἐπὶ τοῦ τρίτου τρόπου, οὕτως καὶ ἐπὶ τοῦ τετάρτου τοῦ ἀποφατικοῦ ποιητέον· εἰ μὲν γὰρ τὸ ἀντιφατικῶς ἀντικείμενον ληφθῇ, ἀναιροῦνται ἀμφότεραι· εἰ δὲ τὸ ἐναντίον, οὐκ ἀναιροῦνται. ἀπόδειξις δὲ ἡ αὐτὴ καὶ ἐπὶ τοῦ τετάρτου τρόπου ἥτις καὶ ἐπὶ τοῦ τρίτου τρόπου ἐγίνετο.

“如果三段论是否定的,情况也同样如此。” 正如在第三式的情形中一样,在第四式即否定式的情形中也须如此处理;因为如果取矛盾对立的命题,两个前提都被驳倒;但如果取相反命题,则不被驳倒。而在第四式上的证明,与在第三式上所作的证明是相同的。

§5.122

"Ἐν δὲ τῷ δευτέρῳ σχήματι τὴν μὲν πρὸς τῷ μείζονι ἄκρῳ πρότασιν οὐκ ἔστιν ἀναιρεῖν." Πληρώσας τὸ πρῶτον σχῆμα νῦν ἦλθεν ἐπὶ τὸ δεύτερον. καὶ φησὶν ὅτι ἡ μείζων πρότασις οὐκ ἀναιρεῖται, ὅτε λαμβάνεται τοῦ συμπεράσματος τὸ ἐναντίον, ἡ δὲ ἐλάττων ἀναιρεῖται. λέγω δὲ τὴν μείζω πρότασιν μὴ ἀναιρεῖσθαι, οὐχ ὅτι οὐκ ἀναιρεῖται,1 ἀλλ’ ὅτι εἰς τὸ ἐναντίον οὐκ ἀναιρεῖται, ἀλλ’ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀναιρεῖται. διὰ τί δέ; ὁ αὐτὸς λέγει ὅτι ἐν τρίτῳ σχήματι δείκνυται ἡ μείζων πρότασις· οὐδὲν δὲ καθόλου ἐν τρίτῳ δείκνυται· ἡ δὲ μείζων ἐν δευτέρῳ σχήματι καθόλου ἐστίν. ὥστε τὸ ἀντιφατικῶς ἀντικείμενον δείκνυται. ἡ δὲ ἐλάττων πρότασις δείκνυται διὰ τοῦ πρώτου σχήματος, ὡς ἐπιδείξομεν.

“但在第二格中,不可能驳倒涉及大项的前提。” 在结束了第一格之后,他现在转入了第二格。并且他说,当取结论的相反命题时,大前提不被驳倒,而小前提被驳倒。但我说大前提不被驳倒,并不是指它根本不被驳倒,而是指它不是被驳倒为相反命题,而是被驳倒为矛盾对立的命题。这是为什么呢?他自己说大前提是在第三格中被证明的;但在第三格中没有任何全称命题被证明;而第二格中的大前提是全称的。因此,被证明的是矛盾对立的命题。然而正如我们将要清楚展示的那样,小前提是通过第一格被证明的。

§5.123

"Ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β τῷ δὲ Γ μηδενί· συμπέρασμα τὸ ΒΓ οὐδενί." Ἀποδείκνυσι πρῶτον τὸν πρῶτον τρόπον τοῦ δευτέρου σχήματος [οὕτως] τὸν ἐκ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς συνάγοντα συμπέρασμα ἀποφατικὸν τὸ Β οὐδενὶ τῷ Γ. ἐὰν οὖν ληφθῇ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν καὶ δεῖξαι βουληθῶμεν τὴν ἐλάττω πρότασιν τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Γ, δείκνυμεν τὴν ἐλάττω διὰ τοῦ πρώτου σχήματος οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ ἄρα Α παντὶ τῷ Γ. εἰ δὲ τὸ Β παντὶ τῷ Γ, τὸ δὲ Α μηδενὶ τῷ Γ, [καὶ] συμπέρασμα τὸ Α οὐ παντὶ τῷ Β. ἀναιρεῖται οὖν ἡ μείζων πρότασις οὐκ ἐναντίως ἀλλ’ ἀντιφατικῶς. ὥστε καλῶς ἐλέγομεν τὴν μείζω μὴ ἀναιρεῖσθαι ἐναντίως. ἀλλ’ εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον τοῦ συμπεράσματος ληφθῇ, οἷον τὸ Β τινὶ τῷ Γ, ἡ μείζων πρότασις ὁμοίως ἀναιρεθήσεται,2 ἡ δὲ ἐλάττων ἀντιφατικῶς. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β· ἐπὶ δὲ τῆς ἐλάττονος οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ, τὸ Α τινὶ τῷ Γ, ὅπερ ἀντιφατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει.

“因为设Α属于一切Β,但不属于任何Γ;结论是Β不属于任何Γ。” 他首先论证了第二格的第一式,即由肯定的大前提和否定的小前提得出否定结论“Β不属于任何Γ”的式。因此,如果取“Β属于一切Γ”,而我们希望证明声称“Α不属于任何Γ”的小前提,我们就通过第一格如下证明小前提:Α属于一切Β,Β属于一切Γ,因此Α属于一切Γ。但如果Β属于一切Γ,而Α不属于任何Γ,结论是Α不属于一切Β。因此,大前提不是被相反地驳倒,而是被矛盾地驳倒。所以我们说大前提不被相反地驳倒,是说得很对的。但如果取结论的矛盾对立命题,例如“Β属于某些Γ”,大前提将同样[矛盾对立地]被驳倒,而小前提将被矛盾对立地驳倒。因为如果Β属于某些Γ,Α不属于任何Γ,结论是Α不属于一切Β;而在小前提的情形中则如下:Α属于一切Β,Β属于某些Γ,[因此]Α属于某些Γ,这与第一前提矛盾对立。

§5.124

"Ὁμοίως δὲ δειχθήσεται καὶ εἰ ἀνάπαλιν ἔχοιεν αἱ προτάσεις." Ὁμοίως δὲ δειχθήσεται καὶ ὁ δεύτερος τρόπος τοῦ δευτέρου σχήματος· ἀνάπαλιν γὰρ ἔχουσιν αἱ προτάσεις.

“如果前提颠倒过来,也将同样被证明。” 第二格的第二式也将同样被证明;因为各前提颠倒了过来。

§5.125

"Εἰ δ’ ἔστιν ἐπὶ μέρους ὁ συλλογισμός." Πληρώσας περὶ τῶν τὸ καθόλου συναγόντων ἐν δευτέρῳ σχήματι νῦν λέγει περὶ τῶν τὰ μερικά. καὶ φησὶν ὅτι, ἐὰν ἐπὶ τῶν τὸ μερικὸν συμπέρασμα συναγόντων τὸ συμπέρασμα εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὐδεμία πρότασις ἀναιρεῖται, οὔτε ἡ μείζων οὔτε ἡ ἐλάττων, ἐὰν δὲ τὸ συμπέρασμα ἀντιστραφῇ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ, τότε ἀμφότεραι ἀναιροῦνται, ὡς δείξομεν.

“但如果三段论是特称的。” 在第二格中结束了关于得出全称结论的三段论之后,他现在论及得出特称结论的那些三段论。并且他说,在得出特称结论的三段论中,如果结论被换位为相反命题,则没有任何前提被驳倒,无论是大前提还是小前提;但如果结论被换位为与其矛盾对立的命题,正如我们将要展示的,那时两个前提都将被驳倒。

语法注2 条
  1. 5.122λέγω δὲ τὴν μείζω πρότασιν μὴ ἀναιρεῖσθαι, οὐχ ὅτι οὐκ ἀναιρεῖται, ἀλλ’ ὅτι εἰς τὸ ἐναντίον οὐκ ἀναιρεῖται

    紧随 λέγω 的不定式结构(τὴν μείζω πρότασιν μὴ ἀναιρεῖσθαι)通过对比性的 ὅτι 从句(οὐχ ὅτι... ἀλλ' ὅτι...,“不是指……,而是指……”)得到详细说明。前者中的 οὐκ ἀναιρεῖται 指完全不被驳倒,后者的限定(不是驳倒为相反命题,而是驳倒为矛盾对立命题)精确界定了亚里士多德所言“不能驳倒”的涵义。

  2. 5.123ἡ μείζων πρότασις ὁμοίως ἀναιρεθήσεται

    副词 ὁμοίως 承接前文,指与先前取结论相反命题时一样是“矛盾对立地”(ἀντιφατικῶς)被驳倒。紧接着的原因从句(εἰ γὰρ τὸ Β τινὶ τῷ Γ...)推导出了特称否定结论“Α不属于一切Β”,从而驳倒全称肯定大前提“Α属于一切Β”,印证了这一解读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:426.25-428.4