- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:409.5-410.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯通过具体词项解释了在第三格中由假前提推导出真结论的各种情形(两前提皆全称且全称地为假、特称地为假,或一真一假的肯定与否定组合)。
" Ὡσαύτως δὲ καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς οὔσης." Ἔλαβεν ὅλας ψευδεῖς καὶ καθόλου καταφατικάς· νῦν λαμβάνει πάλιν ἀμφοτέρας ψευδεῖς καὶ καθόλου, ἀλλὰ τὴν μὲν μείζονα ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικήν. οἷον τὸ ζῷον οὐδενὶ κύκνῳ, τὸ μέλαν παντὶ κύκνῳ, καὶ ὅμως τὸ ζῷον οὐ παντὶ μέλανι, ὅπερ ἀληθές. οὕτως ἄμφω ψευδῶν οὐσῶν τῶν προτάσεων καὶ καθόλου, ἤτοι ἀμφοτέρων καταφατικῶν ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς.1
“同样,在一者为否定而另一者为肯定时亦然。” 他取了全称地为假且全称肯定的前提;现在他再次取两者皆为假且全称,但大前提为否定而小前提为肯定。例如:动物[不属于]任何天鹅,黑[属于]所有天鹅,然而动物[并非属于]所有黑色物,这是真的。在两前提皆为假且全称,要么两者皆为肯定,要么大前提为否定而小前提为肯定的情况下,[论述]便是如此。
"Καὶ εἰ ἐπί τι ἑκατέρα ψευδής, ἔσται τὸ συμπέρασμα ἀληθές." Ἐπλήρωσε τὰς ἄμφω ψευδεῖς καὶ καθόλου2 [ἀπεσιώπησε δὲ τὰς προτάσεις τὰς ἐχούσας τὴν μὲν ψευδῆ τὴν δὲ ἀληθῆ]· νῦν λέγει τὰς ἄμφω ἐπί τι ψευδεῖς καὶ ἀμφοτέρας καθόλου καταφατικὰς καὶ συναγούσας ἀληθὲς συμπέρασμα. οἷον τὸ λευκὸν καὶ τὸ καλὸν κατὰ ἀλήθειαν τινὶ ζῴῳ ὑπάρχει· ἀλλ’ ἵνα ποιήσωμεν αὐτὰς ἐπί τι ψευδεῖς, λάβωμεν αὐτὰς παντί· τὸ λευκὸν παντὶ ζῴῳ, τὸ καλὸν παντὶ ζῴῳ, καὶ ὅμως τὸ λευκὸν τινὶ καλῷ, ὅπερ ἀληθές.
“并且如果每一者部分地为假,结论亦将是真的。” 他论述完了两者皆为假且全称的情形[但略去未提那一者为假而另一者为真的前提];现在他论述两者皆特称地为假且两者皆为全称肯定,并推导出真结论的情形。例如,白与美依事实属于某个动物;但为了让我们使它们特称地为假,让我们取它们为“属于所有”:白[属于]所有动物,美[属于]所有动物,然而白[属于]某个美的事物,这是真的。
"Καὶ στερητικῆς δὲ τῆς ΑΓ τιθεμένης ὁμοίως." Εἶπε τὰς ἐπί τι ψευδεῖς καὶ καθόλου καταφατικὰς ἐχούσας τὰς προτάσεις· νῦν λέγει τὰς ἐχούσας τὴν μείζονα ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν καὶ ποιούσας ἀληθῆ συμπεράσματα. οἷον λευκὸν οὐδενὶ ζῴῳ ἐπί τι ψευδής· καλὸν παντὶ ζῴῳ ἐπί τι ψευδής· καὶ ὅμως λευκὸν οὐ παντὶ καλῷ· ἰδοὺ ἀληθὲς συμπέρασμα.
“且在ΑΓ被设为否定时亦同样。” 他谈到了具有特称地为假且全称肯定的前提的情形;现在他论述具有大前提为否定而小前提为肯定,并产生真结论的情形。例如:白[不属于]任何动物,是特称地为假;美[属于]所有动物,是特称地为假;然而白[并非属于]所有美的事物;看,真的结论。
"Οὐδὲν γὰρ κωλύει τὸ μὲν Α τινὶ τῷ Γ μὴ ὑπάρχειν." Ἀληθῶς μὲν τοιαύτας τὰς ὑπάρξεις φησίν.3 ἵνα δὲ γένωνται ἐπί τι ψευδεῖς, μεταλαμβάνονται εἰς τὴν οὐδεὶς καὶ πᾶς.
“因为没有任何东西阻止Α不属于某个Γ。” 他说,依事实存在关系是这样的。但为了使它们成为特称地为假,它们被替换为“没有任何”与“所有”。
"Ὡσαύτως δὲ καὶ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἀληθοῦς λαμβανομένης." Εἰληφὼς πρῶτον ἄμφω τὰς προτάσεις ἐπί τι ψευδεῖς νῦν λαμβάνει τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ. καὶ πρῶτόν γε τὴν μείζονα ὅλην ψευδῆ λαμβάνει τὴν δὲ ἐλάττονα ἀληθῆ· οἷον ζῷον οὐδενὶ κύκνῳ, λευκὸν παντὶ κύκνῳ, καὶ ὅμως ζῷον οὐ παντὶ λευκῷ. οὕτως ἐκ τῆς μείζονος ψευδοῦς ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς καταφατικῆς ἀληθὲς τὸ συμπέρασμα. ἐγχωρεῖ γὰρ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ἕπεσθαι κατὰ ἀλήθειαν· γίνεται δὲ ἡ μείζων ψευδὴς ὅλη, εἰ μεταληφθείη εἰς τὸ οὐδενί.
“同样,在一者被取为完全为假而另一者被取为真时亦然。” 在首先取了两前提皆特称地为假之后,现在他取一者为真而另一者为假。且首先他确实取大前提全称地为假而小前提为真;例如,动物[不属于]任何天鹅,白[属于]所有天鹅,然而动物[并非属于]所有白色物。如此,由大前提为假否定而小前提为真肯定,结论是真的。因为依事实Α和Β有可能随伴所有Γ;但若被替换为“不属于任何”,大前提就变为全称地为假。
"Ὁμοίως δὲ καὶ εἰ τὸ μὲν ΒΓ ψεῦδος, τὸ δὲ ΑΓ ἀληθές." Ἔλαβε πρῶτον τὴν μείζονα πρότασιν ὅλην ψευδῆ ἀποφατικήν· νῦν λαμβάνει τὴν ἐλάττονα ψευδῆ τὴν δὲ μείζονα ἀληθῆ. οἷον τὸ μέλαν οὐδενὶ κύκνῳ· ἄψυχον παντὶ κύκνῳ· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως μέλαν οὐ παντὶ ἀψύχῳ.
“同样,如果ΒΓ为假而ΑΓ为真亦然。” 他首先取了大前提全称地为假且否定;现在他取小前提为假而大前提为真。例如:黑[不属于]任何天鹅;无生物[属于]所有天鹅——看,全称地为假;然而黑[并非属于]所有无生物。
"Ἀλλὰ καὶ εἰ ἀμφότεραι λαμβάνοιντο καταφατικαί· οὐδὲν γὰρ κωλύει τὸ μὲν Β παντὶ τῷ Γ ἕπεσθαι, τὸ δὲ Α ὅλως μὴ ὑπάρχειν." Εἰρηκὼς τὰς συζυγίας τὰς ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς νῦν λαμβάνει ἄμφω καταφατικὰς καθόλου, καὶ πρῶτον τὴν μείζονα ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ. οἷον τὸ ζῷον παντὶ κύκνῳ ἐλάττων, τὸ μέλαν παντὶ κύκνῳ μείζων πρότασις· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως ζῴῳ τινὶ μέλαν ὑπάρχει.
“而且即使两者都被取为肯定亦然;因为没有任何东西阻止Β随伴所有Γ,而Α完全不属于。” 在论述了由大前提为否定而小前提为肯定构成的组合之后,现在他取两者皆为全称肯定,且首先取大前提为假而小前提为真。例如:动物[属于]所有天鹅是小前提,黑[属于]所有天鹅是大前提——看,全称地为假;然而黑属于某个动物。
"Ὁμοίως δὲ καὶ τῆς ΑΓ ληφθείσης ἀληθοῦς· διὰ γὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις." Εἴληφε πρότερον τὴν μείζονα ὅλην ψευδῆ καὶ τὴν ἐλάττονα ἀληθῆ καὶ καθόλου καταφατικάς. νῦν λαμβάνει τὴν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ, καὶ δείκνυσι διὰ τῶν ὅρων τῶν προειρημένων ἐναλλάξας αὐτῶν τὴν τάξιν οὕτως· τὸ ζῷον παντὶ κύκνῳ· ἰδοὺ ὅλη ἀληθὴς καὶ μείζων· τὸ μέλαν παντὶ κύκνῳ· ἰδοὺ ὅλη ψευδὴς καὶ ἐλάττων· καὶ ὅμως ζῷον τινὶ μέλανι, ὅπερ ἀληθές.
“同样,在ΑΓ被取为真时亦然;因为证明是通过相同的项进行的。” 他先前取了大前提全称地为假而小前提为真且两者皆全称肯定。现在他取大前提为真而小前提为假,并通过调换其顺序由前述的项证明如下:动物[属于]所有天鹅——看,全称地为真且为大前提;黑[属于]所有天鹅——看,全称地为假且为小前提;然而动物[属于]某个黑色物,这是真的。
- 5.61οὕτως ἄμφω ψευδῶν οὐσῶν τῶν προτάσεων καὶ καθόλου, ἤτοι ἀμφοτέρων καταφατικῶν ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς.
该结构由一个属格绝对独立结构(ἄμφω ψευδῶν οὐσῶν...)以及与之并列的交替属格短语(ἤτοι ἀμφοτέρων καταφατικῶν ἢ...)构成,全句省略了限定主动词。它作为前述两格型讨论的总结性从句发挥作用。
- 5.62Ἐπλήρωσε τὰς ἄμφω ψευδεῖς καὶ καθόλου
及物动词 ἐπλήρωσε 的宾语为冠词 τὰς 及其修饰成分,被修饰名词(συζυγίας“组合”或 προτάσεις“前提”)被省略,需从语境中补出。
- 5.64Ἀληθῶς μὲν τοιαύτας τὰς ὑπάρξεις φησίν.
副词 ἀληθῶς 置于句首,修饰谓语性的 τοιαύτας 或隐含的系动词/动词 φησίν(“他说依事实存在关系是如此的”),开启了与后文 ἵνα δὲ... 的对比结构。
