← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§405.1-406.13

第二格全称推论的补充与特称推论的假前提

斐洛庞努斯就第二格全称推论补充论述了由一真一特称假以及两前提皆特称假推导真结论的其余组合,随后转入第二格特称推论,依照真值与质对各种假前提组合进行详尽分类,并给出了第一个具体实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.50

" Οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β τινὶ ὑπάρχειν τῷ δὲ Γ ὅλῳ μὴ ὑπάρχειν." Ἔλαβε πρῶτον τὴν μὲν ἀποφατικὴν ὅλην ἀληθῆ τὴν δὲ καταφατικὴν ἐπί τι ψευδῆ καὶ τὴν μείζονα καταφατικὴν τὴν δὲ ἐλάττονα ἀποφατικὴν οὕτως· τὸ ζῷον παντὶ λευκῷ ἐπί τι ψευδής· τὸ ζῷον οὐδεμιᾷ πίττῃ ὅλη ἀληθής· καὶ λευκὸν οὐδεμιᾷ πίττῃ. οὕτως, εἰ εἴη ἡ μὲν ὅλη ἀληθὴς ἡ δὲ ἐπί τι ψευδής. ἀπεσιώπησε δὲ πάλιν τὴν ἐκ τῆς μείζονος ἀληθοῦς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς ἐπί τι ψευδοῦς.

“因为没有任何东西阻止Α属于某个Β,却不属于整个Γ。” 他首先将否定命题取为全称地为真,肯定命题取为特称地为假,且大前提为肯定、小前提为否定,如下所示:“动物属于所有白物”是特称地为假;“动物不属于任何沥青”是全称地为真;以及“白物不属于任何沥青”。若一者全称地为真而另一者特称地为假,情形便是如此。但他再次略过未提由大前提真否定与小前提特称地为假的肯定所构成的组合。

§5.51

"Καὶ εἰ ἀμφότεραι αἱ προτάσεις ἐπί τι ψευδεῖς, ἔσται τὸ συμπέρασμα ἀληθές." Πληρώσας περὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μὲν ἀληθοῦς τῆς δὲ ψευδοῦς, καὶ ταύτης ἤτοι ὅλης ἢ ἐπί τι,1 νῦν λέγει περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν, καὶ πρῶτον τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς οὕτως· τὸ ζῷον παντὶ λευκῷ, τὸ ζῷον οὐδενὶ μέλανι, καὶ ὅμως λευκὸν οὐδενὶ μέλανι. καὶ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς οὔσης ὅροι οἱ αὐτοὶ ἁρμόσουσι· ζῷον οὐδενὶ λευκῷ, τὸ ζῷον παντὶ μέλανι, καὶ λευκὸν οὐδενὶ μέλανι. οὕτω καὶ περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν οὐσῶν καὶ συναγουσῶν τὸ ἀληθές.

“且若两前提皆特称地为假,结论将为真。” 在论述完由一者为真而另一者为假——且此[假前提]或是全称地或是特称地如此——所构成的各种组合之后,现在他论述两前提皆特称地为假的情形,且首先讨论大前提肯定而小前提否定时,如下所示:“动物属于所有白物”,“动物不属于任何黑物”,然而“白物不属于任何黑物”。且在大前提否定而小前提肯定时,相同的词项亦适用:“动物不属于任何白物”,“动物属于所有黑物”,以及“白物不属于任何黑物”。关于两前提皆特称地为假且推导出真结论的情形,亦是如此。

§5.52

"Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β παντί." Πληρώσας περὶ τῶν τὸ καθόλου συναγόντων ἐν δευτέρῳ σχήματι νῦν λέγει καὶ περὶ τῶν τὰ μερικά. καὶ φησὶν ὅτι τῶν τὰ μερικὰ συναγόντων συμπεράσματα ἐν δευτέρῳ σχήματι ἢ ἄμφω ψευδεῖς ἢ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής· καὶ εἰ ἄμφω ψευδεῖς, ἢ ἡ μείζων ψευδὴς ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ καὶ ἡ μείζων καὶ ἡ ἐλάττων ἐπί τι ψευδεῖς· ὅλην γὰρ ψευδῆ τὴν ἐλάττονα οὐ δυνάμεθα εἰπεῖν διὰ τὸ μερικόν.2 καὶ εἰ ἄμφω ἐπί τι, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μείζων ὅλη εἴη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδὴς καὶ ἐξ ἀνάγκης ἐπί τι, καὶ ταύτης ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ εἴη ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ψευδής ἐστιν ἡ μείζων ὅλη ἢ ἐπί τι. καὶ εἰ ἡ μείζων ὅλη ψευδὴς ἡ δ’ ἐλάττων ἀληθής, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μείζων ἐπί τι ψευδής, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική. καὶ πρῶτον λέγει περὶ τῆς μείζονος ὅλης ψευδοῦς καὶ ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς καὶ καταφατικῆς οὔσης οὕτως· τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ, ζῷον τινὶ λευκῷ, καὶ ὅμως ἄνθρωπος οὐ παντὶ λευκῷ. οὕτως ἐκ τῆς μείζονος οὔσης ἀποφατικῆς ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος καταφατικῆς ἀληθοῦς ἀληθὲς τὸ συμπέρασμα. Οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β παντί.3 πρῶτον λέγει τὰ κατὰ ἀλήθειαν ὑπάρχοντα, εἶτα μεταλαμβάνει τὴν μίαν εἰς ψευδῆ, τὴν μείζω.

“且在特称推论的情形中亦属明显;因为没有任何东西阻止Α[属于]所有Β。” 在论述完第二格中推导出全称结论的推论之后,现在他亦论述推导出特称结论的推论。他说,在第二格中推导出特称结论的推论中,前提或者两者皆假,或者一者为假而另一者为真;且若两者皆假,或者大前提全称地为假而小前提特称地为假,或者大前提与小前提皆特称地为假;因为由于小前提是特称的,我们无法说小前提全称地为假。且若两者皆特称地为假,或者大前提肯定而小前提否定,或者大前提否定而小前提肯定。但若大前提全称地为假而小前提特称地为假,或者大前提肯定而小前提否定,或者大前提否定而小前提肯定。若一者为真而另一者为假,或者大前提为真而小前提为假(且必然是特称地为假),且在此情形下,或者大前提肯定而小前提否定,或者大前提否定而小前提肯定。但若大前提为假而小前提为真,大前提或者全称地为假,或者特称地为假。且若大前提全称地为假而小前提为真,或者大前提肯定而小前提否定,或者大前提否定而小前提肯定。若大前提特称地为假,或者大前提否定而小前提肯定,或者大前提肯定而小前提否定。首先他论述大前提全称地为假且否定、小前提为真且肯定的情形,如下所示:“动物不属于任何人类”,“动物属于某个白物”,然而“人类并非属于所有白物”。如此,由大前提否定且全称地为假、小前提肯定且为真,结论为真。“因为没有任何东西阻止Α[属于]所有Β。”他首先说明依事实实际属于的情形,随后将其中一者即大前提转化为假命题。

语法注3 条
  1. 5.51καὶ ταύτης ἤτοι ὅλης ἢ ἐπί τι

    属格 ταύτης 指涉前文的 τῆς δὲ ψευδοῦς(假前提),作为省略了分词 οὔσης 的属格独立结构的逻辑主语,意为“且此[假前提]或是全称地或是特称地[为假]”。

  2. 5.52ὅλην γὰρ ψευδῆ τὴν ἐλάττονα οὐ δυνάμεθα εἰπεῖν διὰ τὸ μερικόν

    由 εἰπεῖν 支配的双重宾格结构,τὴν ἐλάττονα 为宾语,ὅλην ψευδῆ 为宾语补足语:“我们无法称小前提为全称地为假”。介词短语 διὰ τὸ μερικόν 表示原因:“由于小前提是特称的”。

  3. 5.52Οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν Β παντί

    亚里士多德本文(56a5)的首句在此处被斐洛庞努斯在正文中再次直接引述。在句法上省略并需补出 ὑπάρχειν,意为“因为没有任何东西阻止Α属于所有Β”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:405.1-406.13