- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:413.28-415.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》57b4–57b35,在厘清假言推论的后承后,探讨了利用结论与前提反置构成的循环证明与相互证明机制,并分析了项的换位性对证明可能性的影响。
" Λέγω δὲ οἷον τοῦ Α ὄντος λευκοῦ τὸ Β εἶναι ἐξ ἀνάγκης." Ὡς ἐπὶ παραδείγματος τοῦτο λέγει, ὅτι εἰ τοῦτο ὁμολογεῖται, ὅτι τοῦ Α, εἰ τύχοι, λευκοῦ ὄντος τὸ Β μέγα εἶναι ἐξ ἀνάγκης, καὶ τοῦ λευκοῦ μὴ ὄντος τὸ Β μὴ εἶναι.
“我是指,例如当Α为白时Β必然存在。” 他是通过实例来说明这一点的:如果这一点得到承认,即假定当Α为白时Β必然为大,那么当[Α]不为白时Β亦不存在。
"Καὶ μὴ ὄντος λευκοῦ τοῦ Α τὸ Β εἶναι ἐξ ἀνάγκης." Καλῶς ἐλέγομεν καὶ ἐπὶ τῶν προτάσεων ὅτι τῶν προτάσεων ἀληθῶν οὐσῶν ἀνάγκη τὸ συμπέρασμα ἀληθές, οὐκέτι δὲ τῶν προτάσεων μὴ οὐσῶν ἀληθῶν τὸ συμπέρασμα μὴ εἶναι ἀληθές· ἐνδέχεται γὰρ ἀληθὲς εἶναι τὸ συμπέρασμα.
“而当Α不为白时Β必然存在[也是不可能的]。” 我们在论及前提时也说得很对:即当前提为真时结论必然为真,但当前提不为真时结论并非不再为真;因为结论为真也是可能的。
"Τὸ δὲ κύκλῳ καὶ ἐξ ἀλλήλων δείκνυσθαί ἐστι τὸ διὰ τοῦ συμπεράσματος καὶ τοῦ ἀνάπαλιν τῇ κατηγορίᾳ τὴν ἑτέραν." Εἰρηκὼς πῶς ἐκ ψευδῶν ἔνεστιν ἀληθὲς συλλογίσασθαι, νῦν λέγει περὶ τῶν κύκλῳ δεικνυμένων συλλογισμῶν καὶ τῶν δι’ ἀλλήλων. εἰδέναι δὲ δεῖ ὅτι αὕτη ἡ κύκλῳ ἢ καὶ διάλληλος δεῖξις οὐκ ἔστι χρησίμη πρὸς τὴν ἀποδεικτικὴν μέθοδον διὰ τὸ 〈τὸ〉 αὐτὸ καὶ αἴτιον εἶναι καὶ αἰτιατόν,1 ὡς δείξομεν. ἵνα δὲ γένηται διάλληλος δεῖξις, πάντως δεῖ ἀναστροφὴν ποιῆσαι τῆς μιᾶς προτάσεως καὶ τὸ συμπέρασμα λαβεῖν ὡς πρότασιν. διαφέρει δὲ ἀναστροφὴ ἀντιστροφῆς, ὅτι ἡ μὲν ἀντιστροφὴ μετὰ τοῦ συναληθεύειν γίνεται, ἡ δὲ ἀναστροφὴ οὐ πάντως.2
“循环论证以及相互证明,就是通过结论以及在述谓上反转的另一[前提]来进行证明。” 在阐明了如何能够由假[前提]推论出真[结论]之后,他现在论述循环证明的与相互推导的三段论。应当知道,这种循环证明或相互证明对于证明性方法并无用处,正如我们将要指出的那样,这是由于同一事物既是原因又是结果所致。而为了产生相互证明,绝对必须对其中一个前提进行反置,并将结论取为前提。反置与换位不同,因为换位伴随着同真性,而反置则不必然如此。
"Οἷον εἰ ἔδει δεῖξαι ὅτι τὸ Α τῷ Γ παντὶ ὑπάρχει, ἔδειξε δὲ διὰ τοῦ Β,3 πάλιν εἰ δεικνύοι ὅτι τὸ Α τῷ Β ὑπάρχει." Ὅτι ὀφείλομεν λαβεῖν τὴν μίαν πρότασιν καὶ ἀναστρέψαι καὶ οὕτως ποιῆσαι τὴν διάλληλον δεῖξιν, εἴρηται. οἷον εἰ ἐδείχθη ὅτι τὸ Α τῷ Γ ὑπάρχει διὰ τοῦ Β, εἶτα εἰ βουληθῇς δεῖξαι εἰ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχει, ποιήσεις οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, ἵνα ἀναστρέψῃς, οὐκοῦν καὶ τὸ Α παντὶ τῷ Β. καὶ ἀκριβῶς ὀφείλομεν σκοπῆσαι ὅτι ἐπὶ τῆς διαλλήλου δείξεως ἡ μία πρότασις παραλαμβάνεται ὑγιὴς ἐξ ἀνάγκης, ἡ δὲ μία ἀναστρέφεται· εἰ γὰρ ἀμφοτέρας ἀναστρέψομεν καὶ μὴ τὴν μίαν ὑγιῶς λάβωμεν, οὐ ποιοῦμεν συλλογισμόν. πάλιν εἰ ληφθείη πρῶτον ὅτι τὸ Α τῷ Γ ὑπάρχει διὰ αἰτίου τοῦ Β, αἰτιατὸν γέγονε τὸ ΑΓ· νῦν δ’ ἐλήφθη τὸ ΑΓ ὡς αἴτιον, τὸ δὲ ΑΒ ὡς αἰτιατόν, ὅπερ ἄτοπον, τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν.
“例如,若本来应当证明Α属于一切Γ,且他是通过Β证明的,如果他再次证明Α属于Β。” 我们应当取其中一个前提并予以反置、从而以此方式进行相互证明,这一点已经被提及。例如,若已证明Α通过Β属于Γ,随后如果你想证明Α是否亦属于一切Β,你将这样操作:为了进行反置,[你取]“Α属于一切Γ,Γ属于一切Β,因此Α亦属于一切Β”。并且我们应当精确地观察到,在相互证明中,必然有一个前提作为健全的前提被采用,而另一个前提被反置;因为若我们将两者都反置而不健全地选取其中之一,我们就做不出三段论。再者,若最初假定Α通过作为原因的Β而属于Γ,则ΑΓ便成了结果;但现在ΑΓ被取为原因,而ΑΒ被取为结果,这是荒谬的,即同一事物既是原因又是结果。
"Ἄλλως δ’ οὐκ ἔστιν ἐξ ἀλλήλων δεῖξαι." Βούλεται δεῖξαι ὅτι ἄλλως οὐκ ἐνδέχεται συναχθῆναι τὰς διαλλήλους δείξεις· οὔτε γὰρ εἰ ἄλλον ὅρον ἐμβάλῃς ἀντὶ τοῦ Β, ποιεῖς τὴν διάλληλον δεῖξιν· ἄλλας γὰρ ποιεῖς προτάσεις καὶ ἄλλο συμπέρασμα· καὶ πάλιν τὰς αὐτὰς προτάσεις λαβεῖν οὐ δυνατόν, ἐπεὶ τὸ αὐτὸ ἔσται συμπέρασμα. ἀνάγκη οὖν τὴν μίαν πρότασιν λαβεῖν μετὰ ἀναστροφῆς. ἤδη δὲ ἐδείξαμεν τί ἀλλήλων διαφέρουσιν.
“以其他方式则不可能相互证明。” 他试图表明,以其他方式推导出相互证明是不可能的;因为即使你代入另一个项来代替Β,你也没有做出相互证明——因为你做出了不同的前提和不同的结论;而再次采用相同的前提也是不可能的,因为结论将会是相同的。因此,必然要伴随着反置来选取其中一个前提。而我们此前已经指出了它们彼此之间有何区别。
"Ἐν μὲν οὖν τοῖς μὴ ἀντιστρέφουσιν ἐξ ἀναποδείκτου." Ἐπειδὴ ἡ ἀντιστροφὴ ἢ ἀληθὴς ἢ ψευδής, ἀληθὴς μὲν ἐπὶ τῶν ἐξισαζόντων, ψευδὴς δὲ ἐπὶ τῶν μὴ ἐξισαζόντων, οἷον ἐπὶ τοῦ προτέρου πᾶς ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος, ἐπὶ δὲ τοῦ δευτέρου ψευδής, οἷον πᾶς ἄνθρωπος ζῷον, καὶ πᾶν ζῷον ἄνθρωπος, ταύτην τὴν δευτέραν ἀναστροφὴν ἀναπόδεικτον καλεῖ ἀντὶ τοῦ ‘ψευδῆ καὶ μὴ δυναμένην ἀποδειχθῆναι’·4 τίς γὰρ δύναται ἀποδεῖξαι ὅτι πᾶν ζῷον ἄνθρωπός ἐστιν; οὐκοῦν ἡ μία ἀναπόδεικτος εὑρίσκεται πρότασις, ἡ δὲ ἄλλη ὑγιής, καὶ δείκνυται τὸ συναγόμενον.
“因此在不换位的项中,[证明是]由未经证明的[前提]做出的。” 由于换位要么为真要么为假——在外延等同的项上为真,而在外延不等同的项上为假(例如在前一种情况下,“凡人皆能笑,且凡能笑者皆为人”;但在第二种情况下为假,例如“凡人皆是动物,且凡动物皆是人”)——因此,他将这第二种反置称为“未经证明的”,以代替“假的且不可能被证明的”;因为谁能证明凡动物皆是人呢?因此,一个前提被发现是未经证明的,而另一个是健全的,所推论出的结论遂得以展示。
"Ἐν δὲ τοῖς ἀντιστρέφουσιν ἔστι πάντα δεικνύναι." Φησὶν ὁ αὐτὸς ὅτι οὐ δυνατὸν δεῖξαι τὴν ἀντιστρεφομένην πρότασιν διὰ συλλογισμοῦ, εἰ μή τίς γε ἄρα λάβῃ τὴν ἐξισάζουσαν ἀναστροφήν· τὴν αὐτὴν γὰρ δι’ ἀλλήλων δεῖξαι ἐνδέχεται.
“但在换位的项中,能够证明一切。” 同一位[亚里士多德]说,如果不选取外延等同的反置,就不可能通过三段论来证明被换位的前提;因为可以通过相互证明来展示同一〔前提〕。
- 5.80διὰ τὸ 〈τὸ〉 αὐτὸ καὶ αἴτιον εἶναι καὶ αἰτιατόν
带冠词不定式结构 διὰ τὸ ... εἶναι 表示原因,以宾格 τὸ αὐτό 为逻辑主语,以 καὶ αἴτιον καὶ αἰτιατόν 为宾格补足语,表明同一事物既是原因又是结果这一荒谬情形。
- 5.80διαφέρει δὲ ἀναστροφὴ ἀντιστροφῆς, ὅτι ἡ μὲν ἀντιστροφὴ μετὰ τοῦ συναληθεύειν γίνεται, ἡ δὲ ἀναστροφὴ οὐ πάντως
动词 διαφέρει 带表示分离的属格 ἀντιστροφῆς,由 ὅτι 引导的从句解释其差异:换位(ἀντιστροφή)伴随同真性(μετὰ τοῦ συναληθεύειν),而在循环论证中使用的项的简单反置(ἀναστροφή)则不必然保真。
- 5.81τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, ἵνα ἀναστρέψῃς, οὐκοῦν καὶ τὸ Α παντὶ τῷ Β
各个命题中皆省略了述谓动词 ὑπάρχει。插入的 ἵνα ἀναστρέψῃς 作目的从句(“为了使你反置”),将前后前提引导至由 οὐκοῦν καί 引出的结论。
- 5.83ταύτην τὴν δευτέραν ἀναστροφὴν ἀναπόδεικτον καλεῖ ἀντὶ τοῦ ‘ψευδῆ καὶ μὴ δυναμένην ἀποδειχθῆναι’
双宾结构,ταύτην τὴν δευτέραν ἀναστροφὴν 为直接宾语,ἀναπόδεικτον 为宾格补足语。介词短语 ἀντὶ τοῦ ... 带名词化的引述短语,用以解释该词在亚里士多德处用以替代“假的且不可证明的”。
