- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:417.20-418.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德《前分析篇》58a26–58b6,阐明在第一格全称否定式(Celarent)中小前提无法通过循环证明而须借助附加三段论,并考察在特称式(Darii与Ferio)中全称大前提与特称小前提循环证明的可行性及通过附加三段论的证明结构。
" Εἰ δ’ ὅτι τὸ Β τῷ Γ δεῖ συμπεράνασθαι,1 οὐκέθ’ ὁμοίως ἀντιστρεπτέον τὴν ΑΒ· ἡ γὰρ αὐτὴ πρότασις." Ἐὰν χρεία, φησί, δεῖξαι τὴν ἐλάττω πρότασιν, οὐ δύναται δι’ ἀντιστροφῆς δειχθῆναι τῆς μείζονος, ἐπειδὴ καὶ τὸ συμπέρασμα ἀποφατικὸν καὶ ἡ μείζων, ἐκ δύο δὲ ἀποφατικῶν οὐ γίνεται συλλογισμός, ἤτοι οὐ συνάγεται συμπέρασμα συλλογιστικῶς. ἀλλὰ πῶς; διὰ προσλήψεως οὕτως, ὅτι ᾧ τὸ Α οὐδενὶ ὑπάρχει, τούτῳ τὸ Β παντί· τῷ δὲ Γ τὸ Α οὐδενὶ ὑπάρχει· τούτῳ ἄρα τὸ Β παντί. ἰδοὺ ἵνα δείξῃ τὴν ἐλάττω πρότασιν τοῦ πρώτου σχήματος, διὰ προσλήψεως ἔδειξεν· ἡ δὲ πρόσληψις ἔδειξε τὴν ἐλάττω πρότασιν διὰ τοῦ τρίτου σχήματος.
“但若需要得出结论Β属于Γ,则不能再以同样方式反置ΑΒ;因为它是同一个前提。” 他说,若需要证明小前提,则不可能通过大前提的反置来证明,因为结论和大前提皆为否定,而由两个否定前提不能产生三段论,即不能按三段论方式推出结论。但如何证明?通过附加如下证明:“凡Α不属于任何者,Β皆属于此物;而Α不属于任何Γ;因此Β属于此物之全部”。看,为了证明第一格的小前提,他是通过附加来证明的;而这一附加是通过第三格证明了小前提。
"Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν τὴν μὲν καθόλου πρότασιν οὐκ ἔστιν ἀποδεῖξαι διὰ τῶν ἑτέρων, τὴν δὲ κατὰ μέρος ἔστιν." Ἐπλήρωσεν ἐν τῷ πρώτῳ σχήματι περὶ τῶν ἄμφω καθόλου· νῦν † ἦλθε περὶ τῶν μερικῶν συμπερασμάτων. καὶ πρῶτον περὶ τοῦ καταφατικοῦ φησιν, ὅτι τῆς ἐλάττονος προτάσεως ἐνδέχεται δεῖξαι τὴν κύκλῳ,2 τῆς δὲ μείζονος οὐκέτι ἐνδέχεται, εἰ μὴ ἄρα διὰ προσλήψεως πάλιν. ἡ γὰρ μείζων καθόλου καταφατική· τὸ δὲ καθόλου καταφατικὸν ἐκ τῶν καθόλου συνήγετο· καὶ ἐνταῦθα ἥ τε ἐλάττων μερικὴ καὶ τὸ συμπέρασμα μερικόν· ἐκ δύο δὲ μερικῶν οὐδὲν συνάγεται.
“但在特称三段论中,不能通过其他前提来证明全称前提,但特称前提是可能的。” 他在第一格中完成了关于两前提皆为全称的讨论;现在他转向了特称结论。首先关于肯定结论,他说,对于小前提而言,循环[证明]是可能指出的,但对于大前提则不再可能,除非再次通过附加。因为大前提是全称肯定的,而全称肯定是自全称前提推导而出的;且在此处小前提是特称的,结论亦是特称的,而由两个特称前提推不出任何东西。
"Ἔτι ὅλως οὐδὲ γίνεται συλλογισμὸς ἀντιστραφείσης τῆς προτάσεως τῆς μείζονος· ἐν μέρει γὰρ ἀμφότεραι γίνονται αἱ προτάσεις. τὴν δὲ ἐπὶ μέρους ἔστιν." Ἐπειδὴ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματός ἐστιν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν συνάγων συμπέρασμα, φησὶν ὅτι κύκλῳ δεῖξαι τὴν ἐλάττονα, ὅτι τὸ Β τινὶ τῷ Γ, δυνατὸν οὕτως· τὸ Β παντὶ τῷ Α· ἦν γὰρ τὸ Α παντὶ τῷ Β· τὸ οὖν Β παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ, καὶ τὸ Β ἄρα τινὶ τῷ Γ. τὴν δὲ μείζονα κύκλῳ οὐ δυνατὸν δεῖξαι διὰ τὸ καθόλου· τὸ γὰρ καθόλου ἐκ δύο καθόλου ἐδείκνυτο. πῶς οὖν δείκνυται; διὰ προσλήψεως οὕτως· ὃ τῷ Γ ὑπάρχει τινί, ὡς ἐν προτάσει εἰρήκαμεν καὶ διὰ τοῦ συμπεράσματος (καὶ τοῦτο γὰρ τινὶ συνάγεται), τούτῳ ὑπάρχει τὸ Α καθόλου παντί·3 τὸ δὲ Β ὑπάρχει τῷ Γ τινί· τῷ ἄρα Β τὸ Α παντί. καὶ ἐδείχθη ἡ πρόσληψις διὰ τοῦ τρίτου σχήματος.
“此外,若大前提被反置,则全然不能产生三段论;因为两前提皆变为特称的。但特称前提是可能的。” 由于第一格的第三式是由全称肯定大前提和特称肯定小前提推导出特称结论,他说,循环证明小前提(即Β属于某Γ)可以如下进行:Β属于一切Α(因为Α曾属于一切Β);因此Β属于一切Α,Α属于某Γ,所以Β亦属于某Γ。但循环证明大前提是不可能的,因为它具有全称性;因为全称前提曾是由两个全称前提所证明的。那么它是如何被证明的呢?通过附加如下证明:“凡属于某Γ者,正如我们在前提中以及通过结论所说的那样(因为这亦被推导为属于某些),Α皆全称地属于此物;而Β属于某Γ;因此Α属于一切Β”。而这一附加是通过第三格证明的。
"Εἰ δὲ στερητικὸς ὁ συλλογισμός, τὴν μὲν καθόλου πρότασιν οὐκ ἔστι δεῖξαι δι’ ὃ καὶ πρότερον ἐλέχθη.4" Ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματός ἐστιν ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. καὶ φησὶν ὅτι οὔτε τὴν μείζονα οὔτε τὴν ἐλάττονα δυνατὸν δεῖξαι διὰ τῆς κύκλῳ δείξεως, ἀλλὰ διὰ προσλήψεως μόνη ἡ ἐλάττων δείκνυται. καὶ ἡ μὲν μείζων οὐ δύναται, διότι καθόλου· ἡ δὲ ἐλάττων διὰ προσλήψεως, διότι καὶ ἡ μείζων καὶ τὸ συμπέρασμα ἀποφατικόν, ἐκ δὲ ἀποφατικῶν οὐδὲν συνήγετο. πῶς δὲ ἡ ἐλάττων δείκνυται; οὕτως· ᾧ τὸ Α τινὶ μὴ ὑπάρχει, τούτῳ τὸ Β τινὶ ὑπάρχει· τῷ δὲ Γ τὸ Α τινὶ οὐχ ὑπάρχει· τῷ ἄρα Γ τὸ Β τινὶ ὑπάρχει. καὶ ἄλλως οὐκ ἔνι.
“但若三段论是否定的,则由于先前所述的理由,不可能证明全称前提。” 第一格的第四式是由全称否定大前提和特称肯定小前提推导出特称否定结论。他说,无论是大前提还是小前提都无法通过循环证明来证明,而唯有小前提可以通过附加来证明。大前提不能被证明,是因为它是全称的;而小前提通过附加来证明,则是因为大前提和结论皆为否定,且由否定前提推不出任何东西。那么小前提如何被证明呢?如下:“凡Α不属于其某些者,Β属于此物之某些;而Α不属于某Γ;因此Β属于某Γ”。此外绝无他法。
- 5.92Εἰ δ’ ὅτι τὸ Β τῷ Γ δεῖ συμπεράνασθαι
在由连词 εἰ 引导的条件从句中,ὅτι 作为连词引导 συμπεράνασθαι 的宾语从句(“得出结论即Β属于Γ”)。其后的词组 τὸ Β τῷ Γ(省略 ὑπάρχει)表示结论的内容。
- 5.93τῆς ἐλάττονος προτάσεως ἐνδέχεται δεῖξαι τὴν κύκλῳ
τὴν κύκλῳ 是阴性单数宾格冠词,结合语境补足省略的名词 δεῖξιν,解作“循环证明”。属格 τῆς ἐλάττονος προτάσεως 作为表示关涉范围的属格,意为“就小前提而言”。
- 5.94ὃ τῷ Γ ὑπάρχει τινί, ὡς ἐν προτάσει εἰρήκαμεν καὶ διὰ τοῦ συμπεράσματος (καὶ τοῦτο γὰρ τινὶ συνάγεται), τούτῳ ὑπάρχει τὸ Α καθόλου παντί
该长句构成了附加三段论的大前提。由关系代词 ὃ 开始的关系从句置于其先行指示代词 τούτῳ 之前,形成相关句结构(“凡属于某Γ者……Α皆全称地属于此物”)。括号内的注释为插入语。
- 5.95δι’ ὃ καὶ πρότερον ἐλέχθη
介词 διά 支配中性单数关系代词 ὅ,构成自含先行词的关系从句,意为“由于先前所述的理由”。指代前文提到的逻辑规则,即全称命题必须由两个全称前提推导。
