- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:423.31-425.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述第一格第一式(全称肯定)与第二式(全称否定)在结论被换位为其相反命题时的推论过程,指出小前提是在第二格中被取消并得出相反命题,而大前提是在第三格中被取消并得出矛盾对立命题。
" Ἔστω γὰρ δεδειγμένον τὸ Α κατὰ τοῦ Γ διὰ μέσου τοῦ Β." Πρῶτον ποιεῖται τὴν ἀντιστροφὴν ὡς ἐπὶ τοῦ πρώτου τρόπου τοῦ πρώτου σχήματος τοῦ συνάγοντος καθόλου καταφατικὸν συμπέρασμα, ἐπειδὴ καὶ ἐκ δύο καθόλου καταφατικῶν σύγκειται. λάβωμεν οὖν τέως τὸ ἐναντίον τῷ συμπεράσματι, ὅτι τὸ Α τῷ Γ οὐκ ἔστι παντὶ ἀλλ’ ὅτι οὐδενί, καὶ δέον ἔστω δεῖξαι1 τὴν ἐλάττονα πρότασιν. δείκνυται δὲ ἡ ἐλάττων διὰ τοῦ δευτέρου σχήματος, ἡ δὲ μείζων διὰ τοῦ τρίτου. οὐκοῦν τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β, συμπέρασμα τῆς ἐλάττονος προτάσεως ὅτι τὸ Β οὐδενὶ τῷ Γ, ὅπερ ἦν ἐναντίον τῷ παντί. εἰ δὲ βουλόμεθα τὴν μείζονα πρότασιν ἀποδεῖξαι, ἀποδείκνυμεν διὰ τοῦ τρίτου σχήματος, καὶ συνάγομεν οὐ τὸ ἐναντίον τῇ μείζονι προτάσει ἀλλὰ τὸ ἀντιφατικῶς ἀντικείμενον· ἐν γὰρ τῷ τρίτῳ σχήματι καθόλου συμπέρασμα οὐ συνήγετο. οἷον τὸ Α οὐδενὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, καὶ συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β· τοῦτο δὲ ἀντιφατικῶς ἀντίκειται τῇ 〈πρώτῃ〉 προτάσει. ὥστε ἐκ τούτων τῶν ῥηθέντων παραφυλάξασθαι ὀφείλομεν ὅτι ἡ μὲν πρότασις ἡ μείζων διὰ τοῦ τρίτου σχήματος δείκνυται, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου. καὶ τοῦτο δὲ πάλιν φυλάξασθαι ὀφείλομεν ἐπὶ τοῦ πρώτου σχήματος, ὅτι εἰ τὸ συμπέρασμα ἀντιστραφῇ εἰς τὸ ἐναντίον, εἰ μὲν τὴν μείζω πρότασιν δεικνύεις, δείξεις τὸ ἀντιφατικῶς ἀντικείμενον, εἰ δὲ τὴν ἐλάττω, τὸ ἐναντίον δείξεις συναγόμενον, εἰς ὃ καὶ τὸ συμπέρασμα ἀντέστρεψας. εἰ δὲ τὸ συμπέρασμα ἀντιστραφήσεται εἰς τὸ οὐ παντί, λέγω δὴ τὸ ἀντιφατικῶς ἀντικείμενον, καὶ ἡ μείζων πρότασις καὶ ἡ ἐλάττων ὅμοιον συμπέρασμα συνάξουσιν,2 ὡς ἐπιδείξομεν σαφῶς.
“因为设Α通过中项Β被证明属于Γ。” 首先,他如同在第一格的第一式上那样进行换位,该式得出全称肯定的结论,因为它也是由两个全称肯定前提组成的。那么,我们暂且取结论的相反命题,即Α不属于一切Γ而是不属于任何[Γ],并设需要证明小前提。小前提是通过第二格被证明的,而大前提是通过第三格被证明的。于是,Α不属于任何Γ,Α属于一切Β,小前提的结论是Β不属于任何Γ,这与“属于一切”是相反的。但如果我们意欲论证大前提,我们通过第三格进行论证,并且我们得出的不是与大前提相反的命题,而是矛盾对立的命题;因为在第三格中得不出全称的结论。例如,Α不属于任何Γ,Β属于一切Γ,结论是Α不属于一切Β;而这是与第一前提矛盾对立的。因此根据这些所述的内容,我们应当注意到:大前提是通过第三格被证明的,而小前提是通过第二格被证明的。而且在第一格上我们又应当注意到这一点:即如果结论被换位为相反命题,如果你证明大前提,你将证明[得出]矛盾对立的命题,而如果[证明]小前提,你将证明得出相反命题,即你换位结论所成的命题。但如果结论将被换位为“不属于一切”,我指即矛盾对立的命题,那么大前提和小前提都将得出类似的结论,正如我们将要清楚展示的那样。
"Εἰ δὴ τὸ Α μηδενὶ ληφθείη τῷ Γ." Πρῶτον δείκνυσι τὴν ἐλάττω πρότασιν συνάγουσαν ὅμοιον τῷ συμπεράσματι.
“因此,若Α被取为不属于任何Γ。” 首先,他指出小前提得出与结论类似的命题。
"Καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Γ." Νῦν δείκνυσι τὴν μείζω πρότασιν συνάγουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον τῆς 〈πρώτης〉 προτάσεως· ἦν δὲ ἡ πρώτη τὸ Α παντὶ τῷ Β. νῦν οὖν τὸ οὐ παντὶ συνάγεται, τουτέστι τὸ Α οὐ παντὶ τῷ Β.
“并且若Α不属于任何Γ。” 现在他指出大前提得出与第一前提矛盾对立的命题;而第一前提是“Α属于一切Β”。因此现在得出“不属于一切”,也就是“Α不属于一切Β”。
"Καὶ εἰ στερητικὸς ὁ συλλογισμός, ὡσαύτως· δεδείχθω γὰρ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχον διὰ τοῦ Β." Δείξας περὶ τοῦ καθόλου καταφατικοῦ νῦν βούλεται περὶ τοῦ καθόλου ἀποφατικοῦ. ἐὰν γὰρ ᾖ τὸ Α οὐδενὶ τῷ Γ διὰ μέσου τοῦ Β, ἵνα ληφθῇ παντί,3 καὶ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν, συνάξομεν οὕτως πάλιν ἐν δευτέρῳ σχήματι (ἡ γὰρ ἐλάττων ἐν δευτέρῳ συνήγετο)· τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Β, καὶ συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ. εἰ δὲ τὴν μείζονα δέον δεῖξαι, δείξομεν διὰ τοῦ τρίτου σχήματος· τὸ Α παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β. καὶ ἐπὶ τοῦ δευτέρου οὖν τρόπου τοῦ πρώτου σχήματος ἐδείχθη ἡ μὲν ἐλάττων διὰ τοῦ δευτέρου, ἡ δὲ μείζων διὰ τοῦ τρίτου. ἐδείχθη δὲ καὶ τοῦτο πάλιν, ὡς εἰρήκαμεν· ἡ μὲν μείζων συνῆξε τὸ ἀντιφατικῶς ἀντικείμενον· ἀντὶ γὰρ τοῦ οὐδενὶ τὸ τινὶ συνῆξεν· ἡ δὲ ἐλάττων τὸ ἐναντίως ἀντικείμενον· ἀντὶ γὰρ τοῦ παντὶ τὸ οὐδενὶ συνῆξεν.
“而且若三段论是否定的,同样如此;因为设Α通过Β被证明不属于任何Γ。” 在证明了关于全称肯定的情况之后,他现在意欲论及全称否定的情况。因为若Α通过中项Β不属于任何Γ,以便它被取为属于一切,并且需要证明小前提,我们便再次在第二格中如此得出(因为小前提是在第二格中得出的):Α属于一切Γ,Α不属于任何Β,结论是Β不属于任何Γ。但如果需要证明大前提,我们将通过第三格来证明:Α属于一切Γ,Β属于一切Γ,所以Α属于某些Β。因此在第一格的第二式上,小前提也是通过第二格被证明,而大前提是通过第三格被证明。正如我们所说过的,这一点也再次得到了证明:大前提得出了矛盾对立的命题(因为代替“不属于任何”,它得出了“属于某些”);而小前提得出了相反对立的命题(因为代替“属于一切”,它得出了“不属于任何”)。
- 5.113δέον ἔστω δεῖξαι
无人称动词 δεῖ 的中性分词 δέον 与命令式 ἔστω 结合,构成迂说祈使句(“设需要证明……”)。不定式 δεῖξαι 充当 δέον 的主语性补足语。
- 5.113εἰ δὲ τὸ συμπέρασμα ἀντιστραφήσεται εἰς τὸ οὐ παντί, λέγω δὴ τὸ ἀντιφατικῶς ἀντικείμενον, καὶ ἡ μείζων πρότασις καὶ ἡ ἐλάττων ὅμοιον συμπέρασμα συνάξουσιν
主句中的 καὶ ... καὶ ... 引出并列主语(“大前提和小前提都……”),呼应前面的带将来直陈式(ἀντιστραφήσεται)的 εἰ 条件从句。插入短语 λέγω δὴ τὸ ἀντιφατικῶς ἀντικείμενον 对紧接其前的 εἰς τὸ οὐ παντί 作同位语式的补充说明。
- 5.116ἵνα ληφθῇ παντί
带有 ἵνα 和虚拟式(ληφθῇ)的从句表示换位操作中假设/置换的目的或步骤(“以便它被取为属于一切”)。主语是省略的 τὸ Α,与格 παντί 作谓语性状语(“作为属于一切”)。
