← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§403.24-404.34

第二格全称三段论中由假前提推导真结论

斐洛波诺斯解释了在第二格中由假前提推导出真结论的几种情形:两前提皆全称地为假(第二式与第一式)、一全称假而一全称真、以及一特称假而一全称真,列举了具体的词项实例,并指出了亚里士多德略过未提的组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.46

" Εἰ γὰρ τὸ Α τῷ μὲν Β μηδενὶ ὑπάρχει τῷ δὲ Γ παντί." Πρῶτον δείκνυσι τὴν ἐξ ἀμφοτέρων τῶν προτάσεων ὅλων ψευδῶν ἀληθὲς συνάγουσαν.1 οἷον ἐὰν ᾖ, φησί, τὸ Α τῷ μὲν Β μηδενὶ τῷ δὲ Γ παντὶ κατ’ ἀλήθειαν, εἶτα ἐὰν ἐναντίως λάβῃς, ποιεῖς ἀληθὲς συμπέρασμα ἐξ ὅλων ψευδῶν, τῆς μὲν μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς· οἷον ζῷον παντὶ λίθῳ· ἰδοὺ ὅλη ψευδής· ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· καὶ συμπέρασμα ἀληθὲς ὅτι λίθος οὐδενὶ ἀνθρώπῳ.

“因为若Α不属于任何Β,但属于所有Γ。” 他首先展示由两前提皆全称地为假而推导出真结论的[组合]。例如,他说,若依事实Α不属于任何Β而属于所有Γ,随后你反向取之,便由全称地为假的诸前提——大前提肯定而小前提否定——得出真的结论;例如,“动物属于所有石头”,看哪,全称地为假;“动物不属于任何人类”,看哪,全称地为假;以及真结论“石头不属于任何人类”。

§5.47

"Ὁμοίως δὲ καὶ εἰ τῷ μὲν Β παντὶ τῷ δὲ Γ μηδενὶ ὑπάρχει τὸ Α." Ἔδειξε πρῶτον τῆς μείζονος καταφατικῆς ὅλης ψευδοῦς οὔσης καὶ τῆς ἐλάττονος ἀποφατικῆς ὅλης ψευδοῦς πῶς συνάγεται ἀληθὲς συμπέρασμα. νῦν δὲ δείκνυσι, τῆς μείζονος ἀποφατικῆς οὔσης ὅλης ψευδοῦς καὶ τῆς ἐλάττονος καταφατικῆς ὅλης ψευδοῦς πῶς συνάγεται ἀληθές, οὕτως· εἰ κατὰ ἀλήθειαν τὸ Α παντὶ τῷ Β τῷ δὲ Γ οὐδενί, ἐὰν ἀντιστραφῶσι καὶ γένωνται ψευδεῖς, ἀληθὲς γίνεται τὸ συμπέρασμα· οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ ὅλη ψευδής· τὸ ζῷον παντὶ λίθῳ ὅλη ψευδής· καὶ ὅμως ἄνθρωπος οὐδενὶ λίθῳ· ἰδοὺ τὸ συμπέρασμα ἀληθές.

“同样,若Α属于所有Β,但不属于任何Γ亦然。” 他首先展示了大前提肯定且全称地为假、小前提否定且全称地为假时,如何推导出真结论。现在他展示当大前提否定且全称地为假、小前提肯定且全称地为假时,如何推导出真,如下所示:若依事实Α属于所有Β而不属于任何Γ,若将它们倒转而使其成假,结论则变为真;例如,“动物不属于任何人类”是全称地为假;“动物属于所有石头”是全称地为假;然而“人类不属于任何石头”,看哪,结论为真。

§5.48

"Πάλιν εἰ εἴη ἡ μὲν ἑτέρα ὅλη ψευδὴς ἡ δὲ ἑτέρα ὅλη ἀληθής." Εἰρηκὼς περὶ τῶν ἄμφω ψευδῶν νῦν λέγει περὶ τῶν τὴν μὲν ψευδῆ τὴν δὲ ἀληθῆ ἐχουσῶν, καὶ λαμβάνει ψευδῆ τὴν μείζονα ἀληθῆ δὲ τὴν ἐλάττονα. καὶ πρῶτον λαμβάνει τὴν μείζονα ψευδῆ καὶ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀληθῆ καὶ καταφατικὴν οὕτως· τὸ ζῷον κατὰ μὲν ἀλήθειαν καὶ ἀνθρώπῳ καὶ ἵππῳ παντί· εἰ ληφθῇ οὖν ἡ μείζων ψευδὴς καὶ γένηται οὐδενί, γίνεται ἀληθὲς συμπέρασμα· οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ, τὸ ζῷον παντὶ ἵππῳ, καὶ ἄνθρωπος οὐδενὶ ἵππῳ. ὁμοίως δὲ καὶ τῆς ἐλάττονος ψευδοῦς οὔσης οἱ αὐτοὶ ἁρμόζουσιν ὅροι. ἰστέον δὲ ὅτι ἀπεσιώπησε τὴν ἐκ τῆς μείζονος ψευδοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς ἀποφατικῆς καὶ τὴν ἐκ τῆς μείζονος ἀληθοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ψευδοῦς ἀποφατικῆς.

“再次,若一者全称地为假,而另一者全称地为真。” 在论述完两前提皆为假的组合之后,现在他论述包含一者为假而另一者为真的组合,并将大前提取为假、小前提取为真。他首先将大前提取为假且否定、小前提取为真且肯定,如下所示:依事实而言,动物既属于所有人类,亦属于所有马;因此若大前提被取为假而成为“不属于任何”,便产生真结论;例如,“动物不属于任何人类”,“动物属于所有马”,以及“人类不属于任何马”。同样,在小前提为假时,相同的词项亦适用。然而应当明了,他略过未提由大前提假肯定与小前提真否定所构成的组合,以及由大前提真肯定与小前提假否定所构成的组合。

§5.49

"Καὶ εἰ ἡ ἑτέρα ἐπί τι ψευδής, ἡ δὲ ἑτέρα ὅλη ἀληθής· ἐγχωρεῖ γὰρ τὸ Α τῷ μὲν Β τινὶ ὑπάρχειν τῷ δὲ Γ παντί." Ἐπλήρωσε περὶ τοῦ εἶναι τὴν μὲν ὅλην ψευδῆ τὴν δὲ ὅλην ἀληθῆ. νῦν λαμβάνει τὴν μὲν ὅλην ἀληθῆ τὴν δὲ ἐπί τι ψευδῆ, καὶ πρῶτον τὴν μείζονα ἐπί τι ψευδῆ καὶ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀληθῆ καὶ καταφατικὴν οὕτως· τὸ ζῷον οὐδενὶ λευκῷ ἐπί τι ψευδής· τὸ ζῷον παντὶ κόρακι ὅλη ἀληθής· καὶ ὅμως λευκὸν οὐδενὶ κόρακι. καὶ μετατιθεμένων τῶν προτάσεων καὶ γινομένων2 τῆς μὲν μείζονος ἐπί τι ψευδοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ὅλης ἀληθοῦς ἀποφατικῆς ἀληθὲς γίνεται συμπέρασμα· οἷον τὸ ζῷον παντὶ λευκῷ, τὸ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ, καὶ λευκὸν οὐδεμιᾷ ἐπιστήμῃ. ἢ οὕτως μετατιθεμένου τοῦ στερητικοῦ, ἵνα γένηται ἡ μείζων καταφατικὴ ἀληθής, ἡ δὲ ἐλάττων ἐπί τι ψευδὴς ἀποφατική, καὶ συνάγεται ὅτι τὸ ζῷον παντὶ μὲν κόρακι οὐδενὶ δὲ λευκῷ, καὶ κόραξ οὐδενὶ λευκῷ.

“且若一者特称地为假,而另一者全称地为真;因为Α有可能属于某个Β,但属于所有Γ。” 他结束了关于一者全称地为假而另一者全称地为真的论述。现在他取一者全称地为真而另一者特称地为假,且首先取大前提特称地为假且否定、小前提为真且肯定,如下所示:“动物不属于任何白物”是特称地为假;“动物属于所有乌鸦”是全称地为真;然而“白物不属于任何乌鸦”。且当诸前提被换置、大前提变为特称地为假的肯定命题而小前提变为全称地为真的否定命题时,亦产生真结论;例如,“动物属于所有白物”,“动物不属于任何知识”,以及“白物不属于任何知识”。或者当否定命题如下被换置,以使大前提成为肯定的真命题、小前提成为特称地为假的否定命题时,则推导出“动物属于所有乌鸦而不属于任何白物”,以及“乌鸦不属于任何白物”。

语法注2 条
  1. 5.46τὴν ἐξ ἀμφοτέρων τῶν προτάσεων ὅλων ψευδῶν ἀληθὲς συνάγουσαν

    宾格阴性分词短语 τὴν ... συνάγουσαν 修饰承前省略的名词 συζυγίαν(组合)。介词短语 ἐξ ἀμφοτέρων τῶν προτάσεων ὅλων ψευδῶν 中,形容词 ὅλων ψευδῶν 处于表语位置修饰 προτάσεων,整个介词短语依附于分词 συνάγουσαν。

  2. 5.49μετατιθεμένων τῶν προτάσεων καὶ γινομένων

    现在分词 μετατιθεμένων 与 γινομένων 构成以 τῶν προτάσεων 为逻辑主语的独立属格结构,其后又嵌套了说明大、小前提具体状态的属格结构(τῆς μὲν μείζονος ... τῆς δὲ ἐλάττονος ...)。它充当状语修饰主句 ἀληθὲς γίνεται συμπέρασμα,表条件或时间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:403.24-404.34