- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:422.12-423.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在总结了三格中的循环证明(59a32–41)之后,注解者阐明了亚里士多德新引入的“三段论换位”(59b1–11)的定义与机制,并区分了项的换位、命题的换位以及归谬法。
" Φανερὸν οὖν ὅτι ἐν μὲν τῷ πρώτῳ σχήματι ἡ δι’ ἀλλήλων δεῖξις διά τε τοῦ πρώτου καὶ τοῦ τρίτου γίνεται σχήματος." Ἐπανάληψιν σύντομον ποιεῖται τῶν λεχθέντων, ὅτι ἐν τῷ πρώτῳ σχήματι ὅσαι δείκνυνται προτάσεις κύκλῳ, αἱ μὲν ἐν τῷ πρώτῳ εὐθέως, αἱ δὲ ἐν τῷ τρίτῳ. καὶ λέγει πότε διὰ τοῦ πρώτου καὶ πότε διὰ τοῦ τρίτου.
“因此显而易见,在第一格中,通过彼此的证明是通过第一格和第三格二者产生的。” 他对已说过的内容作了简要的重述,即在第一格中凡是循环地被证明的前提,有的直接在第一格中[被证明],有的则在第三格中。并且他指出了何时是通过第一格,何时是通过第三格。
"Ἐν δὲ τῷ μέσῳ καθόλου μὲν ὄντος τοῦ συλλογισμοῦ δι’ αὐτοῦ τε καὶ διὰ τοῦ πρώτου σχήματος." Ἐν δὲ τῷ δευτέρῳ σχήματι αἱ δεικνύμεναι κύκλῳ, εἰ μὲν καθόλου, εὐθέως δι’ αὐτοῦ τοῦ δευτέρου καὶ τοῦ πρώτου, εἰ δὲ μερικόν, δι’ αὐτοῦ τοῦ δευτέρου καὶ τοῦ τρίτου δείκνυνται. ἐν δὲ τῷ τρίτῳ σχήματι ὅσοι κύκλῳ ἐδείκνυντο, πάντες δι’ αὐτοῦ εὐθέως τοῦ τρίτου ἐδείκνυντο. φανερὸν δὲ ὅτι ἐν τῷ τρίτῳ καὶ μέσῳ σχήματι ὅσοι μὴ δι’ ἑαυτῶν δεικνύουσιν, ἢ οὐ κατὰ κύκλον δεικνύουσιν ἢ ἀτελεῖς εἰσιν.
“而在中格中,当三段论是全称时,则是通过它自身以及通过第一格[产生]。” 而在第二格中,循环地被证明的前提,若是全称的,则直接通过第二格自身和第一格被证明;若是特称的,则通过第二格自身和第三格被证明。而在第三格中,凡循环地被证明的,全都直接通过第三格自身被证明。显而易见,在第三格和中格中,凡不通过自身进行证明的,要么不是循环地证明,要么是不完全的。
"Τὸ δ’ ἀντιστρέφειν ἐστὶ τὸ μετατιθέντα τὸ συμπέρασμα ποιεῖν τὸν συλλογισμόν.1" Εἰρήκαμεν ἤδη τοῦτο πλειστάκις, ὡς ὅτι τρεῖς ὑπάρχουσιν ἀντιστροφαί, μία μὲν ἡ ἐν ὅροις, δευτέρα δὲ ἡ ἐν προτάσει, τρίτη δὲ ἡ ἐν συλλογισμῷ. ἀλλὰ περὶ μὲν τῆς ἐν ὅροις ἀντιστροφῆς εἴρηκεν ἐν Κατηγορίαις, ὅταν ἔλεγε τὸ ἴσον ἴσῳ ἴσον· περὶ δὲ τῆς ἐν προτάσεσιν ἀντιστροφῆς εἶπεν ἐν τῷ πρώτῳ λόγῳ τῶν Προτέρων ἀναλυτικῶν. νῦν δὲ βούλεται εἰπεῖν περὶ τῆς ἀντιστροφῆς τῆς ἐν συλλογισμῷ. γίνεται δὲ αὕτη τοῦτον τὸν τρόπον· λαμβάνομεν τὸ συμπέρασμα τὸ γενόμενον, καὶ τοῦτο μετατίθεμεν ἢ εἰς τὸ ἐναντίον ἢ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον, καὶ τὴν ἄλλην πρότασιν ὑγιῆ καὶ ἀποδεικνύομεν τῆς λοιπῆς προτάσεως2 ὡς ὅτι τὸ ἐναντίον συνάγεται ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον. οἷον εἰ συναχθῇ συμπέρασμα καθόλου καταφατικόν, μετατίθεμεν τοῦτο εἰς τὸ ἐναντίον τὸ καθόλου ἀποφατικὸν ἢ εἰς τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον, ὅ ἐστι τὸ μερικὸν ἀποφατικόν, καὶ οὕτως δείκνυμεν τῆς ἑτέρας προτάσεως συναγόμενα ἢ τὰ ἐναντία ἢ τὰ ἀντιφατικῶς ἀντικείμενα. ποιεῖται δὲ ταύτην τὴν ἐν συλλογισμῷ ἀντιστροφὴν καὶ ἐπὶ ἑκάστου τρόπου συλλογιστικοῦ καὶ ἐπὶ ἑκάστου σχήματος. τινὲς δὲ ᾠήθησαν τὴν ἐν συλλογισμῷ ἀντιστροφὴν καὶ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν ταὐτὸν εἶναι. ὁ δὲ Ἀριστοτέλης μετὰ ταύτην τὴν θεωρίαν ἐκτίθεται περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ δείκνυσι μὴ εἶναι τὸ αὐτὸ τὴν ἐν συλλογισμῷ ἀντιστροφὴν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ.
“而换位就是置换结论而构成三段论。” 我们已经多次谈到这一点,即存在三种换位:第一种是在项中的,第二种是在命题中的,第三种是在三段论中的。但关于项中的换位,他在《范畴篇》中说过,当时他说“相等者与相等者相等”;关于命题中的换位,他在《前分析篇》第一卷中说过。而现在,他意欲论及在三段论中的换位。而这以下述方式发生:我们取所得出的结论,并将它置换为相反命题或矛盾对立命题,并在保持另一前提完好的情况下,就剩余的前提论证得出相反命题或矛盾对立命题。例如,若得出一个全称肯定的结论,我们便将它置换为其相反的全称否定,或者置换为与其矛盾对立的特称否定,并由此证明得出另一前提的相反命题或矛盾对立命题。他在三段论的每一个式和每一个格上都进行了这种三段论中的换位。然而有些人认为,三段论中的换位与归谬法是同一的。但亚里士多德在这一考察之后阐述了关于归谬法的内容,并证明了三段论中的换位与归谬法不是同一回事。
"Ἀνάγκη γὰρ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς ἑτέρας μενούσης προτάσεως ἀναιρεῖσθαι τὴν λοιπήν." Τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς μιᾶς προτάσεως μενούσης ἀνάγκη ἀναιρεῖσθαι τὴν ἄλλην πρότασιν καὶ δείκνυσθαι αὐτὴν ἢ τὸ ἐναντίον συνάξασαν ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον·3 εἰ γὰρ μείνῃ καὶ αὕτη ἡ αὐτή, δῆλον ὅτι καὶ τὸ συμπέρασμα τὸ αὐτὸ ἔμεινεν.
“因为在结论被换位而另一前提保留时,剩余的前提必然被取消。” 在结论被换位而一个前提保留时,另一前提必然被取消,并被证明得出了其相反命题或矛盾对立命题;因为若这一个[前提]也保持相同,显而易见结论也会保持相同。
"Διαφέρει δὲ τὸ ἀντικειμένως ἢ τὸ ἐναντίως ἀντιστρέφειν τὸ συμπέρασμα." Ἐὰν τὸ συμπέρασμα εἰς τὸ ἐναντίον ἀντιστρέψωμεν, ἑτέρους ποιοῦμεν συλλογισμούς, ἐὰν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον, ἑτέρους, ὡς σαφῶς ἐπιδείξομεν. ἐναντίως δὲ ὑπάρχει τὸ παντὶ καὶ οὐδενὶ καὶ τὸ τινὶ καὶ οὐ τινί.
“而对立地换位结论与相反地换位结论是有区别的。” 若我们将结论换位为相反命题,我们便构成不同的三段论,而若[换位]为矛盾对立命题,则构成另一类[三段论],正如我们将要清楚展示的那样。而“属于一切”与“不属于任何”,以及“属于某些”与“不属于某些”,是相反对立的。
- 5.110τὸ μετατιθέντα τὸ συμπέρασμα ποιεῖν τὸν συλλογισμόν
在带冠词的不定式短语 τὸ ... ποιεῖν τὸν συλλογισμόν 中,分词 μετατιθέντα 为宾格,与不定式隐含的主语(不特定施动者)一致,表手段或方式(“通过置换结论来构成三段论”)。
- 5.110καὶ τὴν ἄλλην πρότασιν ὑγιῆ καὶ ἀποδεικνύομεν τῆς λοιπῆς προτάσεως
在 τὴν ἄλλην πρότασιν ὑγιῆ 之后省略了分词(如 φυλάττοντες 或 ἔχοντες,“保持另一前提完好”)。其后的属格 τῆς λοιπῆς προτάσεως 与后文的 τὸ ἐναντίον ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον 关联(“剩余前提的相反命题或矛盾对立命题”),亦可视为动词 ἀποδεικνύομεν 所带的相关属格(“就剩余前提证明……”)。
- 5.111δείκνυσθαι αὐτὴν ἢ τὸ ἐναντίον συνάξασαν ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον
在 δείκνυσθαι 之下,αὐτήν(剩余的前提)充当主格宾格,过去分词 συνάξασαν 在性、数、格上与其一致。此结构为带分词的间接陈述(“它被证明已经得出了相反命题或矛盾对立命题”)。
