- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:425.11-426.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯总结了第一格全称三段论在结论被矛盾换位时两前提的导出情况(59b21–36),进而转向特称三段论(59b37起),考察了第三式(Darii)中结论按矛盾和相反方式换位对原前提的影响。
" Οὐκοῦν ἐὰν ληφθῇ τὸ Α τῷ Γ παντί." Πρῶτον δείκνυσι τὴν ἐλάττω πρότασιν συνάγουσαν τὸ ἐναντίον τῇ πρώτῃ προτάσει, εἶτα δεύτερον δείκνυσι τὴν μείζω συνάγουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον τῇ πρώτῃ προτάσει.
“因此,若Α被取为属于一切Γ。” 首先,他指出小前提得出与第一前提相反的命题,其次,他指出大前提得出与第一前提矛盾对立的命题。
"Ἐὰν δὲ ἀντικειμένως ἀντιστραφῇ τὸ συμπέρασμα, καὶ οἱ συλλογισμοὶ ἀντικείμενοι." Ἔλαβε πρῶτον τὸ συμπέρασμα ἐπὶ τῶν δύο τρόπων καὶ ἀντέστρεψεν εἰς τὸ ἐναντίον καὶ ἔδειξε τὰ συναγόμενα· νῦν ἀντιστρέφει εἰς τὰ ἀντιφατικῶς ἀντικείμενα. οὐκοῦν καὶ ἐπὶ τῆς μείζονος προτάσεως καὶ ἐπὶ τῆς ἐλάττονος τὸ ἀντιφατικῶς ἀντικείμενον συναχθήσεται ἐπὶ τοῦ πρώτου τρόπου. οἷον τὸ Α οὐ παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β, συμπέρασμα ὅτι τὸ Β οὐ παντὶ τῷ Γ· ἦν δὲ παντὶ τὸ πρῶτον. ἐπὶ δὲ τῆς μείζονος πάλιν ὁμοίως· τὸ Α οὐ παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. ὥστε εἰ ἀντιστραφείη εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ συμπέρασμα, συναχθήσεται τὰ ἀντιφατικῶς ἀντικείμενα τῶν προτάσεων. ἐπὶ δὲ τοῦ δευτέρου τρόπου ἔστω τὸ Α οὐδενὶ τῷ Β, τὸ Α τινὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Β οὐ παντὶ τῷ Γ, ὅ τι ἀντιφατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει.1 ἐὰν δὲ τὴν μείζω δέον δεῖξαι, οὕτως· τὸ Α τινὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Β, ὅπερ καὶ τοῦτο ἀντιφατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει.
“但如果结论被对立地换位,三段论也是对立的。” 首先他在两个式上取了结论并将其换位为相反命题,指出了得出的结论;现在他将其换位为矛盾对立的命题。因此在第一式上,无论关于大前提还是关于小前提,都将得出矛盾对立的命题。例如,Α不属于一切Γ,Α属于一切Β,结论是Β不属于一切Γ;而最初的前提是“属于一切”。关于大前提又同样如此:Α不属于一切Γ,Β属于一切Γ,结论是Α不属于一切Β。因此,如果结论被换位为矛盾对立的命题,前提的矛盾对立命题将被得出。但在第二式上,设Α不属于任何Β,Α属于某些Γ;结论是Β不属于一切Γ,这与第一前提矛盾对立。但如果需要证明大前提,则如下:Α属于某些Γ,Β属于一切Γ;结论是Α属于某些Β,这也同样与第一前提矛盾对立。
"Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν ὅταν μὲν ἀντικειμένως ἀντιστρέφηται τὸ συμπέρασμα, ἀναιροῦνται ἀμφότεραι αἱ προτάσεις." Πληρώσας περὶ τῶν καθόλου συλλογισμῶν τῶν τὸ καθόλου συναγόντων νῦν λέγει περὶ τῶν τὸ μερικὸν συναγόντων. καὶ φησὶν ὅτι, ἐὰν τὸ συμπέρασμα εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ, ἀναιροῦνται αἱ προτάσεις αἱ ἐξ ἀρχῆς καὶ φέρουσι τὰ ἐναντία ἢ τὰ ἀντιφατικῶς ἀντικείμενα· ἐὰν δὲ εἰς τὸ ἐναντίον ἀντιστραφῇ τὸ συμπέρασμα, οὐκέτι ἀναιροῦνται αἱ προτάσεις ἀλλὰ μένουσιν αἱ αὐταί, ὡς ἐπιδείξομεν. καὶ διὰ τί τοῦτο γίνεται, φησίν. οὐκέτι γὰρ γίνεται, ὥσπερ ἐπὶ τῶν καθόλου λαμβανομένου τοῦ συμπεράσματος εἰς τὸ ἐναντίον ἐδείκνυτο ἀναιρεῖν τὴν πρώτην πρότασιν, οὕτως καὶ ἐνταῦθα·2 ἐνταῦθα γὰρ ὅλως ἀναιρεῖ τὸ καθόλου διὰ τὸ μερικὸν εἶναι τὸ συμπέρασμα.
“而在特称三段论中,当结论被对立地换位时,两个前提都被驳倒。” 在结束了关于得出全称结论的全称三段论之后,他现在论及得出特称结论的三段论。并且他说,如果结论被换位为矛盾对立的命题,最初的前提就被驳倒,并带来相反命题或矛盾对立命题;但如果结论被换位为相反命题,正如我们将要清楚展示的那样,前提不再被驳倒,而是保持不变。并且他说明了为什么会发生这种情况。因为不再出现这样的情况:就像在全称三段论上,当结论被取为相反命题时证明了它驳倒第一前提那样,在这里也是如此;因为在这里,由于结论是特称的,它完全驳倒了全称命题。
"Δεδείχθω γὰρ τὸ Α κατὰ τινὸς τοῦ Γ. οὐκοῦν ἐὰν ληφθῇ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β τινὶ τῷ Γ." Πρῶτον δείκνυσι τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος συνάγοντα τὸ τινί. ἐὰν δ’ ἀντιστραφῇ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ οὐδενί, συνάξει οὕτως· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Β τινὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ. ὥστε καὶ ἡ μείζων καὶ ἡ ἐλάττων εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντέστρεψαν τοῦ συμπεράσματος οὕτως ἀντιστραφέντος.3 ἐὰν δὲ εἰς τὸ ἐναντίον ἀντιστραφῇ τὸ συμπέρασμα, ἵνα ἀντὶ τοῦ τινὶ τὸ οὐ παντὶ λάβωμεν, οὔτε τὴν μείζω δυνάμεθα δεῖξαι διὰ τὸ εἶναι καὶ τὴν ἐλάττω πρότασιν καὶ τὸ συμπέρασμα μερικόν· τὴν δὲ ἐλάττω οὐ δυνάμεθα δεῖξαι διὰ τί; [εἰ γὰρ δείξομεν] πρῶτον μὲν ὅτι ἡ μείζων γίνεται μερικὴ ἐν δευτέρῳ σχήματι, ἔπειτα δὲ ὅτι συνάγομεν οὐ παντί· τοῦτο δὲ τὸ οὐ παντὶ οὐκ ἀντίκειται ἐναντίως τῇ πρώτῃ προτάσει τῇ τινί· ποτὲ γὰρ συναληθεύουσιν αὗται αἱ προτάσεις.
“因为设Α被证明属于某些Γ。因此,若Α被取为不属于任何Γ,而Β属于某些Γ。” 首先,他指出了得出“属于某些”的第一格第三式。如果它被换位为矛盾对立的“不属于任何”,将如此得出:Α不属于任何Γ,Β属于某些Γ;结论是Α不属于一切Β。但如果证明小前提,则如此:Α不属于任何Γ,Α属于一切Β;结论是Β不属于任何Γ。因此,在结论被如此换位后,大前提和小前提都换位成了矛盾对立的命题。但如果结论被换位为相反命题,以便我们取“不属于一切”代替“属于某些”,由于小前提和结论都是特称的,我们既不能证明大前提;也不能证明小前提,这是为什么呢?首先,因为大前提在第二格中变成了特称命题;其次,因为我们得出了“不属于一切”;而这个“不属于一切”与最初的前提即“属于某些”并不是相反对立的;因为这些命题有时是一同为真的。
- 5.118ὅ τι ἀντιφατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει
关系代词 ὅ τι 以先行推导出的整个命题(“Β不属于一切Γ”)为先行词,引出一个同位性的说明(“这与第一前提矛盾对立”)。
- 5.119οὐκέτι γὰρ γίνεται, ὥσπερ ἐπὶ τῶν καθόλου λαμβανομένου τοῦ συμπεράσματος εἰς τὸ ἐναντίον ἐδείκνυτο ἀναιρεῖν τὴν πρώτην πρότασιν, οὕτως καὶ ἐνταῦθα
主动词 γίνεται 与 ὥσπερ ... οὕτως 构成相关句式。λαμβανομένου τοῦ συμπεράσματος 为表示时间/条件的时间性独立属格,支配接不定词 ἀναιρεῖν 的无人称动词(或省略主语)ἐδείκνυτο,整体构成“不再像在全称命题中……证明驳倒第一前提那样,在这里亦发生同样的情况”这一比较否定句式。
- 5.120τοῦ συμπεράσματος οὕτως ἀντιστραφέντος
由过去被动态分词构成的独立属格,在句中作时间或情况的副词性修饰语(“当结论被如此换位时”),修饰主句谓语 ἀντέστρεψαν。
