- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:410.31-412.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》57a9–36,菲洛波庞斯探讨了在第三格中由一者全称地为真而另一者特称地为假的前提推导真结论的情形,概述了特称三段论的各类组合,并总结了假结论必然意味着前提为假的总括性原则。
" Πάλιν τῆς μὲν ὅλης ἀληθοῦς οὔσης τῆς δὲ ἐπί τι ψευδοῦς." Ἔλαβε τὴν μὲν ὅλην ψευδῆ τὴν δὲ ὅλην ἀληθῆ· νῦν λαμβάνει τὴν μὲν ὅλην ἀληθῆ τὴν δὲ ἐπί τι ψευδῆ [καὶ πάλιν ἐπειδὴ ἐπλήρωσε τὰς ἐξ ἄμφω καθόλου, νῦν λέγει τὰς ἐκ τῆς μὲν καθόλου τῆς δὲ μερικῆς,1 καὶ πρῶτον περὶ τῶν ἐκ τῆς 〈μὲν〉 ὅλης ἀληθοῦς τῆς δὲ ἐπί τι ψευδοῦς οὕτως εἴπωμεν]· τὸ καλὸν παντὶ ἀνθρώπῳ· ἰδοὺ ἐπί τι ψευδής· τὸ δίπουν παντὶ ἀνθρώπῳ ὅλη ἀληθής· καὶ ὅμως τὸ καλὸν τινὶ δίποδι, ὅπερ ἀληθές.
“再次,在一者完全为真而另一者部分地为假时。” 他讨论了一者全称地为假而另一者全称地为真的情形;现在他取一者全称地为真而另一者特称地为假[再次,由于他论述完了由两前提皆全称构成的组合,现在他谈论由一者全称而另一者特称构成的组合,且首先让我们对由一者全称地为真而另一者特称地为假的情形这样论述]:美[属于]所有人类——看,特称地为假;两足[属于]所有人类——全称地为真;然而美[属于]某个两足动物,这是真的。
"Ὁμοίως δὲ καὶ τῆς μὲν ΑΓ ἀληθοῦς τῆς δὲ ΒΓ ἐπί τι ψευδοῦς λαμβανομένης." Τὸ πρῶτον ἔλαβε τὴν συζυγίαν τὴν ἐκ τῆς μείζονος ἐπί τι ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς. νῦν λαμβάνει τὴν ἐκ τῆς μείζονος ἀληθοῦς τῆς δὲ ἐλάττονος ἐπί τι ψευδοῦς, καὶ οἱ αὐτοὶ ὅροι μετατιθέμενοι εἰλήφθωσαν πρὸς ἀπόδειξιν· τὸ δίπουν παντὶ ἀνθρώπῳ ὅλη ἀληθής· τὸ καλὸν παντὶ ἀνθρώπῳ ἐπί τι ψευδής· καὶ τὸ δίπουν τινὶ καλῷ.
“同样,在ΑΓ被取为真而ΒΓ被取为特称地为假时亦然。” 首先他讨论了由大前提特称地为假而小前提为真构成的组合。现在他取由大前提为真而小前提特称地为假构成的组合,且让相同的项经调换位置后被取用于证明:两足[属于]所有人类——全称地为真;美[属于]所有人类——特称地为假;且两足[属于]某个美的事物。
"Καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς οὔσης." Ἔλαβεν ἀμφοτέρας καταφατικάς· νῦν λαμβάνει τὴν μὲν ἀποφατικὴν ἐπί τι ψευδῆ τὴν δὲ καταφατικὴν ἀληθῆ. οἷον τὸ Α οὐδενὶ τῷ Γ ἐπί τι ψευδής· τὸ Β παντὶ τῷ Γ ὅλη ἀληθής· καὶ ὅμως τὸ Α οὐ παντὶ τῷ Β· οἷον λευκὸν οὐδενὶ ἀνθρώπῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, καὶ ὅμως τὸ λευκὸν οὐ παντὶ ζῴῳ.
“且在一者为否定而另一者为肯定时亦然。” 他讨论了两者皆为肯定的情形;现在他取否定前提特称地为假而肯定前提为真。例如:Α[不属于]任何Γ,是特称地为假;Β[属于]所有Γ,是全称地为真;然而Α[并非属于]所有Β。例如:白[不属于]任何人类;动物[属于]所有人类;然而白[并非属于]所有动物。
"Φανερὸν ὅτι καὶ τῆς μὲν ΑΓ ὅλης ἀληθοῦς οὔσης." Τὸ μὲν πρῶτον ἔλαβεν ἐπί τι ψευδῆ τὴν μείζω τὴν δὲ ἐλάττω ἀληθῆ· νῦν λαμβάνει τὴν μὲν μείζω ἀληθῆ τὴν δὲ ἐλάττω ἐπί τι ψευδῆ· οἷον τὸ μέλαν οὐδενὶ λευκῷ, τὸ ζῷον παντὶ λευκῷ, καὶ μέλαν οὐ παντὶ ζῴῳ, ὅπερ ἀληθές.
“显然,在ΑΓ全称地为真时亦然。” 首先他取了大前提特称地为假而小前提为真;现在他取大前提为真而小前提特称地为假。例如:黑[不属于]任何白色物;动物[属于]所有白色物;且黑[并非属于]所有动物,这是真的。
"Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν ὅτι πάντως ἔσται διὰ ψευδῶν ἀληθές." Πληρώσας περὶ τῶν προτάσεων τῶν ἄμφω καθόλου2 νῦν λέγει περὶ [τῶν ἄμφω] τῶν μὲν καθόλου τῶν δὲ ἐν μέρει. καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων καθόλου ἡ δ’ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου· καὶ ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική· καὶ ἢ ἄμφω ψευδεῖς, ἢ ἡ καθόλου ὅλη ψευδὴς ἡ δὲ μερικὴ ἐπί τι, ἢ ἔμπαλιν· καὶ ἢ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, καὶ τούτων ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, ἢ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής· ἢ ἄμφω ἐπί τι ψευδεῖς. τούτων οὖν οὕτως ἐχουσῶν ἀληθὲς τὸ συμπέρασμα. καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν καθόλου προτάσεων οὐσῶν ἐδείξαμεν ἐκ ψευδῶν ἀληθές, οὕτως καὶ ἐπὶ τῶν προτάσεων τῶν ἐχουσῶν τὴν μίαν καθόλου τὴν δὲ ἄλλην μερικὴν καὶ διὰ τῶν αὐτῶν ὅρων δείξομεν δι’ ὧν καὶ τὰς καθόλου προτάσεις, καὶ εἰ καταφατικαὶ ἄμφω, καταφατικῶς λαμβάνομεν, εἰ δὲ ἀποφατικαί, ἀποφατικῶς.
“并且在特称三段论中,通过假[前提]必然产生真[结论]亦是显然的。” 在完成了关于两前提皆全称的论述之后,现在他谈论一者全称而另一者特称的前提。而这是以两种方式:因为要么大前提是全称而小前提是特称,要么大前提是特称而小前提是全称;且要么两者皆为肯定,要么大前提为否定而小前提为肯定;且要么两者皆为假,要么全称前提是全称地为假而特称前提是特称地为假,要么反之;且要么一者为假而另一者为真,而在这些之中要么大前提为真而小前提为假,要么大前提为假而小前提为真;要么两者皆特称地为假。因此在这些情形如此存在时,结论是真的。并且他说,正如在前提皆为全称的情形下我们从假展示了真那样,在具有一者全称而另一者特称的前提的情形下,我们亦将通过用于展示全称前提的相同项来展示这一点;且如果两者皆为肯定,我们就以肯定方式取,若为否定,就以否定方式取。
"Φανερὸν οὖν ὅτι, ἂν μὲν ᾖ τὸ συμπέρασμα ψεῦδος, ἀνάγκη ἐξ ὧν ὁ λόγος ψευδῆ εἶναι.3" Συμπέρασμα ὥσπερ ἐπάγει τῷ λόγῳ· φανερὸν ἐκ τῶν δειχθέντων πάντων ὅτι ἐὰν ᾖ συμπέρασμα ψευδές, πάντως ἢ ὅλαι αἱ προτάσεις ψευδεῖς ἦσαν, ἢ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, εἰ δὲ ἦν συμπέρασμα ἀληθές, οὐκ ἀνάγκη τὰς προτάσεις ἀληθεῖς εἶναι· ἐνδέχεται γὰρ αὐτὰς καὶ ἀμφοτέρας ψευδεῖς εἶναι καὶ τῆς ἑτέρας ψευδοῦς οὔσης τῆς δὲ ἑτέρας ἀληθοῦς καὶ ἄμφω ἐπί τι ψευδῶν οὐσῶν ἀληθὲς συναχθῆναι συμπέρασμα.
“因此显然,如果结论是假的,论证所由构成的那些前提必然是假的。” 他宛如为论证引入了一个总结:由所有展示过的事情显然可知,如果结论是假的,必然要么整个前提原本是假的,要么一者原本是假而另一者是真;但如果结论原本是真的,前提并非必然是真的。因为前提两者皆为假,或一者为假而另一者为真,以及两者皆特称地为假时推导出真的结论,都是可能的。
- 5.69ἐπειδὴ ἐπλήρωσε τὰς ἐξ ἄμφω καθόλου, νῦν λέγει τὰς ἐκ τῆς μὲν καθόλου τῆς δὲ μερικῆς
括号中的这一插入句在上下文进度上与实际论述存在不一致(此处57a9仍在处理两全称前提组合,特称前提自57a29才开始)。在句法上,由 ἐπειδὴ ἐπλήρωσε... 引导的原因从句后接主句 νῦν λέγει...,进而通过 καὶ πρῶτον... 引入劝勉虚拟语气 εἴπωμεν。
- 5.73καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων καθόλου ἡ δ’ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου
在 καὶ τοῦτο διχῶς(“而这是以两种方式”)之后,作者通过一系列连续的 ἢ... ἢ...(“要么……要么……”)层层列举了前提的量、质及真假组合。末尾的属格绝对结构 τούτων οὖν οὕτως ἐχουσῶν(“因此在这些情形如此存在时”)总揽了所有这些并列分支,最终落实到主节谓语 ἀληθὲς τὸ συμπέρασμα(“结论是真的”)。
- 5.74ἀνάγκη ἐξ ὧν ὁ λόγος ψευδῆ εἶναι
在由 ἀνάγκη [ἐστί] 控制的宾格不定式结构中,不定式 εἶναι 的逻辑主语是省略了先行词的关系从句 ἐξ ὧν ὁ λόγος(“论证所由构成的那些[前提]”),而谓语形容词 ψευδῆ 为中性复数宾格。此处忠实承接了亚里士多德原文(57a36)的习惯用法。
