- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:420.19-422.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注疏《前分析篇》58b39–59a24,探讨第三格中各前提进行循环证明或附加证明的可能性。他指出在两前提皆为全称时,由于第三格结论皆为特称而无法进行循环证明;并讨论了全称与特称前提结合时涉及换位与直接证明的情形,以及主词与谓词互换在逻辑上并非严格相同的理由。
" Ἐπὶ δὲ τοῦ τρίτου σχήματος, ὅταν μὲν ἀμφότεραι αἱ προτάσεις καθόλου ληφθῶσιν, οὐκ ἐνδέχεται δεῖξαι δι’ ἀλλήλων." Εἰρηκὼς ποῖαι προτάσεις δείκνυνται ἐν δευτέρῳ σχήματι κύκλῳ καὶ ποῖαι οὐ δείκνυνται κύκλῳ ἀλλὰ διὰ προσλήψεως, νῦν λέγει περὶ τῶν ἐν τρίτῳ σχήματι προτάσεων,1 καὶ πρῶτον ἐξ ἄμφω καθόλου. καὶ φησὶν ὅτι οὐ δυνατὸν ἐν τρίτῳ σχήματι τὰς προτάσεις τὰς ἐξ ἄμφω καθόλου κύκλῳ δεῖξαι. διὰ τί; τὰς γὰρ καθόλου διὰ τῶν καθόλου ἐδείκνυμεν· ἐν δὲ τῷ τρίτῳ σχήματι τὰ συμπεράσματα πάντα μερικά· ὥστε οὐ δείκνυνται 〈αἱ〉 ἐν τῷ τρίτῳ σχήματι ἐξ ἄμφω καθόλου προτάσεων.
“但在第三格中,当两个前提都被取为全称时,不可能通过彼此来证明。” 在说明了在第二格中哪些前提能循环地被证明、哪些前提不是循环地而是通过附加被证明之后,他现在论及第三格中的前提,首先是由两个全称前提构成的三段论。他说在第三格中不可能循环地证明由两个全称前提构成的三段论的前提。为什么呢?因为我们曾是通过全称前提来证明全称前提的;但在第三格中结论全都是特称的;因此在第三格中由两个全称前提构成的[诸前提]不能被证明。
"Ἐὰν δ’ ἡ μὲν ᾖ καθόλου ἡ δ’ ἐν μέρει, ποτὲ μὲν ἔσται, ποτὲ δὲ οὐκ ἔσται συλλογισμός." Εἰρηκὼς ὅτι ἡ καθόλου πρότασις οὐ δείκνυται τοῦ τρίτου σχήματος, νῦν λέγει περὶ τῶν τὴν μὲν μίαν ἐχουσῶν καθόλου τὴν δὲ ἄλλην μερικήν, καὶ φησὶν ὅτι, ἐὰν ἀμφότεραι ληφθῶσι κατηγορικαὶ καὶ ἡ μὲν μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου, ἔσται, εἰ δὲ τὸ ἀνάπαλιν, οὐκ ἔσται. οἷον τὸ Α παντὶ τῷ Γ, καὶ τὸ Β τινὶ τῷ Γ· τὸ Α ἄρα τινὶ τῷ Β· τοῦτο γὰρ δέδεικται· ὥστε καὶ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Γ. οὕτως ἡ μερικὴ πρότασις δείκνυται. ἡ δὲ καθόλου οὐ δείκνυται, διότι καθόλου ἐστίν, εἰ μὴ ἄρα κατὰ πρόσληψιν.
“但若一为全称而另一为特称,则有时会有三段论,有时则不会有。” 在说明了第三格的全称前提不能被证明之后,他现在论及具有一个全称前提和一个特称前提的情况,并说若两者都被取为肯定的,且大前提为特称而小前提为全称,则[三段论]将成立;但若相反,则将不成立。例如,Α属于一切Γ,而Β属于某些Γ;因此Α属于某些Β;因为这已经被证明了;从而Γ也属于某些Β,且Β属于某些Γ。如此特称前提便被证明了。但全称前提由于是全称的而不能被证明,除非是根据附加。
"Ὅταν δὲ πρὸς θατέρῳ, οὐκ ἔσται." Οὐκ ἔσται τὸ προκείμενον,2 ἐπεὶ συνάγει τὸ Γ τινὶ τῷ Β, ἀλλ’ ὕστερον ἀντιστρέφει, ὅτι καὶ τὸ Β τινὶ τῷ Γ, καὶ οὕτως ἔσται.
“然而当涉及另一方时,则不会成立。” 所提出的论题将不会成立,因为所推导出的结论是Γ属于某些Β;但他随后进行换位,指出Β也属于某些Γ,如此它便成立了。
"Καίτοι ἀνάγκη, εἰ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Γ ὑπάρχειν. ἀλλ’ οὖν οὐ ταὐτόν ἐστι τόδε." Οὐ γὰρ ταὐτόν ἐστι λέγειν τὸ Β τινὶ τῷ Γ καὶ τὸ Γ τινὶ τῷ Β· ὅταν γὰρ λέγω ‘τὸ Β τινὶ τῷ Γ ὑπάρχει’, ὑποκείμενόν ἐστι τὸ Γ, κατηγορούμενον δὲ τὸ Β· ὅταν δὲ λέγω ὅτι τὸ Γ τινὶ τῷ Β, τὸ μὲν Β λαμβάνω ὑποκείμενον, τὸ δὲ Γ κατηγορούμενον· ἕτερον δὲ τὸ ὑποκεῖσθαι καὶ κατηγορεῖσθαι.3
“虽然若Γ属于某些Β,Β必然也属于某些Γ。尽管如此,这并不是同一件事。” 因为说“Β属于某些Γ”与说“Γ属于某些Β”并不是同一回事;因为当我陈述“Β属于某些Γ”时,Γ是主词而Β是谓词;但当我陈述“Γ属于某些Β”时,我把Β作为主词而把Γ作为谓词;而作为主词与作为谓词是不同的。
"Εἰ δὲ τὸ μὲν Β παντὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Γ, ἔσται δεῖξαι." Ἐάν, φησίν, ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου, δυνατὸν δεῖξαι τὴν μείζω πρότασιν αὐτὴν προηγουμένως4 οὕτως· τὸ Α τινὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ· καὶ τὸ Γ παντὶ τῷ Β, καὶ τῷ Β τινὶ τὸ Α· τὸ ἄρα Α τινὶ τῷ Γ.
“但若Β属于一切Γ,而Α属于某些Γ,则能够证明。” 他说,若大前提为特称而小前提为全称,则可以直接证明大前提本身,其过程如下:Α属于某些Γ,Β属于一切Γ;且Γ属于一切Β,而Α属于某些Β;因此Α属于某些Γ。
"Καὶ ὅταν ᾖ ἡ μὲν κατηγορικὴ ἡ δὲ στερητική, καθόλου δὲ ἡ κατηγορική." Ἐὰν δὲ ᾖ ἡ μείζων στερητικὴ μερικὴ ἡ δ’ ἐλάττων καθόλου καταφατική, δειχθήσεται ἡ μείζων κύκλῳ οὕτως· τὸ Α οὐ παντὶ τῷ Β, τὸ Γ παντὶ τῷ Β, τὸ Γ οὐ παντὶ τῷ Α, καὶ τὸ Α οὐ παντὶ τῷ Γ. τὴν δὲ ἐλάττω κατηγορικὴν διὰ προσλήψεως δείκνυμεν.
“并且当一为肯定而另一为否定,且肯定是全称时。” 若大前提为特称否定而小前提为全称肯定,则大前提将循环地如下被证明:Α不属于一切Β,Γ属于一切Β,Γ不属于一切Α,且Α不属于一切Γ。但肯定的小前提我们通过附加来证明。
"Ὅταν δὲ ἡ στερητικὴ καθόλου γένηται, οὐ δείκνυται ἡ ἑτέρα." Ἐὰν δὲ ᾖ ἡ μείζων στερητικὴ καθόλου ἡ δὲ ἐλάττων μερικὴ καταφατική, οὐ δείκνυται ἡ μερικὴ καταφατική, εἰ μὴ διὰ προσλήψεως· κύκλῳ γὰρ οὐ δύναται. εἰ γὰρ ἡ μείζων ἀποφατική, καὶ τὸ συμπέρασμα ἀποφατικόν· ἐκ δὲ δύο ἀποφατικῶν καταφατικὸν συναχθῆναι οὐ δύναται. ἀλλὰ διὰ προσλήψεως δείκνυται οὕτως· ᾧ τὸ Α οὐ παντὶ ὑπάρχει, τοῦτο τῷ Γ τινὶ ὑπάρχει· τὸ δὲ Α τῷ Β ὑπάρχει οὐ παντί· οὐκοῦν τὸ Β τῷ Γ ὑπάρχει τινί.
“但当否定成为全称时,另一前提不能被证明。” 若大前提为全称否定而小前提为特称肯定,则特称肯定[小前提]不能被证明,除非通过附加;因为通过循环是不可能的。因为若大前提是否定的,结论也是否定的;而从两个否定前提不能推导出肯定结论。但通过附加则如下被证明:“凡Α不属于其全部者,此物属于Γ之某些;而Α不属于Β之全部;因此Β属于Γ之某些”。
- 5.101οὐ δείκνυνται 〈αἱ〉 ἐν τῷ τρίτῳ σχήματι ἐξ ἄμφω καθόλου προτάσεων
被动语态动词 οὐ δείκνυνται 的主语承接前文省略了 προτάσεις。编者所补入的冠词 〈αἱ〉 连同介词短语 ἐν τῷ τρίτῳ σχήματι 以及表示来源的属格短语 ἐξ ἄμφω καθόλου προτάσεων(“由两个全称前提构成的[三段论诸前提]”)共同限定了主语。
- 5.103Οὐκ ἔσται τὸ προκείμενον
针对亚里士多德正文中的无人称表达 οὐκ ἔσται(“将不会成立”),斐洛庞诺斯补充了明确的主语 τὸ προκείμενον(“所提出的论题/预期的结论”)。其后紧随原因从句 ἐπεὶ συνάγει...,解释直接推导出的只是换位后的命题。
- 5.104ἕτερον δὲ τὸ ὑποκεῖσθαι καὶ κατηγορεῖσθαι
此为倒装结构,中性单数形容词 ἕτερον 作表语,带冠词的不定式短语 τὸ ὑποκεῖσθαι καὶ [τὸ] κατηγορεῖσθαι 作主语。两个用作名词的不定式分别表达作为主词与作为谓词的逻辑/语法角色差异。
- 5.105αὐτὴν προηγουμένως
副词 προηγουμένως 意为“直接地”或“本原地”,用以修饰直接推导出大前提本身(αὐτὴν τὴν μείζω πρότασιν)的过程,对比了 59a6 中那种需要额外经过换位(ἀντιστροφή)步骤的迂回证明。
