- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:419.1-420.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了在第二格的各三段论式(全称与特称)中,大前提与小前提如何能够通过循环或附加法被证明,或者说明其无法如此证明的理由。
" Ἐν δὲ τῷ δευτέρῳ σχήματι τὸ μὲν καταφατικὸν οὐκ ἔστι δεῖξαι διὰ τούτου τοῦ τρόπου, τὸ δὲ στερητικὸν ἔστι." Ἐπλήρωσε περὶ τοῦ πρώτου σχήματος· νῦν ἦλθεν ἐπὶ τὸ δεύτερον. καὶ ἐνταῦθα δὲ δυνατὸν δεῖξαι κύκλῳ ἢ κατὰ πρόσληψιν τὰς προτάσεις. καὶ ἣν μὲν ἔλαβε πρώτην συζυγίαν ἄνω, νῦν δευτέραν,1 ἣν δὲ δευτέραν, νῦν πρώτην, καὶ ἣν ἔλαβε τρίτην, νῦν τετάρτην, ἣν δὲ τετάρτην, νῦν τρίτην.
“但在第二格中,肯定结论不可能通过这种方法被证明,而否定结论则是可能的。” 他已完成了关于第一格的讨论;现在他转向了第二格。而在此处,循环地或根据附加来证明诸前提同样是可能的。并且他在上面作为第一结合所取的,现在作为第二结合;作为第二结合所取的,现在作为第一结合;作为第三结合所取的,现在作为第四结合;作为第四结合所取的,现在作为第三结合。
"Τὸ δὲ στερητικὸν ὧδε δείκνυται· ὑπαρχέτω τὸ Α παντὶ τῷ Β, τῷ δὲ Γ μηδενί." Λαμβάνει πρώτην τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, καὶ φησὶν ὅτι τὴν μείζονα οὐ δυνατὸν δεῖξαι κύκλῳ· τὸ γὰρ καθόλου καταφατικὸν ἐκ δύο καταφατικῶν καθόλου ἦν· ἐνταῦθα δὲ καὶ τὸ συμπέρασμα καὶ ἡ ἐλάττων πρότασις ἀποφατική. τὴν δὲ ἐλάττονα τὴν καθόλου ἀποφατικὴν οὕτως· τὸ Γ οὐδενὶ τῷ Β· ἦν γὰρ τὸ Β οὐδενὶ τῷ Γ· τὸ οὖν Γ οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Α, ὥστε τὸ Γ οὐδενὶ τῷ Α, καὶ τὸ Α οὐδενὶ τῷ Γ. δυνατὸν δὲ καὶ τὴν μείζονα, εἰ καὶ μὴ κύκλῳ, ἀλλ’ οὖν κατὰ πρόσληψιν δεῖξαι οὕτως, ὅτι ᾧ τὸ Γ οὐδενὶ [συμπεράσματι], τούτῳ παντὶ τὸ Α·2 τὸ δὲ Β οὐδενὶ τῷ Γ· τὸ ἄρα Α παντὶ τῷ Β.
“否定结论则如下被证明:设Α属于一切Β,但不属于任何Γ。” 他首先取由全称肯定大前提与全称否定小前提构成的三段论,并说不可能循环地证明大前提;因为全称肯定曾是由两个全称肯定前提得出的,而在此处结论与小前提皆为否定。但全称否定的小前提则如下证明:Γ不属于任何Β(因为Β曾不属于任何Γ);因此Γ不属于任何Β,Β属于一切Α,从而Γ不属于任何Α,且Α不属于任何Γ。然而即使不能循环地证明,大前提至少也可以根据附加如下被证明:“凡Γ不属于任何者[结论],Α皆属于此物之全部;而Β不属于任何Γ;因此Α属于一切Β”。
"Εἰ δὲ τὸ ΑΒ στερητικὸν ληφθείη, θάτερον δὲ κατηγορικόν, τὸ ΑΓ, ἔσται τὸ πρῶτον σχῆμα." Νῦν λαμβάνει τὴν μείζονα στερητικὴν τὴν δὲ ἐλάττονα καταφατικήν. τὴν μὲν οὖν μείζω δεῖξαι δυνατόν, οὐ μέντοι τὴν ἐλάττω, οὕτως· τὸ Β οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Α, τὸ ἄρα Β οὐδενὶ τῷ Α, καὶ τὸ Α οὐδενὶ τῷ Β. διὰ τοῦτο δεύτερος ἐλήφθη οὗτος ὁ τρόπος, ἐπειδὴ δύο ἔχει ἀντιστροφάς, μίαν τὴν λέγουσαν τὸ Γ παντὶ τῷ Α (ἦν γὰρ τὸ Α παντὶ τῷ Γ) καὶ ἑτέραν τὴν τοῦ συμπεράσματος.3 τὴν δὲ ἐλάττω πρότασιν δυνατὸν δεῖξαι διὰ προσλήψεως οὕτως· ᾧ τὸ Β οὐδενί, τούτῳ τὸ Α παντί· τὸ δὲ Β τῷ Γ οὐδενί· οὐκοῦν τὸ Α τῷ Γ παντί.
“但若ΑΒ被取为否定的,而另一个ΑΓ被取为肯定的,则将是第一格。” 现在他将大前提取为否定的,小前提取为肯定的。因此证明大前提是可能的,但证明小前提则不可能,其过程如下:Β不属于任何Γ,Γ属于一切Α,因此Β不属于任何Α,且Α不属于任何Β。这一式被列为第二,是因为它包含两个换位:一个是断言Γ属于一切Α(因为Α曾属于一切Γ),另一个则是结论的换位。但小前提可以通过附加如下被证明:“凡Β不属于任何者,Α皆属于此物之全部;而Β不属于任何Γ;因此Α属于一切Γ”。
"Ἢν δὲ μὴ καθόλου ὁ συλλογισμὸς ᾖ, ἡ μὲν ἐν ὅλῳ πρότασις οὐ δείκνυται διὰ τὴν αὐτὴν αἰτίαν." Πληρώσας περὶ τῶν καθόλου ἐν δευτέρῳ σχήματι νῦν λέγει περὶ τῶν μερικῶν, καὶ πρῶτον τὴν ἔχουσαν τὴν μείζονα καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα μερικὴν ἀποφατικήν. καὶ φησὶν ὅτι οὐ δυνατὸν τὴν μείζω κύκλῳ δεῖξαι, διότι καθόλου, τὴν δὲ ἐλάττω δυνατὸν οὕτως· τὸ Β παντὶ τῷ Α, τὸ Β οὐ παντὶ τῷ Γ, καὶ τὸ Α οὐ παντὶ τῷ Γ, ἥτις ἦν ἐλάττων πρότασις. τὴν δὲ μείζω δυνατὸν διὰ προσλήψεως οὕτως· ὃ τῷ Γ ὑπάρχει οὐ παντί, τούτῳ τὸ Α παντί· τὸ δὲ Β τῷ Γ ὑπῆρχεν οὐ παντί· τὸ ἄρα Α τῷ Β ὑπάρχει παντί.
“若三段论不是全称的,则在全称中的前提由于同一原因不能被证明。” 在第二格中结束了关于全称三段论的讨论后,他现在论及特称三段论,首先是大前提为全称肯定、小前提为特称否定的三段论。他说不可能循环地证明大前提,因为它具有全称性;但小前提可以如下证明:Β属于一切Α,Β不属于一切Γ,因此Α不属于一切Γ,而这曾是小前提。大前提则可以通过附加如下被证明:“凡不属于一切Γ者,Α皆属于此物之全部;而Β曾不属于一切Γ;因此Α属于一切Β”。
"Εἰ δέ ἐστιν ἡ καθόλου στερητική, οὐ δειχθήσεται." Ἐὰν δέ, φησίν, ἡ μείζων ᾖ ἀποφατική, πάλιν ἡ μείζων οὐ δειχθήσεται. ἡ δὲ ἐλάττων κατὰ πρόσληψιν οὕτως· ᾧ τὸ Β οὐ παντὶ ὑπάρχει, τούτῳ τὸ Α τινί· τῷ δὲ Γ τὸ Β οὐ παντὶ ὑπάρχει· τῷ ἄρα Γ τὸ Α τινὶ ὑπάρχει.
“若全称前提是否定的,则它将不能被证明。” 他说,但若大前提是否定的,大前提同样将不能被证明。然而小前提根据附加可以如下证明:“凡Β不属于其全部者,Α属于此物之某些;而Β不属于Γ之全部;因此Α属于Γ之某些”。
- 5.96καὶ ἣν μὲν ἔλαβε πρώτην συζυγίαν ἄνω, νῦν δευτέραν
此句属于先行词 συζυγίαν 被吸收进关系从句,而主句中的指示代词 ταύτην 与主要动词 λαμβάνει 皆被省略的并列结构:ἣν μὲν ἔλαβε πρώτην συζυγίαν ἄνω, [ταύτην] νῦν δευτέραν [λαμβάνει]。其后连续出现的 ἣν δὲ δευτέραν, νῦν πρώτην 等分句均延续了这一省略骨架。
- 5.97ᾧ τὸ Γ οὐδενὶ [συμπεράσματι], τούτῳ παντὶ τὸ Α
关系代词 ᾧ 与后文的指示代词 τούτῳ 形成对应,二者皆为在省略了述谓动词 ὑπάρχει 的系表结构中表示所属/关联的与格。文中的括号[συμπεράσματι]为写本窜入的附注(校勘括除),ᾧ 所指代的名词是省略的“事物(项)”,整体结构为:“凡Γ不属于任何者,Α皆属于此物之全部”,构成外加前提。
- 5.98μίαν τὴν λέγουσαν τὸ Γ παντὶ τῷ Α ... καὶ ἑτέραν τὴν τοῦ συμπεράσματος
数词 μίαν 与 ἑτέραν 作为部分同位语,同位修饰前文的 δύο ... ἀντιστροφάς。带有定冠词的分词短语 τὴν λέγουσαν... 与属格短语 τὴν τοῦ συμπεράσματος 构成并列,分别名词化地指明两种换位:前者指小前提的换位,后者指结论的换位。
