← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§41.15-42.33

三种换位形式的推导与简单换位的定义

菲洛波诺斯考察了基于名词秩序与质的四种组合,确立了可能换位、伴随对立的换位与简单换位这三种形式。随后他分析了简单换位的定义及其属与种差,并解释了亚里士多德未提及不定命题换位的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#2

τούτων οὖν τῶν τεσσάρων συζυγιῶν ἡ μία ἐστὶν ἀσύστατος, λέγω δὴ ἡ κατ’ ἀμφότερα κοινωνούσας ἔχουσα τὰς προτάσεις, καὶ κατὰ τὴν τάξιν καὶ κατὰ τὴν ποιότητα· μία γάρ ἐστι πρότασις δὶς ἡ αὐτὴ παραλαμβανομένη καὶ οὐ δύο. εἰ γὰρ οἱ μὲν ὅροι οἱ αὐτοὶ ὀφείλουσιν εἶναι ἐν ταῖς ἀντιστρεφούσαις προτάσεσιν, ὡς ἐδείξαμεν, ἔχοιεν δὲ αὗται καὶ τὴν τάξιν τῶν ὅρων καὶ τὴν ποιότητα τὴν αὐτήν, ἔσονται ἄμφω μία καὶ ἡ αὐτή, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν, ὁ ἄνθρωπος ζῷόν ἐστι, καὶ ματαιολογία τὸ ὅλον. συνίστανται δὲ αἱ ἄλλαι τρεῖς συζυγίαι, λέγω δὴ ἥ τε κατ’ ἀμφότερα διαφέρουσα, καὶ κατὰ τὴν τάξιν καὶ κατὰ τὴν ποιότητα, καὶ ἡ καθ’ ἑκάτερον, καὶ τοῦτο διχῶς, εἴτε ἡ μὲν τάξις ἡ αὐτὴ εἴη ἡ δὲ ποιότης διάφορος, εἴτε καὶ ἔμπαλιν ἡ μὲν ποιότης ἡ αὐτὴ ἡ δὲ τάξις διάφορος. ἔχει δὲ ἐναντίως ἡ διαίρεσις αὕτη τῇ προτέρᾳ·1 ἡ μὲν γὰρ κατὰ τὴν κοινωνίαν ἢ διαφορὰν τῶν ὅρων διαιρουμένη καὶ τέσσαρας ποιοῦσα συζυγίας, τήν τε ἐξ ἀμφοτέρων τῶν αὐτῶν ὅρων καὶ τὴν ἐξ ἀμφοτέρων διαφορῶν καὶ τὴν κατὰ μὲν τὸν ἕτερον κοινωνοῦσαν κατὰ δὲ τὸν ἕτερον διαφέρουσαν, καὶ τοῦτο διχῶς, ἢ κατὰ τὸν ὑποκείμενον ἢ κατὰ τὸν κατηγορούμενον, τὰς μὲν τρεῖς ἀσυστάτους εἶχε συζυγίας, μόνη δὲ συνίστατο ἡ ἔχουσα τὰς προτάσεις κατ’ ἀμφοτέρους τοὺς ὅρους κοινωνούσας· ἐνταῦθα δὲ τῆς διαιρέσεως γενομένης κατά τε τὴν τάξιν τῶν ὅρων καὶ τὴν ποιότητα καὶ πάλιν τεσσάρων γενομένων συζυγιῶν, ἡ μὲν μία ἡ κατ’ ἀμφότερα κοινωνούσας ἔχουσα τὰς προτάσεις, ἥτις ἦν ἐκεῖ μόνη σύστασιν ἔχουσα, μόνη ἀσύστατός ἐστιν ἐνταῦθα, αἱ δὲ ἄλλαι τρεῖς, αἵτινες ἐκεῖ ἦσαν ἀσύστατοι, ἐνταῦθα συνίστανται, λέγω δὴ ἡ κατὰ τὸ ἕτερον μὲν κοινωνοῦσα κατὰ δὲ τὸ ἕτερον διαφέρουσα, καὶ τοῦτο διχῶς, καὶ ἡ κατ’ ἀμφότερα διαφέρουσα. εἰ τοίνυν αἱ ἀντιστρέφουσαι προτάσεις τάξιν μὲν τῶν ὅρων τὴν αὐτὴν ἔχοιεν, ποιότητα δὲ μὴ τὴν αὐτήν, λέγεται ἡ τοιαύτη ἐνδεχομένη ἀντιστροφή, διότι ἐπὶ μόνης τῆς ἐνδεχομένης ὕλης συνίσταται· οἷον τὶς ἄνθρωπος λούεται, τὶς ἄνθρωπος οὐ λούεται· τὶς ἄνθρωπος περιπατεῖ, τὶς ἄνθρωπος οὐ περιπατεῖ· ἀμφότερα γὰρ ἀληθεύει ἐπὶ μόνης τῆς ἐνδεχομένης ὕλης. εἰ δὲ μήτε ἡ τάξις τῶν ὅρων μήτε ἡ ποιότης ἡ αὐτὴ εἴη ἀλλὰ διάφορος, λέγεται ἡ τοιαύτη σὺν ἀντιθέσει ἀντιστροφή, διότι σὺν τῇ ποιότητι καὶ τὴν τάξιν τῶν ὅρων μετατίθησιν· οἷον εἰ ὁ ἄνθρωπος ζῷον, τὸ μὴ ζῷον οὐδὲ ἄνθρωπος· εἰ τὸ πῦρ ξηρόν, τὸ μὴ ξηρὸν οὐδὲ πῦρ. εἰ δὲ ἡ μὲν ποιότης τῶν προτάσεων ἡ αὐτὴ εἴη ἡ δὲ τάξις διάφορος, λέγεται ἡ τοιαύτη ἁπλῆ ἀντιστροφή, διότι περὶ τὸ ἁπλούστατον τῶν ἐν τῇ προτάσει, τουτέστι τοὺς ὅρους, ποιεῖται τὴν ἀντιστροφήν· οἷον πᾶς ἄνθρωπος ζῷον, τὶ ζῷον ἄνθρωπος. περὶ ἧς ἐνταῦθα ποιεῖται τὸν λόγον, ἣν καὶ ὁριζόμενοι λέγομεν οὕτως· ἁπλῆ ἀντιστροφή ἐστι κοινωνία δύο προτάσεων κατ’ ἀμφοτέρους τοὺς ὅρους τοῦ μὲν ποιοῦ τοῦ αὐτοῦ μένοντος τῆς δὲ τάξεως τῶν ὅρων ἐναλλαττομένης μετὰ τοῦ συναληθεύειν. πρόσκειται δὲ ‘μετὰ τοῦ συναληθεύειν’ διὰ τὴν λεγομένην ἀναστροφὴν τὰ αὐτὰ ἔχουσαν τῇ ἁπλῇ πλὴν τοῦ ψεύδεσθαι·2 οἷον πᾶς ἄνθρωπος ζῷον, καὶ πᾶν ζῷον ἄνθρωπος. ἔχει δὲ ὁ ὁρισμὸς γένος μὲν τὸ ‘κοινωνία δύο προτάσεων κατ’ ἀμφοτέρους τοὺς ὅρους’· τοῦτο γὰρ πάσῃ ὑπάρχει ἀντιστροφῇ· διαφορὰς δὲ τὰ λοιπά, ὧν ἡ μὲν ‘τοῦ ποιοῦ τοῦ αὐτοῦ μένοντος’ ἀποχωρίζει τῆς σὺν ἀντιθέσει, τὸ δὲ τῆς τάξεως τῶν ὅρων ἐναλλαττομένης’ διακρίνει τὴν ἐνδεχομένην ἀντιστροφήν· οὐκ ἀμείβει γὰρ ἐκείνη τὴν τάξιν. καὶ ἐκ τῆς προτέρας δὲ διαφορᾶς οὐδὲν ἧττον διακρίνεται· οὐ φυλάττει γὰρ ποιὸν τὸ αὐτὸ ἡ ἐνδεχομένη ἀντιστροφή· τὶς ἄνθρωπος λούεται, τὶς ἄνθρωπος οὐ λούεται. τὸ δὲ ‘μετὰ τοῦ συναληθεύειν’ εἴρηται, πρὸς διάκρισιν τίνος παρείληπται. ἄξιον δὲ ζητῆσαι διὰ τί τῆς τῶν καθ’ ἕκαστα καὶ τῆς τῶν ἀπροσδιορίστων ἀντιστροφῆς οὐκ ἐμνημόνευσε. καὶ φαμὲν ὅτι τῶν μὲν ἀπροσδιορίστων οὐκ ἐμνήσθη, ἐπειδὴ περιέχονται ἐν ταῖς προσδιωρισμέναις· ἀναλογοῦσι γάρ, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, ἢ ταῖς καθόλου ἢ ταῖς μερικαῖς.

因此,在这四种组合中,有一种是不能成立的,我指的是在秩序上和质上都在两方面共通的那些前提的组合;因为这是同一个前提被取了两次,而不是两个前提。因为正如我们所证明的,如果换位的前提中的名词必须相同,而这些前提又具有相同的名词秩序和相同的质,那么两者就将是完全同一个(例如“人是动物”,“人是动物”),整个事情纯属废话。然而其余三种组合得以成立,我指的是在秩序和质两方面都相异的组合,以及在其中任何一方相异的组合(这有两种情形:要么秩序相同而质相异,要么反之质相同而秩序相异)。这个区分与先前的区分处于相反的关系;因为先前按照名词的共通性或差异性进行区分并构成四种组合的那一区分——由两个相同名词组成的组合,由两个相异名词组成的组合,以及在一个名词上共通而在另一个名词上相异的组合(这有两种情形:要么在主词上,要么在述词上)——有三种组合不能成立,只有具有在两个名词上都共通的那些前提的组合得以成立;而在这里,区分是按照名词的秩序和质进行的,并且再次产生四种组合,在那里唯独能够成立的、具有在两方面都共通的前提的那一种组合,在这里唯独不能成立,而其余在那里不能成立的三种组合在这里却得以成立,我指的是在一个方面共通而在另一个方面相异的组合(这有两种情形),以及在两方面都相异的组合。因此,如果换位的前提具有相同的名词秩序,但不具有相同的质,这样的换位被称为可能换位,因为它仅在可能质料上得以成立;例如“某人洗澡”,“某人没洗澡”;“某人散步”,“某人没散步”;因为两者仅在可能质料上同真。如果名词的秩序和质都不相同而是相异,这样的换位被称为伴随对立的换位(换质位),因为它在改变质的同时也转换了名词的秩序;例如“如果人是动物,那么非动物也不是人”;“如果火是干燥的,那么非干燥的也不是火”。但如果前提的质相同而秩序相异,这样的换位被称为简单换位,因为它是关于前提中存在的最简单事物,即名词,来进行换位的;例如“所有人都是动物”,“某个动物是人”。他在此处所论述的正关于此,我们对其下定义时也如此表述:“简单换位是两个前提在两个名词上的共通性,其质保持相同,名词的秩序相互交换,并伴随着一同为真。”添加“并伴随着一同为真”,是由于所谓的反转换位,除了它是虚假的外,它具有与简单换位相同的特征;例如“所有人都是动物”和“所有动物都是人”。这个定义把“两个前提在两个名词上的共通性”作为属;因为这属于一切换位;把其余部分作为种差,其中“质保持相同”将它与伴随对立的换位区分开来,而“名词的秩序相互交换”则把可能换位区分开来;因为后者并不改变秩序。而且它同样毫不逊色地被前一个种差区分开来;因为可能换位并不保持相同的质:“某人洗澡”,“某人没洗澡”。至于“并伴随着一同为真”,它被引入是为了区分什么,已经说明了。值得探究的是,为什么他没有提及单称命题和不定命题的换位。我们回答说,他没有提及不定命题,是因为它们包含在限定命题之中;因为正如在《解释篇》中所说,它们要么相当于全称命题,要么相当于特称命题。

语法注2 条
  1. 1.23ἔχει δὲ ἐναντίως ἡ διαίρεσις αὕτη τῇ προτέρᾳ

    对比结构的骨架。该句指出基于“秩序与质”的四种组合划分与前文基于“名词同异”的划分结果呈相反的镜像关系。先前的划分中仅有“两项均同”这一组成立,其余三组均不能成立;而在此处的划分中,仅有“秩序与质均同”这一组不能成立,其余三组均得以成立。整个长句通过μέν...δέ的并列从属结构严整地展开。

  2. 1.23πλὴν τοῦ ψεύδεσθαι

    介词πλὴν(除……之外)后接带有属格冠词τοῦ的动名词(articular infinitive),意为“除了虚假之外”。它限定了前文的“具有与简单换位相同的特征(τὰ αὐτὰ ἔχουσαν τῇ ἁπλῇ)”,指出反转换位(ἀναστροφή)与简单换位之间在形式特征上完全相同,唯一的排他性差异仅在于其真值(虚假)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:41.15-42.33