← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§412.16-413.27

假前提引出真结论之成因与蕴涵的不对称性

菲洛波庞评注亚里士多德《前分析篇》57a40–57b4,从前提与结论之间的非对称蕴涵关系(逆否命题成立而换位不成立)解释了假前提何以能产生真结论的原因,并通过三项三段论和假言三段论论证:同一结论不可能必然随同一命题的真与假两者同时出现,否则将导致荒谬结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.75

" Αἴτιον δὲ ὅτι, ὅταν δύο ἔχῃ οὕτω πρὸς ἄλληλα ὥστε θατέρου ὄντος ἐξ ἀνάγκης θάτερον εἶναι." Ἡ αἰτία, φησί, τοῦ εἶναι συμπέρασμα ἀληθὲς τῶν προτάσεων οὐσῶν ψευδῶν αὕτη, ὅτι, εἰ δύο τινὰ ὄντα ἔχουσι τοιαύτην φύσιν πρὸς ἑαυτά, ὥστε τοῦ ἑτέρου ὄντος ἀνάγκη τὸ ἕτερον εἶναι, καὶ τούτου μὴ ὄντος ἀνάγκη τὸ ἕτερον μὴ εἶναι * * *. αὕτη τοῦ γίνεσθαι καὶ ἐκ ψευδῶν ἀληθῆ συμπεράσματα αἰτία. οἷον ἀληθῶν τῶν προτάσεων οὐσῶν ἀνάγκη ἀληθὲς συμπέρασμα εἶναι, ἀληθοῦς δὲ συμπεράσματος ὄντος οὐκ ἀνάγκη τὰς προτάσεις ἀληθεῖς εἶναι· οὐ γὰρ ἀντιστρέφει, ἀλλ’ ἐνδέχεται καὶ ψευδεῖς εἶναι τὰς προτάσεις. τοῦ δὲ συμπεράσματος ἀληθοῦς μὴ ὄντος ἀνάγκη καὶ τὰς προτάσεις μὴ εἶναι ἀληθεῖς. ὥστε ἡ αἰτία τοῦ μὴ δύνασθαι ἀντιστρέφειν ποιεῖ τὸ αἴτιον τοῦ εἶναι ἀληθὲς τὸ συμπέρασμα μὴ πάντως ἐξ ἀληθῶν προτάσεων ἀλλὰ καὶ ἐκ ψευδῶν.1

“而原因是,每当两件事物如此相互关联,以致若一者存在则另一者必然存在,”他说,前提为假而结论为真的原因即在此:若任何两个事物相对于自身具有这样的本性,即一者存在时另一者必然存在,而后一者不存在时前一者必然不存在……。这就是由假前提亦产生真结论的原因。例如,前提为真时,结论必然为真;但结论为真时,前提必然为真则并非必要;因为这并不换位,反而前提为假也是可能的。但当结论不为真时,前提亦不为真则是必然的。因此,无法换位这一原因,构成了结论并非必然全由真前提产生、而亦由假前提产生的事由。

§5.76

"Τοῦ δ’ αὐτοῦ ὄντος καὶ μὴ ὄντος ἀδύνατον ἐξ ἀνάγκης εἶναι." Συνεχῆ εἰσι τοῖς προειρημένοις τὰ νῦν λεγόμενα· βούλεται γὰρ ἐν τούτοις δεῖξαι ὅτι τὸ ἀληθὲς συμπέρασμα οὐκ ἐξ ἀνάγκης ἕπεται ἀμφοτέροις, τοῖς τε ἐξ ἀληθῶν προτάσεων καὶ τοῖς ἐκ ψευδῶν, οὐ λέγω ἑκάστῳ παρὰ μέρος ἀλλ’ ἀμφοτέροις. κατασκευάζει δὲ τοῦτο διὰ τοῦ ὑποθετικοῦ συλλογισμοῦ. τὸ οὖν τοῦ αὐτοῦ καὶ ὄντος καὶ μὴ ὄντος φησὶν ἀντὶ τοῦ αὐτοῦ εἴδους τῆς προτάσεως, τὸ δὲ ὄντος ἀντὶ τοῦ ἀληθοῦς ὄντος, τὸ δὲ καὶ μὴ ὄντος ἀντὶ τοῦ ψευδοῦς ὄντος· τοῦ γὰρ αὐτοῦ εἴδους τῆς προτάσεως ἤτοι ἀληθοῦς ἢ ψευδοῦς ὄντος οὐχ ἕπεται ἐξ ἀνάγκης τὸ εἶναι τὸ αὐτό, ἀντὶ τοῦ εἶναι ἀληθὲς τὸ συμπέρασμα. καὶ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἐξ ἀνάγκης ἐστὶν ἀληθὲς συμπέρασμα, πρῶτον διὰ τοῦ διὰ τριῶν, εἶτα καὶ διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν συλλογισμοῦ. οἷον εἰ τοῦ Α λευκοῦ ὄντος ἀνάγκη τὸ Β μέγα εἶναι, τοῦ δὲ Β μεγάλου ἀνάγκη τὸ Γ μὴ εἶναι λευκόν, ὥστε τοῦ Α ὄντος λευκοῦ τὸ Γ μὴ εἶναι λευκόν. οὗτος μὲν ὁ διὰ τριῶν συλλογισμός. ὁ δὲ ὑποθετικὸς οὕτως, ὅτι εἰ τὸ Α ἐστίν, ἀνάγκη τὸ Β εἶναι καὶ τοῦ Β μὴ ὄντος ἀνάγκη τὸ Α μὴ εἶναι, οὐκοῦν τοῦ Β μὴ ὄντος μεγάλου τὸ Α λευκὸν οὐκ ἔσται. εἰ δέ τις ἐρεῖ ὅτι τοῦ Α μὴ ὄντος λευκοῦ ἔστι τὸ Β μέγα ἐξ ἀνάγκης, συμβαίνει τὸ Β μέγα εἶναι ἐξ ἀνάγκης· ἐξ ἀνάγκης γὰρ ἕπεται ἀμφοτέροις· εἰ γὰρ τοῦ Α μὴ ὄντος τὸ Β μέγα οὐκ ἔστιν, εἰ δὲ ἐρεῖς ‘καὶ ἐὰν τὸ Α μὴ ἔστι, πάλιν τὸ Β ἐστὶν ἐξ ἀνάγκης’, τὸ αὐτὸ καὶ μέγα καὶ οὐ μέγα, ὅπερ ἄτοπον.2 ὥστε τὸ ἄτοπον ἠκολούθησε διὰ τοῦ εἰπεῖν ὅτι τὸ Β ἐξ ἀνάγκης ἕπεται ἀμφοτέροις, καὶ τῷ εἶναι τὸ Α λευκὸν καὶ τῷ μὴ εἶναι, ὅπερ ἐδείχθη 〈διὰ〉 τοῦ διὰ τριῶν συλλογισμοῦ. διὰ τριῶν δὲ ἐκλήθη, ὅτι λαμβάνει τρεῖς ὅρους καὶ τὸν ἐλάττονα ἄκρον ὑποθετικὸν καὶ τὸν μείζονα. οὔτε οὖν ὑποθετικὸς ὁ συλλογισμός, ὅτι ἔχει τρεῖς ὅρους, οὔτε κατηγορικός, ὅτι ὑποθετικαί εἰσιν αἱ προτάσεις· διὰ τοῦτο διὰ τριῶν ἐκλήθη.

“但在同一事物存在且不存在时,[同一事物]必然存在是不可能的。” 现在所说的内容与前述内容是连贯的;因为在这些文句中他试图表明,真的结论并非必然随两者而来,即随由真前提构成的和由假前提构成的两者而来——我不是指分别随每一者而来,而是指同时随两者而来。而他通过假言三段论来确证这一点。因此,“同一事物既存在又不存在”,他是用以指称命题的同一物种;“存在”指其为真,“不存在”指其为假。因为当命题的同一物种为真或为假时,同一事物存在(即结论为真)并不必然随之而来。且他展示了结论并不必然为真这一点,首先通过三项三段论,继而亦通过第二种假言三段论。例如,若当Α为白时Β必然为大,而当Β为大时Γ必然不为白,从而当Α为白时Γ不为白。这就是三项三段论。而假言三段论如下:若Α存在,则Β必然存在,且当Β不存在时,Α必然不存在;因此,当Β不为大时,Α将不为白。但若有人说当Α不为白时Β必然为大,就会得出Β必然为大的结果;因为它是必然随两者而来的。因为如果当Α不存在时Β不为大,而你若说‘即使Α不存在,Β再次必然存在’,则同一事物既大又不大,这是荒谬的。因此,荒谬是通过说Β必然随两者(即随Α为白和随其不为白)而来而伴随产生的,这一点已通过三项三段论展示过了。而它被称为“通过三项”,是因为它取了三个项,且将小端项和大端项皆作为假言项来取。因此,该三段论既非假言的(因为它具有三个项),亦非定言的(因为前提是假言的);正因如此它被称为“通过三项”。

§5.77

"Ἀδύνατον ἐξ ἀνάγκης εἶναι τὸ αὐτό." Ἀδύνατον, φησίν, ἐξ ἀνάγκης εἶναι τὸ αὐτὸ συμπέρασμα τοῦ αὐτοῦ εἴδους τῆς προτάσεως καὶ ὄντος καὶ μὴ ὄντος.

“同一事物必然存在是不可能的。” 他说,在命题的同一物种既存在又不存在时,同一结论必然存在是不可能的。

语法注2 条
  1. 5.75ὥστε ἡ αἰτία τοῦ μὴ δύνασθαι ἀντιστρέφειν ποιεῖ τὸ αἴτιον τοῦ εἶναι ἀληθὲς τὸ συμπέρασμα μὴ πάντως ἐξ ἀληθῶν προτάσεων ἀλλὰ καὶ ἐκ ψευδῶν.

    该句的基本句式结构为 ἡ αἰτία ... ποιεῖ τὸ αἴτιον ...。主语为 ἡ αἰτία(无法换位这一原因),动词 ποιεῖ 的直接宾语为 τὸ αἴτιον(要因/事由)。属格定冠词不定式短语 τοῦ εἶναι ἀληθὲς τὸ συμπέρασμα ... 作 τὸ αἴτιον 的同位语或说明语,表示“结论……为真的事由”。

  2. 5.76εἰ γὰρ τοῦ Α μὴ ὄντος τὸ Β μέγα οὐκ ἔστιν, εἰ δὲ ἐρεῖς ‘καὶ ἐὰν τὸ Α μὴ ἔστι, πάλιν τὸ Β ἐστὶν ἐξ ἀνάγκης’, τὸ αὐτὸ καὶ μέγα καὶ οὐ μέγα, ὅπερ ἄτοπον.

    这是一个归谬法结构的句子,包含两个对照并列的条件从句。前半部的 εἰ ... οὐκ ἔστιν 表示既立前提(前述逆否推论得出的结论),后半部的 εἰ δὲ ἐρεῖς ... 则假设对方的论点。两项条件相结合,导出了省略动词的主句表述 [ἔσται / συμβαίνει] τὸ αὐτὸ καὶ μέγα καὶ οὐ μέγα(同一事物既大又不大),其荒谬性由 ὅπερ ἄτοπον 作出判定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:412.16-413.27