- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:415.21-417.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯梳理了在外延等同且可换位的项中第一格肯定三段论的相互与循环证明步骤,进而考察否定三段论中的循环证明。他指出否定三段论的大前提虽可直接通过反置证明,但若要证明小前提,为避免由两个否定前提进行推论,则必须借助“附加三段论”,并分析了这种推论与定言三段论及假言三段论的异同。
" Δεδείχθω γὰρ τὸ ΑΓ διὰ μέσου τοῦ Β, καὶ πάλιν τὸ ΑΒ διά τε τοῦ συμπεράσματος." Ἐδείχθη τὸ Α παντὶ τῷ Γ διὰ τοῦ Β οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ. εἰ δὲ δέον δεῖξαι1 τὸ ΑΒ, δείκνυμεν διὰ τοῦ Γ οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, τὸ ἄρα Α παντὶ τῷ Β. εἰ δὲ δέον δεῖξαι τὸ ΒΓ, οὕτως· τὸ Β παντὶ τῷ Α, τὸ Α παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ.
“因为,假定ΑΓ通过中项Β被证明,且ΑΒ再次通过结论[被证明]。” Α通过Β属于一切Γ是这样被证明的:Α属于一切Β,Β属于一切Γ,[因此]Α属于一切Γ。另一方面,如果需要证明ΑΒ,我们通过Γ这样证明:Α属于一切Γ,Γ属于一切Β,因此Α属于一切Β。又如果需要证明ΒΓ,则这样:Β属于一切Α,Α属于一切Γ,[因此]Β属于一切Γ。
"Ταύταις γὰρ ἀναποδείκτοις κεχρήμεθα μόναις." Ἀναποδείκτοις ἀντὶ τοῦ ‘ψευδέσι καὶ μὴ ἀποδειχθεῖσιν’.
“因为我们仅将这些用作未经证明的。” “未经证明的”代替的是“假的且未被证明的”。
"Ἡ ΓΑ πρότασις εἴληπται ἀναπόδεικτος." Τὴν ΓΑ, ἥτις ἦν συμπέρασμα, νῦν πρότασιν εἴληφεν· αἱ γὰρ ἄλλαι ἦσαν ἀποδειχθεῖσαι προτάσεις. ἐὰν δὲ καὶ τὴν ΓΑ ἀποδείξωμεν, ὅλας ἐσμὲν ἀποδείξαντες.2
“前提ΓΑ被作为未经证明的来采用。” 他现在将原本作为结论的ΓΑ取作前提;因为其他的前提是已被证明了的。但如果我们亦证明了ΓΑ,我们便将所有的[前提]都证明完了。
"Ἐὰν οὖν ληφθῇ τὸ Γ παντὶ τῷ Β ὑπάρχειν καὶ τὸ Β παντὶ τῷ Α." Λέγει πῶς δείκνυται ἡ ΑΓ. ὥσπερ γὰρ ἐδείξαμεν πῶς ἡ ΑΒ ὑπάρχει καὶ ἡ ΒΑ, καὶ πῶς ἡ ΒΓ καὶ ἡ ΓΒ, ὁμοίως καὶ τὴν ΑΓ βούλεται ἀποδεῖξαι οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ 〈, τὸ Α παντὶ τῷ Γ〉. εἰ δὲ τὸ Γ τῷ Α, οὕτως· τὸ Γ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Α, τὸ Γ παντὶ τῷ Α.
“因此,若假定Γ属于一切Β,且Β属于一切Α。” 他在阐明如何证明ΑΓ。因为正如我们证明了ΑΒ如何属于以及ΒΑ如何属于,又证明了ΒΓ以及ΓΒ如何属于一样,同样他也试图如下证明ΑΓ:Α属于一切Β,Β属于一切Γ[,因此Α属于一切Γ]。而如果[证明]Γ属于Α,则这样:Γ属于一切Β,Β属于一切Α,[因此]Γ属于一切Α。
"Φανερὸν οὖν ὅτι ἐν μόνοις τοῖς ἀντιστρέφουσι κύκλῳ καὶ δι’ ἀλλήλων ἐνδέχεται." Φανερόν, φησίν, ἐκ τῶν εἰρημένων ὅτι ἀναστροφῆς γινομένης γίνεται διάλληλος δεῖξις, ἤτοι ἀληθεῖς αἱ ἀναστροφαὶ ἤτοι ψευδεῖς.
“因此显而易见,唯有在换位的项中,循环的与相互的[证明]才是可能的。” 他说,从前述内容中显而易见,反置一经产生,无论反置是真还是假,相互证明便得以产生。
"Ἐν δὲ τοῖς ἄλλοις, ὡς πρότερον εἴπομεν, ἔστι." Τοῖς ἄλλοις λέγει ‘τοῖς τὰς ψευδεῖς ἀναστροφὰς ποιοῦσιν’. ἐν δὲ τούτοις, τοῖς τὰς ἀληθεῖς ἀναστροφάς, ὁμοίως δείξομεν τόδε τῷδε ὑπάρχειν ἢ οὔ.
“但在其他项中,正如我们先前所言,亦是可能的。” “在其他项中”,他指的是“在产生假反置的项中”。但在这些产生真反置的项中,我们同样将证明此物属于或不属于彼物。
"Ἐπὶ δὲ τῶν στερητικῶν συλλογισμῶν ὧδε δείκνυται ἐξ ἀλλήλων." Εἰρηκὼς ὅπως ἐν τῷ πρώτῳ σχήματι τὰ καταφατικὰ ἐδείκνυτο, νῦν περὶ τῶν στερητικῶν λέγει, ὅτι δείκνυται μὲν ἡ μείζων πρότασις, ἡ δὲ ἐλάττων οὐ δείκνυται, εἰ μὴ διὰ τοῦ κατὰ πρόσληψιν συλλογισμοῦ. ἐδείκνυτο γὰρ ὅτι τὸ Α διὰ μέσου τοῦ Β οὐδενὶ ὑπάρχει τῷ Γ. πόθεν δῆλον ὅτι τὸ Α οὐδενὶ τῷ Β; οὕτω πάλιν· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β· ὑπέκειτο γὰρ τὸ Β παντὶ τῷ Γ· καὶ τὸ Α ἄρα οὐδενὶ τῷ Β. οὐκέτι δὲ δύνῃ τὴν ἐλάττω πρότασιν δεῖξαι, εἰ μὴ διὰ προσλήψεως, ἐπεὶ διὰ κατηγορίας οὐ δυνατόν· ἥ τε γὰρ μείζων ἀποφατικὴ καὶ τὸ συμπέρασμα ἀποφατικόν· ἐκ δύο δὲ ἀποφατικῶν οὐδὲν συνάγεται. διὰ δὲ προσλήψεως δείκνυται ἡ ἐλάττων πρότασις οὕτως, ἵν’ εἴπωμεν· ᾧ τὸ Α οὐδ’ ὅλως ὑπάρχει,3 τούτῳ τὸ Β παντὶ ὑπάρχει· τῷ δὲ Γ τὸ Α οὐδ’ ὅλως ὑπάρχει· τούτῳ οὖν τὸ Β παντί. καὶ εἰδέναι δεῖ ὅτι ἐπὶ τῶν κατὰ πρόσληψιν συλλογισμῶν ὁ εἷς ὅρος ἀόριστος ὢν ὕστερον ὁρίζεται, ὡς εἰρήκαμεν· ᾧ τὸ Α οὐδενί, τούτῳ τὸ Β παντί· ἰδοὺ ἀόριστον ἐλάβομεν τὸν ἔσχατον ὅρον· ὕστερον δὲ ὁρίζεται, ὅταν εἴπωμεν ‘τῷ δὲ Γ τὸ Α οὐδενί’· τούτῳ οὐκοῦν τὸ Β παντί. κοινωνοῦσι δὲ οἱ κατὰ πρόσληψιν συλλογισμοὶ τοῖς τε κατηγορικοῖς καὶ τοῖς ὑποθετικοῖς· ὁμοίως δὲ διαφέρουσιν. καὶ τοῖς κατηγορικοῖς μὲν κοινωνοῦσιν, ὅτι καὶ ὡς τὰ τρία σχήματα ὁ κατὰ πρόσληψιν τρεῖς ἔχει ὅρους· διαφέρει δέ, ὅτι εἷς ὅρος πάντως τὸ πρῶτον ἀόριστός ἐστι καὶ ὀφείλουσιν ἐξ ὁμολογίας προσεῖναι αἱ προτάσεις. τῶν δὲ ὑποθετικῶν κοινωνοῦσι, καθὸ οὐ συμπέρασμα συνάγουσιν ἀλλὰ πρότασιν, λέγοντες ‘τούτῳ τὸ Β παντί, ὥστε εἶναι παντὶ τῷ Γ τὸ Β’, ὥσπερ καὶ οἱ ὑποθετικοί· διαφέρουσι δέ, καθὸ κοινωνοῦσι τοῖς κατηγορικοῖς.
“但在否定三段论中,相互证明如下进行。” 在阐述了第一格中肯定[结论]是如何被证明之后,他现在论及否定三段论,[指出]大前提固然被证明,小前提则非通过附加三段论便无法被证明。因为先前已证明Α通过中项Β不属于任何Γ。那么Α不属于任何Β何以明了?再次如下:Α不属于任何Γ,Γ属于一切Β(因为曾假定Β属于一切Γ),因此Α亦不属于任何Β。但你无法再证明小前提,除非通过附加,因为通过定言断定是不可能的;因为大前提是否定的,结论也是否定的,而由两个否定前提推不出任何东西。但通过附加,小前提如下被证明,不妨这样说:“凡Α全然不属于者,Β皆属于此物;而Α全然不属于Γ;因此Β属于此物之全部”。并且应当知道,在附加三段论中,一个项先是不定的,随后被限定,正如我们所说:“凡Α不属于任何者,Β属于此物之全部”——看,我们取了最后的项为不定的;而当我们在后文中说“而Α不属于任何Γ”时,它便被限定了,“因此Β属于此物之全部”。附加三段论既与定言三段论有共通之处,又与假言三段论有共通之处,但同样亦有所区别。与定言三段论的相通之处在于,正如三个格一样,附加三段论亦有三个项;其区别则在于,其中一个项起初必然是不定的,且诸前提必须基于一致同意而附加。与假言三段论的相通之处在于,它们说“Β属于此物之全部,从而Β属于一切Γ”,正如假言三段论那样推导出的不是结论而是前提;而其区别则在于它与定言三段论具有共通之处。
- 5.85εἰ δὲ δέον δεῖξαι
非人称动词 δεῖ 的中性单数分词 δέον 与条件连词 εἰ 结合,构成宾格绝对(或主格绝对)结构,表示假设条件“若有必要证明”或“如果应当证明”。
- 5.87ὅλας ἐσμὲν ἀποδείξαντες
由系动词 ἐσμέν 与不定过去时主动分词 ἀποδείξαντες 构成的迂说法结构(periphrastic construction),表示达到将全部前提(προτάσεις)证明完毕的状态。阴性宾格复数 ὅλας 修饰上下文中的 προτάσεις。
- 5.91ᾧ τὸ Α οὐδ’ ὅλως ὑπάρχει, τούτῳ τὸ Β παντὶ ὑπάρχει
关系从句先于指示代词(先行词)出现的关联结构(correlative construction)。与格关系代词 ᾧ 的先行词是后续主句中的 τούτῳ(与格),构成“凡Α全然不属于者,Β皆属于此物”的主谓结构。
