- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:407.27-409.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《前分析篇》卷二第四章(56b4–56b11),斐洛庞奴斯系统地给出了在第三格中由假前提推导真结论的各种前提组合分类(全称/特称、真/假、全称假/特称假),并解释了两前提皆为全称地假的肯定命题的具体例证。
" Ἔσται δὲ καὶ ἐν τῷ ἐσχάτῳ σχήματι διὰ ψευδῶν ἀληθές." Εἰρηκὼς πῶς ἐν δευτέρῳ σχήματι δυνατόν ἐστιν ἐκ ψευδῶν ἀληθῆ συλλογισμὸν πλέξαι, νῦν λέγει πῶς καὶ ἐν τρίτῳ δυνατὸν ἐκ ψευδῶν ἀληθὲς συνάξαι οὕτως. τῶν ἐν τρίτῳ σχήματι συναγόντων ἐκ ψευδῶν ἀληθῆ1 ἢ ἄμφω αἱ προτάσεις καθόλου, ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει. καὶ εἰ ἄμφω καθόλου, ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μὲν καθόλου ἡ δὲ μερική, ἢ ἡ μείζων καθόλου ἡ δὲ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου. καὶ εἰ ὦσιν ἄμφω αἱ προτάσεις καθόλου, ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής. καὶ εἰ ἄμφω ψευδεῖς, ἢ ἀμφότεραι ὅλαι ψευδεῖς, καὶ αὗται ἢ καθόλου καταφατικαὶ ἄμφω, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μὲν ὅλη ἡ δὲ ἐπί τι ψευδής· καὶ τοῦτο διχῶς· ἢ ἡ μείζων ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἔμπαλιν· καὶ κατ’ ἄμφω τούτων ἢ ἀμφότερα καταφατικαί, ἢ ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. ἢ ἄμφω ἐπί τι, καὶ αὗται ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. πάλιν εἰ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δ’ ἐλάττων καταφατική· καὶ πάλιν ἢ ἡ μείζων ἀληθὴς καταφατικὴ ἡ δ’ ἐλάττων ψευδὴς καταφατική, ἢ ἡ μείζων ψευδὴς καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καταφατική· καὶ πάλιν ἢ ἡ μείζων ἀληθὴς ἀποφατικὴ ἡ δὲ ἐλάττων ψευδὴς καταφατική, ἢ ἡ μείζων ψευδὴς ἀποφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καταφατική. οὕτως μέν, εἰ ὦσιν αἱ προτάσεις ἄμφω καθόλου. εἰ δὲ ἡ μὲν ᾖ καθόλου ἡ δὲ μερική, ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἄμφω ἐπί τι ψευδεῖς. καὶ εἰ ἄμφω ψευδεῖς, ἢ ἡ μείζων μερικὴ 〈καταφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, ἢ ἡ μείζων καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων μερικὴ καταφατική, ἢ ἡ μείζων μερικὴ〉 ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, ἢ ἡ μείζων καθόλου ἀποφατικὴ ἡ δὲ ἐλάττων μερικὴ καταφατική. εἰ δὲ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, ἢ ἡ μείζων ψευδὴς καὶ μερικὴ καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καὶ καθόλου καταφατική, ἢ ἡ μείζων ψευδὴς καὶ καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καὶ μερικὴ καταφατική, ἢ ἡ μείζων ἀληθὴς καὶ μερικὴ καταφατικὴ ἡ δὲ ἐλάττων ψευδὴς καὶ καθόλου καταφατική, ἢ ἡ μείζων ἀληθὴς καὶ καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων ψευδὴς καὶ μερικὴ καταφατική. εἰ δὲ ἄμφω ἐπί τι, ἢ ἡ μείζων καθόλου ἡ δὲ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου, καὶ ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική.
“在最后的格中,通过假前提亦将得出真的[结论]。” 在论述了在第二格中如何可能由假前提编织出真推论之后,现在他论述在第三格中如何亦可能由假前提推导出真[结论],如下所示。在第三格中由假前提推导出真[结论的组合]中,要么两前提皆为全称,要么一者为全称而另一者为特称。且若两前提皆为全称,要么两者皆为肯定,要么大前提为否定而小前提为肯定。但若一者为全称而另一者为特称,要么大前提为全称而小前提为特称,要么大前提为特称而小前提为全称。且若两前提皆为全称,要么两者皆为假,要么一者为真而另一者为假。且若两者皆为假,要么两者皆全称地为假,且这些要么两者皆为全称肯定,要么大前提为否定而小前提为肯定;要么一者全称地为假而另一者特称地为假,且此有两种方式:要么大前提全称地[为假]而小前提特称地[为假],要么反之;且在这些的每一种情形下,要么两者皆为肯定,要么大前提为否定而小前提为肯定;要么两者皆特称地[为假],且这些要么两者皆为肯定,要么大前提为否定而小前提为肯定。再次,若一者为真而另一者为假,要么两者皆为肯定,要么大前提为否定而小前提为肯定;且再次,要么大前提为真肯定而小前提为假肯定,要么大前提为假肯定而小前提为真肯定;且再次,要么大前提为真否定而小前提为假肯定,要么大前提为假否定而小前提为真肯定。若两前提皆为全称,情况便是如此。但若一者为全称而另一者为特称,要么两者皆为假,要么一者为真而另一者为假,要么两者皆特称地为假。且若两者皆为假,要么大前提为特称[肯定而小前提为全称肯定,要么大前提为全称肯定而小前提为特称肯定,要么大前提为特称]否定而小前提为全称肯定,要么大前提为全称否定而小前提为特称肯定。但若一者为假而另一者为真,要么大前提为假且特称肯定而小前提为真且全称肯定,要么大前提为假且全称肯定而小前提为真且特称肯定,要么大前提为真且特称肯定而小前提为假且全称肯定,要么大前提为真且全称肯定而小前提为假且特称肯定。但若两者皆特称地[为假],要么大前提为全称而小前提为特称,要么大前提为特称而小前提为全称,且要么两者皆为肯定,要么大前提为否定而小前提为肯定。
"Οὐδὲν γὰρ κωλύει μήτε τὸ Α μήτε τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν." Μὴ ὑπάρχειν μὲν κατὰ ἀλήθειαν, ψευδῆ δὲ γίνεσθαι, εἰ λαμβάνεται εἰς τὸ ὑπάρχειν.2
“因为没有任何东西阻止Α和Β都不属于任何Γ。” [意即]依事实并不属于,但若被取为属于,则变为假。
"Ἄνθρωπος μέντοι τινὶ πεζῷ ὑπάρχει." Πρῶτον λέγει περὶ τῶν προτάσεων τῶν ὅλων ψευδῶν καὶ καθόλου καταφατικῶν. οἷον ὁ ἄνθρωπος καὶ τὸ πεζὸν παντὶ ἀψύχῳ· ἰδοὺ ὅλαι ψευδεῖς· καὶ ὅμως ἀληθὲς συμπέρασμα συνάγεται, ὅτι ὁ ἄνθρωπος τινὶ πεζῷ.
“然而人类属于某个有足物。” 首先,他论述完全为假且全称肯定的前提。例如:人类和有足物[属于]所有无生物——看,全称地为假;然而推导出了真的结论,即人类[属于]某个有足物。
- 5.58τῶν ἐν τρίτῳ σχήματι συναγόντων ἐκ ψευδῶν ἀληθῆ
属格中性复数现在分词短语 τῶν ... συναγόντων 作为部分属格(partitive genitive),统辖其后出现的主句主语(ἢ ἄμφω αἱ προτάσεις καθόλου...),标明分类的范围:“在第三格中由假前提推导真[结论的组合/推论]中……”。
- 5.59εἰ λαμβάνεται εἰς τὸ ὑπάρχειν
介词短语 εἰς τὸ ὑπάρχειν 与被动动词 λαμβάνεται 连用,表示假设的指向或结果状态:“若被取为属于[的状态]”。它与事实上的不属于(κατὰ ἀλήθειαν)相对立,指在前提设定中被当作肯定的从属关系。
