- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:406.14-407.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者通过具体范例论证了在第二格特称推论中,当大前提或小前提为假,抑或两前提皆假时,能够推导出真结论的各种情形。
" Ὡσαύτως δὲ καὶ καταφατικῆς λαμβανομένης τῆς ΑΒ." Ἔλαβε τὴν μείζονα ἀποφατικὴν ὅλην ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ· νῦν λαμβάνει τὴν μείζονα καταφατικὴν ὅλην ψευδῆ. ἐγχωρεῖ μὲν γὰρ τὸ Α μηδενὶ τῷ Β κατὰ ἀλήθειαν· ἐὰν δὲ ληφθῇ παντί, εὑρίσκεται ὅλη ψευδὴς οὕτως· τὸ ζῷον παντὶ ἀψύχῳ· ἰδοὺ ὅλη ψευδής· τὸ ζῷον οὐ παντὶ λευκῷ· καὶ ὅμως ἄψυχον οὐ παντὶ λευκῷ.
“同样,当ΑΒ被取为肯定命题时亦然。” 他曾将大前提取为否定且完全为假,小前提取为真;现在他将大前提取为肯定且全称地为假。因为依事实,Α可能不属于任何Β;但若被取为属于所有[Β],则被发现全称地为假,如下所示:“动物属于所有无生物”——看,全称地为假;“动物并非属于所有白物”;然而“无生物并非属于所有白物”。
"Καὶ τῆς μὲν καθόλου ἀληθοῦς τεθείσης τῆς δ’ ἐν μέρει ψευδοῦς." Ἔλαβε πρῶτον τὴν μείζονα ψευδῆ ὅλην· νῦν λαμβάνει τὴν μὲν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ ἐπί τι· μερικὴ γάρ ἐστι. καὶ πρῶτον λαμβάνει τὴν μείζονα ἀποφατικὴν ἀληθῆ τὴν δὲ ἐλάττω καταφατικὴν καὶ ἐπί τι ψευδῆ οὕτως· τὸ ζῷον οὐδενὶ ἀριθμῷ· ζῷον τινὶ ἀψύχῳ ψευδὴς ἐπί τι κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν,1 διὰ τὸ τὴν ἀντίφασιν ἀληθῆ εἶναι· καὶ ὅμως ἀριθμὸς οὐ παντὶ ἀψύχῳ.
“且当全称命题被设定为真,特称命题被设定为假时。” 他首先将大前提取为全称地为假;现在他将大前提取为真,小前提取为部分地为假,因为它是特称的。他首先将大前提取为真否定,小前提取为肯定且特称地为假,如下所示:“动物不属于任何数目”;“动物属于某个无生物”依述定而言是特称地为假,而非依实在而言,因为矛盾对立面为真;然而“数目并非属于所有无生物”。
"Καὶ καταφατικῆς δὲ τῆς καθόλου τιθεμένης ὡσαύτως." Ἔδειξεν ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς οὔσης ἀληθὲς συναγόμενον· νῦν δείκνυσιν ἐκ τῆς μείζονος καταφατικῆς ἀληθοῦς τῆς δὲ ἐλάττονος ἀποφατικῆς ἐπί τι ψευδοῦς, τουτέστι μερικῆς ἀποφατικῆς, ὅτι ἀληθὲς συνάγεται. οἷον τὸ ζῷον παντὶ ἀνθρώπῳ· τὸ ζῷον οὐ παντὶ πεζῷ ψευδὲς ἐπί τι κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν, διὰ τὸ ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ παντί· τὸ γὰρ ζῷον παντὶ πεζῷ, ὥστε τὸ οὐ παντὶ ἐπί τι ψευδὲς διὰ τὴν κατηγορίαν· καὶ ὅμως ἄνθρωπος οὐ παντὶ πεζῷ.
“同样,当全称命题被设定为肯定时亦然。” 他已表明由大前提否定且小前提肯定能推导出真结论;现在他表明,由大前提肯定真且小前提特称地为假的否定(即特称否定),能推导出真结论。例如:“动物属于所有人类”;“动物并非属于所有有足物”依述定而言是特称地为假,而非依实在而言,因为矛盾对立的“属于所有”为真;因为动物属于所有有足物,以致“并非属于所有”由于述定的缘故是特称地为假;然而“人类并非属于所有有足物”。
"Φανερὸν δὲ καὶ ὅτι ἐξ ἀμφοτέρων ψευδῶν ἀληθὲς ἔσται τὸ συμπέρασμα." Εἰρηκὼς περὶ τῶν ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς νῦν λέγει περὶ τῶν ἐξ ἄμφω ψευδῶν, καὶ πρῶτόν γε τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἐπί τι, καὶ ταύτης τῆς μείζονος ἀποφατικῆς, οὕτως· τὸ Α κατὰ ἀλήθειαν μὲν παντὶ τῷ Β καὶ τῷ Γ· ἀλλὰ ληφθήτω τῷ μὲν Β μηδενί, ἵνα ᾖ ὅλη ψευδής, τῷ δὲ Γ οὐ παντί, ἵνα ληφθῇ ἐπί τι, καὶ συνάγεται ἀληθὲς συμπέρασμα. οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον τινὶ ἀψύχῳ ἐπί τι ψευδὴς διὰ τὴν κατηγορίαν, οὐ διὰ τὴν ὕπαρξιν· καὶ ὅμως ἄνθρωπος οὐ παντὶ ἀψύχῳ· διὰ γὰρ τὴν οὐδεὶς ἀληθεύει καὶ τὸ οὐ πᾶς.2
“且显然,由两前提皆假亦将得出真的结论。” 在论述了一者为假而另一者为真的情形之后,现在他论述两前提皆假的情形,且首先是大前提全称地为假而小前提特称地[为假],且此大前提为否定的情形,如下所示:Α依事实属于所有Β且属于所有Γ;但让它被取为不属于任何Β,以使其全称地为假,而被取为并非属于所有Γ,以使其被取为特称地[为假],于是推导出真的结论。例如:“动物不属于任何人类”;“动物属于某个无生物”由于述定的缘故是特称地为假,而非由于实在;然而“人类并非属于所有无生物”;因为由于“没有任何”,所以“并非所有”亦属真实。
"Ὁμοίως δὲ καὶ κατηγορικῆς οὔσης τῆς καθόλου προτάσεως." Ὥσπερ ἔλαβε τὴν μείζονα ἀποφατικὴν ὅλην ψευδῆ, νῦν λαμβάνει αὐτὴν ὅλην ψευδῆ καταφατικήν. ἐγχωρεῖ γὰρ κατὰ ἀλήθειαν τὸ Α μηδενὶ μὲν τῷ Β παντὶ δὲ τῷ Γ· μεταλαμβανόμεναι αὗται εἰς ψευδεῖς ἀληθῆ ποιοῦσι συμπεράσματα. οἷον ζῷον πάσῃ ἐπιστήμῃ· τὸ ζῷον οὐ παντὶ ἀνθρώπῳ πάλιν ἐπί τι ψευδὴς διὰ τὴν κατηγορίαν, ὅτι ἀληθεύει τὸ ἀντιφατικῶς ἀντικείμενον· τὸ γὰρ ζῷον παντὶ ἀνθρώπῳ· οὐκοῦν εἰ οὐ παντί, ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν· καὶ ὅμως ἐπιστήμη οὐ παντὶ ἀνθρώπῳ. ἀπεσιώπησε δὲ ἐνταῦθα τὰς συζυγίας τὰς ἐξ ἄμφω ἐπί τι συναγούσας ἀληθὲς συμπέρασμα ὡς δυναμένων ἡμῶν ἀφ’ ἑαυτῶν καὶ περὶ αὐτῶν συλλογίσασθαι.3
“同样,当全称前提为肯定时亦然。” 正如他曾将大前提取为否定且全称地为假,现在他将其取为全称地为假的肯定。因为依事实,Α可能不属于任何Β且属于所有Γ;这些命题在被转化为假命题时,便产生真的结论。例如:“动物属于所有知识”;“动物并非属于所有人类”由于矛盾对立面为真,故由于述定再次是特称地为假;因为动物属于所有人类;因此若“并非属于所有”,则依述定而言是特称地为假;然而“知识并非属于所有人类”。但在此处他略过了由两前提皆特称地[为假]而推导出真结论的各种组合,因为我们能够自行关于它们作出推论。
- 5.54ψευδὴς ἐπί τι κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν
在由 κατά 引导的对比短语中,κατηγορία 表示命题陈述或述谓的形式,而 ὕπαρξις 表示客观的事实联系或实在。两短语用作限制性状语,指该前提之所以是“特称地为假”,在于其命题表述的形式(作为全称为真的矛盾对立面),而非由于客观事实本身的局部成立。
- 5.56διὰ γὰρ τὴν οὐδεὶς ἀληθεύει καὶ τὸ οὐ πᾶς
在 τὴν οὐδεὶς 之后省略了诸如 πρότασιν 或 φωνήν 的名词,指“没有任何……”这一命题。后接的带冠词短语 τὸ οὐ πᾶς 为语法主语,全句表达了逻辑蕴涵关系:即若全称否定(没有任何)为真,则特称否定(并非所有)亦必然为真。
- 5.57ὡς δυναμένων ἡμῶν ἀφ’ ἑαυτῶν καὶ περὶ αὐτῶν συλλογίσασθαι
连词 ὡς 后接属格绝对结构(主语 ἡμῶν,分词 δυναμένων),表述了亚里士多德略过这些组合的主观意图或理由,即认为我们能够自行关于它们进行推理。
