← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§39.25-41.15

换位的定义分类与命题换位的条件

斐洛波诺斯解释了亚里士多德为何要预先传授用于证明第二格与第三格三段论的前提换位法,进而阐明换位的字源与定义,将其划分为三种对象(名词、三段论与前提),并探讨了命题换位成立的必要前提(共有相同两名词)及其在名序与质上的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#1

" Ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν." Τέλος ἔχει τὰ ἐξ ἀρχῆς αὐτῷ προτεθέντα· τρέπεται δὴ λοιπὸν εἰς τὴν διδασκαλίαν τῆς τῶν συλλογισμῶν γενέσεως. ἀλλ’ ἐπειδὴ τῶν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμῶν διὰ τῆς τῶν προτάσεων ἀντιστροφῆς τὸ ἀναγκαῖον ἀποδείκνυται, ὡς ἀρτίως ἐλέγομεν, διὰ τοῦτο πρῶτον ἠβουλήθη τὰ περὶ ἀντιστροφῆς διδάξαι, ἵνα μὴ ἐκεῖσε γενόμενος ἀναγκασθῇ τὸν λόγον διακόψαι, διδάσκων ἡμᾶς τί ποτέ ἐστιν ἀντιστροφή. ἀναγκαῖον δέ ἐστι ζητῆσαι πρῶτον μὲν τί ἐστιν ὅλως ἀντιστροφὴ καὶ ποσαχῶς λέγεται, καὶ περὶ ποίας ἀντιστροφῆς ἐνταῦθα διαλέγεται, καὶ ἔτι ἐν πόσοις θεωρεῖται ἡ ἀντιστροφή, καὶ τούτοις πῶς ἔχουσι πρὸς ἄλληλα.1 λέγομεν οὖν πρὸς τὸ πρῶτον ὅτι ἀντιστροφή ἐστιν ἰσοστροφή τις· τὸ γὰρ ἀντί, ὡς ἐν ἑτέροις πολλάκις εἴρηται, τὸ ἴσον σημαίνει παρὰ τοῖς παλαιοῖς, ὡς ἐν τῷ ἀντιάνειρα καὶ ἀντίθεος καὶ ἐν τῷ ἔθει τὸ ἀντίχειρ. τὸ δὲ ἴσον τινί ἐστιν ἴσον· τῶν πρός τι γάρ ἐστι. τὰ δὲ πρός τι τοὐλάχιστον ἐν δυσὶ πράγμασι θεωρεῖται. ὥστε τὰ ἀντιστρέφοντα τοὐλάχιστον δύο τινά εἰσιν· ἓν γὰρ οὐκ ἂν λέγοιτο ἀντιστρέφειν. ἔχεις οὖν καὶ ἐν πόσοις ἡ ἀντιστροφὴ καὶ τί ἐστι. λείπεται δὲ διδάξαι ἐν τίσιν ἐστὶ καὶ ποσαχῶς λέγεται. πᾶσα οὖν ἀντιστροφὴ ἢ ὅρων ἐστὶν ἢ προτάσεων ἢ συλλογισμῶν. τριχῶς ἄρα λέγεται, καὶ ἐν τίσιν ἔγνωμεν, ὅτι ἢ ἐν ὅροις ἢ ἐν προτάσεσιν ἢ ἐν συλλογισμοῖς. περὶ μὲν οὖν τῆς ἐν τοῖς ὅροις ἀντιστροφῆς διείλεκται ἐν Κατηγορίαις, ἔνθα περὶ τῶν πρός τι διελέγετο, ὅτι ὁ φίλος φίλῳ φίλος ἐστὶ καὶ ὁ ἐχθρὸς ἐχθρῷ ἐστιν ἐχθρός. περὶ δὲ τῆς ἐν συλλογισμοῖς ἀντιστροφῆς ἐν τῷ δευτέρῳ τῶν Ἀναλυτικῶν βιβλίῳ διδάσκει, λέγω δὴ τῷ μετὰ τοῦτο· δεῖ γὰρ εἰδέναι πρῶτον τί ἐστι συλλογισμός, ἵν’ οὕτω μάθωμεν πῶς ἀντιστρέφει. ἀντιστρέφειν δὲ λέγονται συλλογισμοί, ὅταν τὸ συμπέρασμα λαβόντες καὶ προσθέντες τὴν μείζονα τῶν προτάσεων κατασκευάσωμεν τὴν ἐλάττονα. οἷόν ἐστι συλλογισμὸς ὁ λέγων ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’· ἔχομεν οὖν τὸ συμπέρασμα ὅτι ἡ ψυχὴ ἀθάνατος· τοῦτο λαβόντες καὶ ποιήσαντες ἐλάττονα πρότασιν, εἶτα προσθέντες τὰς λοιπὰς συμπέρασμα τὴν ἐλάττονα πρότασιν ποιοῦμεν οὕτως· ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον ἀεικίνητον, τὸ ἀεικίνητον αὐτοκίνητον, ἡ ψυχὴ ἄρα αὐτοκίνητος. ἐνδέχεται δὲ καὶ τὴν ἐλάττονα πρότασιν τῷ συμπεράσματι συμπλέξαντα συμπέρασμα ποιῆσαι2 τὴν ἐν τῷ προτέρῳ συλλογισμῷ μείζονα· οἷον ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον αὐτοκίνητον, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀεικίνητος. περὶ δὲ τῆς ἐν προτάσεσιν ἀντιστροφῆς ἐνταῦθα διαλέξεται, οὐ μὴν περὶ πάσης. τῆς γὰρ ἀντιστροφῆς περὶ δύο προτάσεις θεωρουμένης τοὐλάχιστον, ὡς προείρηται, ἑκάστης δὲ προτάσεως δύο ὅρους ἐχούσης, τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον, ἀνάγκη πᾶσα τὰς δύο προτάσεις, ἐν αἷς ἡ ἀντιστροφὴ θεωρεῖται, ἢ κατ’ ἀμφοτέρους τοὺς ὅρους κοινωνεῖν ἢ κατ’ ἀμφοτέρους διαφέρειν ἢ κατὰ μὲν τὸν ἕτερον κοινωνεῖν κατὰ δὲ τὸν ἕτερον διαφέρειν, καὶ τοῦτο διχῶς, ἢ κατὰ μὲν τὸν ὑποκείμενον κοινωνεῖν κατὰ δὲ τὸν κατηγορούμενον διαφέρειν ἢ ἔμπαλιν· καὶ οὐκ ἔστι παρὰ ταῦτα. τεσσάρων οὖν γινομένων συζυγιῶν αἱ μὲν τρεῖς ἀσύστατοί εἰσιν, ἡ δὲ μία μόνη συνέστηκεν. οὔτε γὰρ εἰ κατ’ ἀμφοτέρους τοὺς ὅρους διαφέρουσιν αἱ προτάσεις, γίνεται ἀντιστροφὴ ἑτέρων οὐσῶν παντελῶς καὶ ἀκοινωνήτων· οἷον ὁ ἄνθρωπος ζῷον, ὁ ἵππος τετράπουν· κοινωνίαν γὰρ οὐδεμίαν ἔχουσι· δεῖ δὲ τὰ ἀντιστρέφοντα κοινωνεῖν ἀλλήλοις. ἀλλ’ οὐδὲ εἰ κατὰ τὸν ἕτερον τῶν ὅρων κοινωνοῖεν, κατὰ δὲ τὸν ἕτερον διαφέροιεν, οὐδὲ οὕτως γίνεται ἀντιστροφή· οἷον ὁ ἄνθρωπος ζῷον, ὁ ἄνθρωπος λευκός, καὶ πάλιν ὁ ἄνθρωπος ζῷον, ὁ ἵππος ζῷον· ἀλλὰ δεῖ τὰς ἀντιστρεφούσας κοινωνεῖν κατ’ ἀμφοτέρους τοὺς ὅρους. ἀλλ’ ἐπειδὴ πάλιν ἐν ταῖς προτάσεσι θεωρεῖταί τις τάξις τῶν ὅρων (ὁ μὲν γάρ ἐστιν κατηγορούμενος ὁ δὲ ὑποκείμενος), θεωρεῖται δὲ καὶ ποιότης, ἀνάγκη πᾶσά ἐστι τὰς ἀντιστρεφούσας προτάσεις, αἵτινες ἐδείχθησαν κοινωνοῦσαι ἀλλήλαις κατ’ ἀμφοτέρους τοὺς ὅρους, κοινωνεῖν καὶ κατὰ τὴν τάξιν καὶ κατὰ τὴν ποιότητα, ἢ κατ’ ἀμφότερα διαφέρειν, ἢ κατὰ μὲν τὸ ἕτερον κοινωνεῖν κατὰ δὲ τὸ ἕτερον διαφέρειν, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὴν τάξιν κοινωνεῖν κατὰ δὲ τὴν ποιότητα διαφέρειν, ἢ κατὰ μὲν τὴν τάξιν διαφέρειν κατὰ δὲ τὴν ποιότητα κοινωνεῖν.

“既然每一个前提要么是属于的前提,要么是必然属于的前提,要么是可能属于的前提,”他从一开始提出的那些问题已经告一段落;因此他接下来转向关于三段论产生的教学。但是,正如我们刚才所说,第二格和第三格中的三段论的必然性是通过前提的换位来证明的,正是由于这个原因,他希望首先传授关于换位的事项,以免到了那里时,他被迫为了教我们究竟什么是换位而中断论述。首先必须探究究竟什么是换位,它在多少种意义上被述说,在这里所讨论的是哪一种换位,此外换位在多少个事物中被考察,以及在这些事物中它们彼此如何相关。因此,对于第一个问题我们说,换位乃是一种相等的转回;因为“反/对(anti)”这个词,正如在其他地方屡次谈到的那样,在古人那里表示“相等”,正如在“匹敌男子的女子(antianeira)”与“匹敌神明的(antitheos)”中,以及在日常习惯用法中的“大拇指(anticheir)”中一样。而相等者是相对于某物而言相等;因为它属于关系范畴。关系范畴至少在两个事物中被考察。因而换位的事物至少是两个事物;因为单单一物不能被称为换位。于是你既掌握了换位存在于多少个事物中,也掌握了它是什么。剩下的则是传授它存在于哪些事物之中,以及在多少种意义上被述说。因此,一切换位要么是名词的换位,要么是前提的换位,要么是三段论的换位。因而它在三种意义上被述说,并且我们知道了它存在于哪些事物之中:要么在名词中,要么在前提中,要么在三段论中。关于名词中的换位,他在《范畴篇》中已经论述过,在那里他讨论关系范畴时说,朋友对于朋友是朋友,敌人对于敌人是敌人。关于三段论中的换位,他在《分析篇》第二卷,即紧随此卷之后的那一卷中传授;因为必须首先知道什么是三段论,以便我们能这样获知它是如何换位的。当我们取结论并加上诸前提中的大前提从而确立小前提时,三段论就被称为换位。例如有这样一个三段论:“灵魂是自身运动的,自身运动的是永恒运动的,永恒运动的是不朽的,因而灵魂是不朽的”;于是我们得出结论:灵魂是不朽的;取这个结论作为小前提,然后加上其余的前提,我们便把小前提作为结论,如下所示:“灵魂是不朽的,不朽的是永恒运动的,永恒运动的是自身运动的,因而灵魂是自身运动的”。也可以将小前提与结论结合,从而将前一个三段论中的大前提作为结论;例如:“灵魂是不朽的,不朽的是自身运动的,自身运动的是永恒运动的,因而灵魂是永恒运动的”。关于前提中的换位,他将在此处论述,但绝非关于所有种类的换位。因为正如前面所说,既然换位至少在两个前提中被考察,而每个前提有两个名词,即述词与主词,那么考察换位的这两个前提,全必然地要么在两个名词上都共通,要么在两者上都相异,要么在一个名词上共通而在另一个上相异(而这有两种情形:要么在主词上共通而在述词上相异,要么反之);在此之外别无其他。因此构成的四种组合中,三种是不能成立的,唯独一种得以成立。因为如果诸前提在两个名词上都相异,换位便不能产生,因为它们是完全相异且毫不共通的——例如“人是动物”,“马是四足动物”;因为它们没有任何共通性;但换位的事物必须彼此共通。即使它们在名词的一方共通而在另一方相异,换位同样也不能如此产生——例如“人是动物”,“人是白色的”,以及“人是动物”,“马是动物”;相反,换位的前提必须在两个名词上都共通。但既然在前提中名词的一定秩序又被考察(因为一者是述词而另一者是主词),并且质也被考察,那么已被证明在两个名词上彼此共通的换位诸前提,就全必然地要么在秩序上和质上都共通,要么在两者上都相异,要么在一方共通而在另一方相异(这有两种情形:要么在秩序上共通而在质上相异,要么在秩序上相异而在质上共通)。

语法注2 条
  1. 1.23καὶ τούτοις πῶς ἔχουσι πρὸς ἄλληλα

    与格短语 τούτοις 与前文的 ἐν πόσοις(在多少个事物中)相呼应,可理解为表关涉的与格,或为介词短语 ἐν τούτοις 省略介词之结构,在语境中引出“在这些被考察换位的事物中,它们彼此如何相关”的探究环节。

  2. 1.23τὴν ἐλάττονα πρότασιν τῷ συμπεράσματι συμπλέξαντα συμπέρασμα ποιῆσαι

    宾格分词 συμπλέξαντα 作为非人称动词 ἐνδέχεται(可能)所支配的不定词 ποιῆσαι 的泛指逻辑主语(“某人结合……”)。在 συμπέρασμα ποιῆσαι 结构中,συμπέρασμα 为述谓宾格,随后的 τὴν ἐν τῷ προτέρῳ συλλογισμῷ μείζονα 为直接宾格对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:39.25-41.15